Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Ακολουθία (Κων/νος Υδραίος)

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΥΔΡΑΙΟΥ
ΤΟΥ ΕΝ ΡΟΔῼ ΑΘΛΗΣΑΝΤΟΣ

Οὗ ἡ Μνήμη τῇ ΙΔ΄ Νοεμβρίου

Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου.

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν Κωνσταντῖνον Κυρίου, τὸν Νεομάρτυρα, τῶν εὐσεβῶν οἱ δῆμοι ἀνυμνήσωμεν πόθῳ, τῆς Ῥόδου πολιοῦχον τὸν θαυμαστόν, καὶ τῆς Ὕδρας τὸ βλάστημα· ὡς παῤῥησίας γὰρ χάριν πεπλουτηκώς, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Τὸν θεῖον γόνον τῆς Ὕδρας, ἀνευφημήσωμεν, τὸν εὐκλεῶς ἐν Ῥόδῳ, μαρτυρίου τὸν δρόμον, τελέσαντα ἀγχόνῃ· οὗτος ἡμῖν, πολιοῦχος γὰρ δέδοται, καὶ ἐν κινδύνοις παντοίοις προασπιστής, Κωνσταντῖνος ὁ θαυμάσιος.

Τέρπου καὶ χόρευε Ῥόδος, ὅτι ἐπλούτησας, τοιοῦτον πολιοῦχον, Κωνσταντῖνον τὸν θεῖον, καὶ δόξαν δὸς Κυρίῳ τῷ θαυμαστῷ, ἐν Ἁγίοις ὡς γέγραπται, τῷ θαυμαστώσαντι τοῦτον ὑπερφυῶς, τῶν θαυμάτων ταῖς δυνάμεσιν.

Υ῾πὲρ ἡμῶν Κωνσταντῖνε, Μάρτυς ἀήττητε, Θεὸν τὸν ἐν Τριάδι, ἐκτενῶς ἐκδυσώπει, ἵνα λυτρωθῶμεν πάσης ὀργῆς, καὶ κινδύνων καὶ θλίψεων, οἱ ἐν τῷ βίῳ προστάτην σε κραταιόν, εὐσεβῶς ἐπιγραφόμενοι.

Δόξα. Ἦχος δ΄.

Δεῦτε φιλεόρτων τὸ σύστημα, Κωνσταντῖνον τὸν στεῤῥὸν Νεομάρτυρα, τὸν ἐν Ῥόδῳ ἀνδρείως ἀθλήσαντα, ταῖς ὑμνῳδίαις εὐφημήσωμεν. Οὗτος γὰρ ἐναντίον τῶν τυράννων, τὴν χριστώνυμον πίστιν ὁμολογήσας, διὰ βασάνων δριμυτάτων καὶ θανάτου, τὸν ἐν Τριάδι ἐδόξασε Κύριον· ᾧ καὶ πρεσβεύει ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ε᾿κ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον Κωνσταντῖνον, ὡς νέον Ἀθλοφόρον, Θεοῦ τοῦ Παντοκράτορος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Υ῞δρας σε τὸν βλαστόν, καὶ Ῥόδου τὸν προστάτην, ὑμνοῦμεν Κωνσταντῖνε, ὅτι τῆς εὐσεβείας, τὸ φῶς ἀθλήσει ἤστραψας.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ὁ θαυμαστός, τῆς Ῥόδου πολιοῦχος, παμμάκαρ Κωνσταντῖνε, καὶ μέγιστος προστάτης, τῶν ἐπικαλουμένων σε.

Δόξα. Ἦχος γ΄.

Μαρτυρίου τελέσας τὸ στάδιον, ἐν οὐρανοῖς τὴν κατάπαυσιν ἔσχες, Μαρτύρων χοροῖς συναυλιζόμενος, Κωνσταντῖνε τῆς Ῥόδου ἀγλάϊσμα. Διὸ πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Α῾γιόπρωτε σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἐν ἐσχάτοις καιροῖς, Κωνσταντῖνε ἔνδοξε, Μαρτύρων ἁμιλληθείς, τοῖς κατορθώμασιν, ὑπέστης καρτερικῶς, τὰς ἀνυποίστους βασάνους τοῦ σώματος, καὶ ἤθλησας καρτερῶς, τὸν δι᾿ ἀγχόνης δεξάμενος θάνατον. Ὅθεν ἐν σκηναῖς Ἁγίων, νῦν ἐπαγαλλόμενος, τὸν Θεὸν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! σὺ γὰρ Κωνσταντῖνον, τὸν στεῤῥὸν ἐδόξασας, θαυμάτων ταῖς δωρεαῖς, ὡς νέον Μάρτυρα, καὶ τοῦτον ὑπερφυῶς, τῆς τῶν Ῥοδίων ἀνέδειξας πόλεως, ὑπέρμαχον κραταιόν, καὶ πολιοῦχον ἁγίᾳ σου χάριτι. Ὅθεν ταῖς αὐτοῦ πρεσβείαις, δίδου τὰ ἐλέη σου, τοῖς αἰνοῦσί σε Σῶτερ, σὺν Πατρὶ καὶ Θείῳ Πνεύματι.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, δι᾿ ἧς κατῃσχύνθη, ὄφις ὁ ἀρχέκακος, ὁ πρῴην σε πονηρῶς, πτερνίσας Ἅγιε· ἐλθὼν γὰρ εἰς ἑαυτόν, ἐν μετανοίᾳ Θεὸν ἐξεζήτησας, καὶ ἤνεγκας δι᾿ αὐτόν, ὦ Κωνσταντῖνε ἀγχόνῃ τὸν θάνατον. Ὅθεν δοξασθεὶς ἐν πόλῳ, πάντοτε μνημόνευε, τῶν τιμώντων ἐν ὕμνοις, ὡς λαμπρόν σε Νεομάρτυρα.

Χαίροις Κωνσταντῖνε ἔνδοξε, ὁ τῆς Ὕδρας γόνος, Ῥόδου τὸ ἀγλάϊσμα, καὶ πάντων τῶν εὐσεβῶν, τὸ ἐγκαλλώπισμα· ὁ Μάρτυς τοῦ Ἰησοῦ, ὁ Ἀθλοφόρων τῶν πάλαι ἐφάμιλλος, καὶ τούτων ὡς ἀληθῶς, τῆς ὑπὲρ ἔννοιαν δόξης συμμέτοχος. Ὅθεν τοῖς ἀσπαζομένοις, τὸ σεπτόν σου λείψανον, προστασίας σου δίδου, οὐρανίου τὰ δωρήματα.

Ἕτερα. Ἦχος δ΄. Ποίοις εὐφημιῶν στέμμασιν

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Κωνσταντῖνον; τὸν ἀκαταγώνιστον Μάρτυρα, τὸν διὰ Χριστὸν ἐναθλήσαντα, ἀνδρικῶς ἐν χρόνοις τῆς δουλείας· τῆς Ὕδρας, τὸ εὐωδέστατον ἀπάνθισμα, καὶ Ῥόδου, τὸ θεοδώρητον ἀγλάϊσμα. Τοῦτον γὰρ ὄντως ἀξίως, χάρισι θαυμάτων, ἐθαυμάστωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι.

Ποίοις εὐφραντικοῖς μέλλεσιν, ἐπαινέσωμεν τὸν Κωνσταντῖνον; τὸν ἐν μετανοίας τοῖς δάκρυσι, πτῶμα τὸ δεινὸν διορθώσαντα, καὶ μαρτυρικῶς τελειωθέντα· τὸ ἄνθος, τῆς εὐσεβείας τὸ ἡδύπνοον, καὶ μῦρον, ὁμολογίας τὸ πολύτιμον. Τοῦτον γὰρ ὄντως ἀξίως, σκηνῆς τῶν Μαρτύρων, κατηξίωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ πνεύματι.

Ποίοις νικητικοῖς ἔπεσι, στεφανώσωμεν τὸν Κωνσταντῖνον; τὸν Ἀγαρηνῶν τὴν φαυλότητα, στόματι ἁγίῳ ἐλέγξαντα, καὶ ἀνυψωθέντα τῇ ἀγχόνῃ· τὸν πάσας, τὰς μηχανὰς ἐχθροῦ πατήσαντα, καὶ πίστιν, τῶν Ὀρθοδόξων μεγαλύναντα. Τοῦτον γὰρ ὄντως ἀξίως, ζωῆς τῆς ἀφράστου, κατηξίωσεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν Υἱῷ καὶ Θείῳ Πνεύματι.

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμέν σε Κωνσταντῖνε; σὺ γὰρ τῆς παγίδος τοῦ δράκοντος, ὡς ἐῤῥύσθης πλούτῳ τῆς χάριτος, τῷ Χριστῷ ἐν δάκρυσι προσῆλθες· σαυτὸν δέ, τῇ μετανοίᾳ ἁγνισάμενος, Μαρτύρων, καθηγιάσθης κατορθώμασιν. Ὅθεν θυσία τελείᾳ, προσαχθεὶς Κυρίῳ, ἐδοξάσθης ἐν οὐρανοῖς, καὶ βλύζεις ἰάματα, ἀπαύστως ἐκ τῶν λειψάνων σου.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἡ τοῦ Νεομάρτυρος Κωνσταντίνου μνήμη, ὡς ἀστὴρ οὐρανόφωτος ἐπέλαμψε, τὰς ψυχὰς τῶν πιστῶν καταπυρσεύουσα, τῶν ἐν ἀγαλλιάσει βοώντων· Χαίροις ὁ τὰς παγίδας, τοῦ ἀρχεκάκου ἐχθροῦ διαδράς, καὶ τὴν θερμὴν τοῦ Κορυφαίου, ἐπιδείξας μετάνοιαν· χαίροις ὁ ἑκουσίως, τοῖς βασάνοις ἑαυτὸν δεδωκώς, καὶ τὸν σὲ πρῴην πτερνίσαντα, καταβαλὼν τῇ ἀθλήσει σου· χαίροις ὁ τῆς Ὕδρας τίμιος βλαστός, τῆς Ῥόδου τὸ καύχημα καὶ μέγας πολιοῦχος. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, μή παύσῃ δεόμενος, ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἠσαῒου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 9)

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄ 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Α᾽γάλλεται ἐν Κυρίῳ, ἡ ἐνεγκαμένη σε Ὕδρα, καυχωμένη τοῖς σπαργάνοις σου, Κωνσταντῖνε ἀοίδιμε· ἀλλὰ πλέον εὐφραίνεται, ἡ περιώνυμος Ῥόδος, ἁγιασθεῖσα τῷ μαρτυρίῳ σου· ἀμφότεραι δὲ πολιοῦχόν σε ἔχουσαι, τὴν μνήμην σου γεραίρουσι, καὶ τὴν προστασίαν σου ἐκδεχόμεναι, τῶν θαυμάτων σε δυνάμει δοξάσαντι, εὐφροσύνως κραυγάζουσιν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις σου πάντοτε.

Ἦχος β΄.

Ε᾽πὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, Κωνσταντίνου τοῦ ἐν Ῥόδῳ ἀθλήσαντος, ἀγγελικῶς οἱ πιστοὶ χορεύσωμεν· οὗτος γὰρ τὰ ἐν κόσμῳ τερπνά, ἔρωτι ἁγίῳ ὡς ὄναρ ἀφείς, ἐπὶ τῆς ἀθλήσεως τὸ στάδιον ἔδραμε, καὶ ἐν αὐτῷ τὸν ἐχθρὸν καταπαλαίσας, ἀριστεὺς τροπαιοφόρος πίστεως γέγονε, τῇ δυνάμει Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν δι᾿ αὐτοῦ, τὸ μέγα ἔλεος.

Ἦχος γ΄.

Πῶς μὴ ἐπαινέσωμεν, τὴν μακαρίαν σου ἄθλησιν, Κωνσταντῖνε Νεομάρτυς ἀοίδιμε; τὸν γάρ σε πρῴην πτερνίσαντα ἐχθρόν, ἀνδρικῶς καταβέβληκας, καὶ τὴν πατρῴαν πίστιν ἐδόξασας, βασάνοις ἀνυποίστοις προσομιλήσας, καὶ δι᾿ ἀγχόνης θάνατον δεξάμενος. Διὸ ἐν τῇ μνήμῃ σου συνελθόντες, εὐχαρίστως βοῶμέν σοι· Χαίροις ὁ τοῦ Σωτῆρος μιμητής, τοῦ παρέχοντος ἡμῖν διὰ σοῦ, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Ἦχος δ΄.

Τῆς Ἐκκλησίας ὁ φωστήρ, καὶ εὐσεβείας ὁ κανών, Κωνσταντῖνος ὁ θαυμάσιος, σήμερον ἡμᾶς συγκαλεῖ, πρὸς ὑμνῳδίαν τῶν ἄθλων αὐτοῦ. Οὗτος γὰρ ἐπὶ τὴν πέτραν τῆς πίστεως, δι᾿ ἀληθοῦς μετανοίας, θεμελίους θείους οἰκοδομήσας, οὐδ᾿ ὅλως ἐσαλεύθη, ταῖς προσβολαῖς τῶν βασάνων· ἀλλ᾿ ἐν αὐταῖς δοκιμασθείς, ἀπροσμάχητος ὤφθη τοῖς τυράννοις, ὧν καὶ καθεῖλε τὸ φρύαγμα, ἐν τῇ ἀγχόνῃ αἰωρηθείς, ὡς ἐπὶ ξύλου ὁ Σωτὴρ τῶν ἁπάντων. Αὐτὸν οὖν Νεομάρτυς ἱκέτευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν τιμώντων σε.

Ἦχος πλ. α΄.

Νεομάρτυς Κωνσταντῖνε ἀοίδιμε, ἐν Χριστοῦ τῷ Σταυρῷ καυχώμενος, τὰ πάθη αὐτοῦ προθύμως ἀνεδέξω· κριτηρίῳ γὰρ τυράννων παρέστης ὑβριζόμενος, ἐν εἱρκτῇ ζοφώδη ἐδοκιμάσθης, μαστίγων καὶ βασάνων πεῖραν ἔλαβες, καὶ τῇ ἀγχόνῃ ἀπῃωρήθης, ἐν πᾶσι χαίρων ὡς ὁ Παῦλος, ὅτι ἐχαρίσθη σοι, τὸ διὰ τὴν εὐσέβειαν πάσχειν. Ὅθεν τῆς δόξης τῆς ἐγέρσεως αὐτοῦ, κοινωνὸς οὐράνιος γενόμενος, τοῖς τούτου συγχορεύεις Ἀθλοφόροις, μεθ᾿ ὧν πρέσβευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. β΄.

Προγυμνασθεὶς πνευματικῶς ἐν τῷ Ἄθωνι, τοῦ μαρτυρίου στεῤῥῶς τὸ ἀγώνισμα, Κωνσταντῖνε ἐν Ῥόδῳ ἐτέλεσας· τῆς μετανοίας γὰρ τῷ κέντρῳ νυττόμενος, ἐνώπιον τῶν ἀπίστων τυράννων, τὴν καλὴν ὁμολογίαν ὡμολόγησας, καὶ δι᾿ ἀγχόνης ὑπεδέξω, τὸ μακάριον τέλος γηθόμενος. Ὅθεν τῆς αἰωνίου ζωῆς, ὡς Ἀθλοφόρος κατηξιώθης, καὶ παρίστασαι τῷ οὐρανίῳ Βασιλεῖ, πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Ἦχος βαρύς.

Ι᾿δοὺ σήμερον οἱ πιστοί, ἐπὶ τῇ μνήμῃ σου συνελθόντες, εὐλαβῶς σε μακαρίζομεν, Κωνσταντῖνε Νεομάρτυς ἀήττητε· μαρτυρικὸν γὰρ ἀγῶνα διανύσας, τῆς ἀφθαρσίας τοὺς στεφάνους ἀνεδέξω, καὶ παρέστης Χριστῷ τῷ Θεῷ, ὡς τοῦ πάθους αὐτοῦ μιμητής, καὶ κοινωνὸς θαυμασιώτατος. Διὸ πρέσβευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ΄.

Α᾿γάπης οὐρανίου τῷ πυρί, ἀναφλεχθεὶς τὴν καρδίαν, τῆς ματαιότητος τοὺς συνδέσμους διέῤῥηξας, καὶ διὰ μετανοίας ἀληθοῦς, τῆς εὐσεβείας τῷ ζυγῷ, προθύμως σεαυτόν καθυπέταξας· Μαρτύρων δὲ τῷ ζήλῳ τιτρωσκόμενος, τὴν ἀπῃωρηθεῖσάν σοι ἀγχόνην, οὐδόλως ἐπτοήθης ὡς ἀήττητος, ἀλλ᾿ ἀνῆλθες ἐν αὐτῇ καὶ ἀπηγχόνισας, τῶν τυράννων Κωνσταντῖνε τὴν ἀπόνοιαν. ῍Ω τῆς μεγίστης σου ἀνδρείας, καὶ τῆς ἐνδόξου ἐνστάσεως! ὡς γὰρ Χριστοῦ μιμητής, θανατωθεὶς ἐν αὐτῇ, θυσία λογικὴ προσηνέχθης τῷ Θεῷ, τῷ σῴζοντι διὰ σοῦ, τὰς ψυχὰς τῶν τιμώντων σε.

Δόξα. Ἦχος α΄.

Φιλομαρτύρων οἱ δῆμοι, τὸν κραταιὸν Νεομάρτυρα, τιμῶμέν σε Κωνσταντῖνε ἀοίδιμε· ἰδεῖν γὰρ ἐφιέμενος, τῆς αἰωνίου ζωῆς τὴν λαμπρότητα, θανάτου ποτήριον ἐξέπιες, καὶ κλίμακι τὴν ἀγχόνην χρησάμενος, πρὸς Χριστὸν στεφηφόρος ἀνέδραμες. Διό σε σήμερον συνελθόντες, τοῖς ᾄσμασι μακαρίζομεν, καὶ τῷ σεπτῷ σου λειψάνῳ προσπίπτοντες, ἱκετηρίαν προσάγομεν λέγοντες· Πρέσβευε Ἀθλοφόρε, τῷ δοξάσαντί σοι ἐν Τριάδι Θεῷ, περιφρουρῆσαι καὶ σῶσαι τὴν πόλιν σου, τὴν πολιοῦχόν σε κεκτημένην, καὶ καυχωμένην τρανῶς τῇ ἀθλήσει σου.

Καὶ νῦν. Θεοτοκίον.

Α῾μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ Νεομάρτυς Χριστοῦ, Νεομαρτύρων τὸ φαιδρὸν ἐγκαλλώπισμα, Μαρτύρων λαμπρὰ προσθήκη, ὡς ἐν ἐσχάτοις αὐτῶν, μιμητὴς ἐν πᾶσι καὶ ὁμότροπος· τῆς Ὕδρας τὸ βλάστημα, καὶ τῆς Ῥόδου τὸ καύχημα, τῆς Ἐκκλησίας, τὸ καινὸν ἐγκαλλώπισμα, τὸ οὐράνιον, Ὀρθοδόξων ἀγλάϊσμα· πίστεως τὸ ἀπάνθισμα, καὶ δόξα ἀρίζηλος, τῆς πατρικῆς εὐσεβείας, τὸ μυστικὸν καλλιέρημα. Χριστὸν ἐκδυσώπει, Κωνσταντῖνε ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὁ Ἀθλοφόρος Χριστοῦ, ὁ ἐν τῇ Ῥόδῳ ἐναθλήσας ὡς ἄσαρκος, καὶ φρύαγμα τῶν τυράννων, νικητικῶς καθελών, τῷ εὐσθενεστάτῳ μαρτυρίῳ σου· στεῤῥῶς γὰρ ὑπέμεινας, τῆς εἱρκτῆς τὸ ἐπώδυνον, τὰς δριμυτάτους, ἀλγηδόνας τοῦ σώματος, καὶ τὸν θάνατον, ὡς ζωῆς ὄντα πρόξενον. Ὅθεν σε ὁ φιλάνθρωπος, φωτὸς κατηξίωσαι, τῆς οὐρανῶν βασιλείας, σὺν τῶν Μαρτύρων τοῖς τάγμασι· μεθ᾿ ὧν Κωνσταντῖνε, ἐκδυσώπει ὑπὲρ πάντων τῶν εὐφημούντων σε.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίρει πνευματικῶς ἐπὶ σοί, πόλις Ῥοδίων Κωνσταντῖνε ἡ ἔνδοξος, καὶ μνήμην σου τὴν ἁγίαν, ἐπιτελεῖ εὐλαβῶς, τοὺς λαμπρούς σου ἄθλους μακαρίζουσα· καλῶς γὰρ διήνυσας, ἐν αὐτῇ τὸ μαρτύριον, καὶ πολιοῦχος, εὐδοκίᾳ τῇ ἄνωθεν, ἀναδέδειξαι, αὐτῆς Μάρτυς ἀκοίμητος. Ὅθεν καὶ τοῦ λειψάνου σου, τῇ θήκῃ προστρέχουσα, τῆς χάριτός σου λαμβάνει, ὑπερφυῶς τὰ δωρήματα, δοξάζουσα Μάρτυς, ὀρθοδόξως τὴν Τριάδα, τὴν ὁμοούσιον.

Δόξα. Ἦχος β΄.

Δεῦτε σήμερον πιστοί, τὸν Νεομάρτυρα Χριστοῦ, τὸν ἐξ Ὕδρας ἐκλάμψαντα, καὶ ἐν Ῥόδῳ ἀθλήσαντα, Κωνσταντῖνον τὸν ἔνδοξον, μαρτυρικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὡς νουνεχής, τῶν τυράννων τὴν ἀσέβειαν μισήσας, τῆς πατρικῆς εὐσεβείας ἀντελάβετο, καὶ οὐκ ἐφείσω σαρκὸς θνησκούσης, βασάνοις ποικίλοις προσομιλήσας, ἀλλ᾿ ὡς ἄσαρκος ἐπὶ ἀγχόνης ἀνυψώθη, καὶ ἐταπείνωσεν ἐχθρὸν τὸν ἀνθρωπόλεθρον. Ὅθεν τῆς μελλούσης δόξης, τῶν ὑπὲρ ἔννοιαν κοινωνήσας ἀγαθῶν, τῷ Βασιλεῖ τῶν αἰώνων συμβασιλεύει, καὶ πρεσβεύει ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Παλαιόν.

Κωνσταντῖνον τῆς Ὕδρας, τὸν ὑπέρτιμον ὄρπηκα, τῶν Νεομαρτύρων τὸ κλέος, τὸν ἐν Ῥόδῳ ἀθλήσαντα, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τιμήσωμεν προφρόνως ἀδελφοί, ὡς ὑπὲρ Χριστοῦ παθόντα, καὶ τὸν ἀγχόνης θάνατον δεξάμενον. Οὗτος συμβασιλεύει γὰρ Χριστῷ, καὶ ὑπὲρ ψάμμον ἰάματα, πᾶσι τοῖς προστρέχουσιν αὐτῷ, χύδην χαρίζεται.

Ἕτερον. Ὅμοιον.

Α᾿νανήψας τῆς πλάνης, θεολήπτῳ φρονήματι, τὸ ὑπὲρ Χριστοῦ ἀνεδέξω, Κωνσταντῖνε μαρτύριον, καὶ ἤθλησας ἐν Ῥόδῳ ἀνδρικῶς, βασάνους ὑπομείνας χαλεπάς, καὶ μανίᾳ τῶν τυράννων ἀγχονισθείς· διό σοι ἀναβοῶμεν· Δόξα τῷ σὲ ἰσχύσαντι Θεῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν.

Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου.

Εὐφραίνου ἐν Χριστῷ, τῶν Ῥοδίων ἡ πόλις, προστάτην κραταιόν, καὶ θερμὸν πολιοῦχον, τὸν θεῖον Νεομάρτυρα, Κωνσταντῖνον πλουτήσασα, τὸν αἰσχύναντα, Ἀγαρηνῶν τὴν ἀπάτην, καὶ ὑψώσαντα, τῶν Ὀρθοδόξων τὸ κέρας, ἐσχάτοις ἐν ἔτεσι.

Δόξα. Ὅμοιον.

Α᾽θλήσας ἀνδρικῶς, Κωνσταντῖνε ἐν Ῥόδῳ, ἐδόξασας Χριστόν, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ τούτῳ νῦν παρίστασαι, σὺν Μαρτύρων τοῖς τάγμασι· μεθ᾿ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, τῶν τιμώντων σου, τὴν ἀξιέπαινον μνήμην, παμμάκαρ ἐν ᾄσμασι.

Καὶ νῦν. Θεοτοκίον.

Παράδεισος τερπνός, ἀληθῶς ἀνεδείχθης, ὡς τίμιον ζωῆς, ἐκβλαστήσασα ξύλον, τῆς φύσεως Πανάχραντε, φυτουργὸν τὸν οὐράνιον, παρεχόμενον, φιλανθρωπίᾳ ἀφάτῳ, τὴν ἀνάστασιν, τοῖς νεκρωθεῖσιν ἀθλίως, Παρθένε τοῖς πάθεσι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Α᾽νανήψας εὐσεβῶς, ἀπὸ τῆς πλάνης τῶν ἐχθρῶν, μετανοίας στεναγμοῖς, προσῳκειώθης τῷ Χριστῷ, τῷ τῆς καρδίας σου ἔρωτι Κωνσταντῖνε, καὶ ὡς εὐσθενής, καθυπέμεινας, ἐν μαρτυρικῷ, παραστήματι, ἐπιφορὰς βασάνων δριμυτάτων, καὶ δι᾿ ἀγχόνης τὸν θάνατον. Ἀλλ᾿ ἐκδυσώπει, Θεὸν δοθῆναι, ἡμῖν λύσιν πταισμάτων.

Δόξα. Ὅμοιον.

Προσελθὼν δαυϊτικῶς, ἐν μετανοίᾳ τῷ Χριστῷ, ἐμιμήσω ἀνδρικῶς, πάθος τὸ τίμιον αὐτοῦ, καταφρονήσας τοῦ σώματος Κωνσταντῖνε, καὶ ὡς μυστικόν, προσενήνεξαι, ἔμψυχον αὐτῷ, ὁλοκάρπωμα, καρτερικῶς τελέσας δι᾿ ἀγχόνης, τοῦ μαρτυρίου τὸν δόλιχον. Ἀλλ᾿ ἐκδυσώπει, αὐτὸν σωθῆναι, τοὺς πιστῶς σε τιμῶντας.

Καὶ νῦν. Θεοτοκίον.

Τῇ δυνάμει τοῦ ἐκ σοῦ, ἐνανθρωπήσαντος φρικτῶς, καὶ λυτρώσαντος ἡμᾶς, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, ὁ Κωνσταντῖνος ῥωννύμενος Θεοτόκε, ἔδραμε στεῤῥῶς, πρὸς τὸ στάδιον, καὶ μαρτυρικῶς, κατετρόπωσεν, Ἀγαρηνῶν τυράννων μιαιφόνων, τὸ ἐπαιρόμενον φρύαγμα· μεθ᾿ οὗ δυσώπει, ἡμᾶς σωθῆναι, τὸν Δεσπότην Παρθένε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς ψυχῆς ἀποπλύνας τὸν μολυσμόν, τῶν δακρύων σου ὄμβροις δαυϊτικῶς, ἐδέξω τὴν δύναμιν, Παρακλήτου τὴν ἄμαχον, καὶ ταύτην περιφέρων, ὡς ὅπλον ἀήττητον, κατὰ τῆς ἀσεβείας, ἀνδρείως ἐχώρησας. Ὅθεν δι᾿ ἀγχόνης, τὸν ἀγῶνα τελέσας, Μαρτύρων ἀπέλαβες, τὸν ἀμάραντον στέφανον, Κωνσταντῖνε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Ὅμοιον.

Α᾿σεβείας τὴν πλάνην καταλιπών, ἐπανῆλθες πρὸς πίστιν τὴν εὐσεβῆ, καὶ ταύτην ἐκήρυξας, τῶν τυράννων ἐνώπιον, μηδόλως δειλιάσας, αὐτῶν τὴν αὐθάδειαν, ὡς δυνατὸς ἰσχύϊ, τῆς ἄνωθεν χάριτος. Ὅθεν ὑπομείνας, πολυτρόπους βασάνους, καὶ θάνατον βίαιον, τῆς ζωῆς κατηξίωσαι, Κωνσταντῖνε τῆς κρείττονος, πρεσβεύων τῷ Θεῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐκτελοῦσιν ἐν ὕμνοις, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ ἐκ σοῦ σαρκωθέντος ὑπερφυῶς, τῇ ἀγάπῃ ἐνθέως κατατρωθείς, ὁ Μάρτυς Πανάχραντε, Κωνσταντῖνος ὁ ἔνδοξος, ὡς ἄσαρκος ὑπῆλθεν, ἀθλήσεως δίαυλον, καὶ ἐν αὐλαῖς τῆς ὄντως, ζωῆς κατεσκήνωσεν. Ὅθεν παῤῥησίᾳ, σὺν αὐτῷ ἐκδυσώπει, Θεὸν τὸν τρισάγιον, λυτρωθῆναι ὡς εὔσπλαγχνος, τοῦ πυρὸς τῆς κολάσεως, Παρθένε Θεοτόκε Ἁγνή, τοὺς ὑμνοῦντας τόκον σου τὸν ἄσπορον, δι᾿ οὗ ἀνέτειλε κόσμῳ, ἡ αὐγὴ τῆς χάριτος.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.

Ὁ Ν΄. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ο῾δὸν μαρτυρίου διανύσας, καὶ ἐχθρὸν εἰς τέλος θριαμβεύσας, ἐν οὐρανοῖς τὴν κατάπαυσιν ἔσχες, Μαρτύρων χοροῖς συναυλιζόμενος, Κωνσταντῖνε τῆς Ὕδρας τὸ βλάστημα, καὶ Ῥόδου τὸ καύχημα. Διὸ δυσωποῦμέν σε· Χριστὸν ἱκέτευε, ἐργάσασθαι μετόχους, τῆς βασιλείας οὐρανῶν, τοὺς ἀνυμνοῦντάς σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄. Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Κωνσταντῖνον Κύριλλος ὑμνεῖ ὁ Ρόδου».

Ὠιδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.

Κόσμου ἀλογήσας τῶν φθαρτῶν, τοῦ μαρτυρίου τοῖς πόνοις δεδόξασαι, Κωνσταντῖνε ἔνδοξε, καὶ φωτισμοῦ τοῦ μυστικοῦ πεπλήρωσαι· ὅθεν φῶς μοι αἴτει, ὑμνολογοῦντι τοὺς ἄθλους σου.

Ω῎φθης νεανίας εὐπρεπής, ἐνδεδυμένος τὴν χάριν τῆς πίστεως, Κωνσταντῖνε ἔνδοξε, καὶ δυσμενῶν τὰς παρατάξεις ᾔσχυνας, τῇ μαρτυρικῇ σου, ὡς ἀληθῶς γενναιότητι.

Νέος ὢν τὸ σῶμα κομιδῆ, τὸν παλαμναῖον δυνάστην κατέβαλες, Κωνσταντῖνε ἔνδοξε, νικητικῶς ἐν μαρτυρίου σκάμματι· ὅθεν τοὺς στεφάνους, τῆς ἀφθαρσίας ἀπέλαβες.

Θεοτοκίον.

Σῶσαι Θεοτόκε Μαριάμ, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ὑμνολογοῦντάς σε, χαρμονικῶς ὡς τοῦ Θεοῦ ἀπείρανδρον, Ἄχραντε Μητέρα, δι᾿ ἧς ἡ πλάνη κατήργηται.

Κανὼν δεύτερος τοῦ Ἁγίου φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».

Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας.

Μαρτυρικαῖς διαλάμπων μαρμαρυγαῖς, τῷ Χριστῷ παρίστασαι, Κωνσταντῖνε εὐκλεῶς, ᾧ σωθῆναι πρέσβευε θερμῶς, τὰς ψυχὰς τῶν εὐσεβῶς ὑμνολογούντων σε.

Ε᾿κ ῥιζουχίας βλαστήσας θεοφιλοῦς, ἐν καιρῷ ἐξήνθησας, εὐσεβείας τοὺς καρπούς, Κωνσταντῖνε ἔνδοξε ἐχθροῖς, τοῖς ἀπίστοις καρτερῶς ἀντιταξάμενος.

Ε᾿ν τῷ καιρῷ τῆς δουλείας πλησιφαής, τῆς πατρῴας πίστεως, ἐξανέτειλας φωστήρ, Κωνσταντῖνε κράτιστε στεῤῤῶς, ἀρετὴν μαρτυρικὴν ἐπιδειξάμενος.

Θεοτοκίον.

Καταιγιζόμενον σάλῳ τῶν πειρασμῶν, τῇ γαλήνῃ σῶσόν με, τῶν θερμῶν σου πρεσβειῶν, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον Ἁγνή, τὸν ἐκ σοῦ ὑπερφυῶς ἐνανθρωπήσαντα.

Κανὼν πρῶτος. Ὠιδὴ γ΄. Ὁ μόνος εἰδώς.

Τυράννων ἀπίστων τὴν ὀφρύν, ἐπάτησας τοῖς ἄθλοις σου, καὶ εὐθαρσῶς αὐτοὺς ἐταπείνωσας, Χριστοῦ κηρύξας τὸ θεῖον ὄνομα, Κωνσταντῖνε ἔνδοξε, καὶ Σταυροῦ τῇ χάριτι, ἀλογήσας βασάνων τοῦ σώματος.

Α᾿θλῆσαι ποθήσας μανικῶς, τῷ ἔρωτι τοῦ Κτίστου σου, Ἀγαρηνῶν τὴν πλάνην διήλεγξας, καὶ πρὸς Μαρτύρων τὸ θεῖον στάδιον, ῥωμαλέος ἔδραμες, Κωνσταντῖνε ἔνδοξε, εὐσεβείας ἐκφαίνων τὴν δύναμιν.

Νεκρώσας εἰς τέλος τῆς σαρκός, τὸ φρόνημα ὡς πάνσοφος, καὶ παριδὼν ἀκμὴν τῆς νεότητος, τὰς ἀλγηδόνας ἀνδρείως ἤνεγκας, Κωνσταντῖνε ἔνδοξε, καὶ ζωῆς ἐπέτυχες, δι᾿ ἀγχόνης τὸ τέλος δεξάμενος.

Θεοτοκίον.

Τυράννου τὸ κράτος ἀληθῶς, τῷ τόκῳ σου κατέλυσας, καὶ τῆς Ἐδὲμ τὴν πύλην διήνοιξας, τοῖς ὀρθοδόξως ὁμολογοῦσί σε, Θεοτόκον Ἄχραντον, καὶ τοῦ Ἀρχαγγέλου σοι, μελῳδοῦσι τὸ Χαῖρε ἐκ πίστεως.

Κανὼν δεύτερος. Οὐκ ἔστιν Ἅγιος.

Η῾ Ὕδρα γάνυται τρανῶς, δόξῃ σου τῇ ἁγίᾳ, Κωνσταντῖνε παμμάκαρ, καὶ δοξάζει τὸν Θεόν, τὸν ἐν ἐσχάτοις καιροῖς, δοξασθέντα τῇ στεῤῥᾷ ἀθλήσει σου.

Θεοῦ τῇ χάριτι λαμπρῶς, φωτισθεὶς τὴν καρδίαν, μετανοίᾳ προσῆλθες, Κωνσταντῖνε τῷ Χριστῷ, καὶ ἀνεδείχθης αὐτοῦ, Ἀθλοφόρος τῇ ὁμολογίᾳ σου.

Εὐχαῖς σὺν δάκρυσιν θερμοῖς, προσελθὼν τῷ Κυρίῳ, Κωνσταντῖνε ἐδέξω, Παρακλήτου τὴν ἰσχύν, ἐν ᾗ καθεῖλες στεῤῥῶς, τοῦ δυνάστου θράσος τὸ ὑψάχευνον.

Θεοτοκίον.

Υ῾μνοῦμεν Δέσποινα πιστῶς, τόκον σου τὸν φρικώδη, δι᾿ οὗ πᾶσα ἡ κτίσις, καὶ τὸ γένος τῶν βροτῶν, τῆς τοῦ γενάρχου Ἀδάμ, ἐλυτρώθη Μῆτερ κατακρίσεως.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οὐκ ἐπτοήθης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐφοβήθης τὸ σφοδρὸν τῶν βασάνων, ἀλλ᾿ ἀνδρικῶς ἐχώρησας πρὸς ἄθλησιν, φέρων ὅπλον τίμιον, τὸν Σταυρὸν τοῦ Σωτῆρος, καὶ κατετραυμάτισας, τῶν δαιμόνων τὸ θράσος. Ὅθεν Χριστῷ παρέστης νικητής, ὑπὲρ ἡμῶν Κωνσταντῖνε δεόμενος.

Δόξα. Ὅμοιον.

Τοῦ μαρτυρίου μυστικαῖς ἀγλαῒαις, τῇ Ἐκκλησίᾳ ὡς φωστὴρ ἀναλάμψας, ἐν τοῖς ἐσχάτοις ἔτεσι πανόλβιε, καταυγάζεις ἅπαντας, τοὺς πιστῶς σε τιμῶντας, καὶ ἀναβοῶντάς σοι, ἐκ ψυχῆς Κωνσταντῖνε· Χαῖρε Χριστοῦ ὁ νέος ἀθλητής, ὁ καταισχύνας τυράννων τὴν ἔπαρσιν.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν Βασιλέα τοῦ παντὸς καὶ Σωτῆρα, τῶν Θεοτόκον σε πιστῶς εὐφημούντων, ὥσπερ Υἱόν σου καὶ Θεὸν ἱκέτευε, δοῦναι ὡς φιλάνθρωπος, εὐπραγίαν ἐν βίῳ, καὶ πταισμάτων ἄφεσιν, τοῖς οἰκτροῖς σου οἰκέταις, τοῖς πεποιθόσι Μῆτερ ἐπὶ σοί, καὶ μακαρίζουσι πόθῳ τὸν τόκον σου.

Κανὼν πρῶτος. Ὠιδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Ι῎σχυσας τῇ χάριτι, Θεοῦ Παντοκράτορος, ὁμολογῆσαι ἀνδρικῶς, ὡς νεανίας εὐσεβής, τυράννων ἐνώπιον, τοῦ Λυτρωτοῦ ὦ Κωνσταντῖνε τὸ ὄνομα, εἰς καταισχύνην αὐτῶν καὶ κατάπτωσιν.

Νέος ὢν τῷ σώματι, ἀλλ᾿ οὐ τῷ φρονήματι, κατὰ τῆς πλάνης τῶν ἐχθρῶν, Σταυροῦ τῷ ὅπλῳ πεποιθώς, ἀνδρείως ἐχώρησας, καὶ νικητὴς ὦ Κωνσταντῖνε ἀήττητος, διὰ βασάνων πολλῶν ἀναδέδειξαι.

Ο῞λος πυρπολούμενος, τῷ ζήλῳ τῆς πίστεως, οὐκ ἐπτοήθης τὴν ψυχήν, δοκιμαζόμενος πικραῖς, αἰκίαις τοῦ σώματος, ἀλλ᾿ ἐν αὐταῖς ἐγκαρτερήσας ὡς ἄσαρκος, ὦ Κωνσταντῖνε Θεὸν ἐμεγάλυνας.

Θεοτοκίον.

Νόμους Θεονύμφευτε, φυγοῦσα τῆς φύσεως, τὸν Βασιλέα τοῦ παντός, Χριστὸν τὸν Κύριον ἡμῶν, ἀσπόρως ἐκύησας· διὸ πιστῶς οἱ γηγενεῖς σε γεραίρομεν, τὴν σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

Κανὼν δεύτερος. Χριστός μου δύναμις.

Χριστῷ ἑπόμενος, τῇ μετανοίᾳ σου, κριτηρίῳ παρέστης τυραννικῷ, Κωνσταντῖνε ἔνδοξε, καὶ ἐταπείνωσας ἐχθρόν, τὸν σὲ πρῴην φενακίσαντα.

Α᾿κμὴν νεότητος, ὡς νουνεχέστατος, καὶ τρυφὰς ἐπικήρους ὑπεριδών, ὡς διψῶσα ἔλαφος, πρὸς μαρτυρίου τὴν ὁδόν, Κωνσταντῖνε προσεχώρησας.

Σταυροῦ τῇ χάριτι, ἐνδυναμούμενος, ἐμιμήσω τὸ πάθος τοῦ Ἰησοῦ, Κωνσταντῖνε ἔνδοξε· διὸ μετέσχες ἐν Ἐδέμ, τῆς χαρᾶς τῆς Ἀναστάσεως.

Θεοτοκίον.

Ρ῾οαῖς Θεόνυμφε, τῆς εὐσπλαγχνίας σου, ἀναψύχουσα δεῦρο ὡς ἀγαθή, τὰς ψυχὰς τῶν δούλων σου, τῶν προσκυνούντων εὐσεβῶς, τὸ μυστήριον τοῦ τόκου σου.

Κανὼν πρῶτος. Ὠιδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Καταιγίδι τῶν βασάνων σφοδρῶς χειμαζόμενος, μαρτυρίου Κωνσταντῖνε διέβης τὴν θάλασσαν, καὶ λιμένα εὗρες γαληνόν, Χριστοῦ τοῦ ζωοδότου, τὴν βασιλείαν μακάριε.

Υ῾πομείνας ἀνενδότως, εἱρκτῆς τὸ ἐπώδυνον, καὶ τὰς ἄλλας Κωνσταντῖνε, κακώσεις τοῦ σώματος, δι᾿ ἀγχόνης ἔτυχες τῆς σῆς, παμμάκαρ προσδοκίας, ὡς Νεομάρτυς περίδοξος.

Ρ῾ητορεύσας εὐσεβείας, πανσόφως τὰ ῥήματα, ἀσεβείας Κωνσταντῖνε ὀφρὺν ἐταπείνωσας, καὶ ἐπώφθης στήριγμα λαμπρόν, ἐν χρόνοις τῆς δουλείας, τῷ Ὀρθοδόξῳ πληρώματι.

Θεοτοκίον.

Ι᾿ατῆρα καὶ Σωτῆρα, ἀνθρώποις ἐκύησας, ἐξ ἁγίων σου αἱμάτων Χριστὸν Μητροπάρθενε· ὅθεν τὴν νοσοῦσάν μου ψυχήν, θεράπευσον ἐλαίῳ, τῆς εὐσπλαγχνίας σου δέομαι.

Κανὼν δεύτερος. Τῷ θείῳ φέγγει σου.

Τοῦ μαρτυρίου σου τῷ φωτί, λάμψας ἐν δουλείας τῇ νυκτί, ὥσπερ φωστὴρ παμφαέστατος, Κωνσταντῖνε Μάρτυς σοφέ, Θεοῦ τὸν λαόν, ἐφώτισας τῇ αἴγλῃ, τῶν θαυμασίων σου.

Ε᾿θεολόγησας εὐσεβῶς, ζήλῳ ἐναντίον τῶν ἐχθρῶν, ὁμολογήσας τὸν Κύριον, Κωνσταντῖνε Μάρτυς στεῤῥέ· διὸ παρ᾿ αὐτοῦ, τὸν στέφανον ἐδέξω, τὸν ἀμαράντινον.

Υ῾πὲρ τῆς πίστεως τοῦ Χριστοῦ, ἐν ῥωμαλεότητι φρενῶν, ἀγχονισθεὶς ἀπηνέστατα, οὐρανίου ὕψους λαμπρῶς, ἐπέβης· διὸ, Μαρτύρων Κωνσταντῖνε, τῆς δόξης ἔτυχες.

Θεοτοκίον.

Ι῞λεων ποίησον τὸν ἐκ σοῦ, σάρκα προσλαβόμενον Ἁγνή, δι᾿ εὐσπλαγχνίαν ἀνείκαστον, Θεοτόκε πᾶσιν ἡμῖν, τοῖς πίστει θερμῇ, ὑμνοῦσιν ἀκορέστως, τὰ μεγαλεῖά σου.

Κανὼν πρῶτος. Ὠιδή στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Λαμπόμενος φωτὶ τῆς θείας γνώσεως, ἐν σκότει διετέλεσας, τῆς ζοφώδους παμμακάριστε εἱρκτῆς, ἐν ᾗ ὁ Δεσπότης ἐνισχύων σε, ἐπιφανείς, τὰς τῆς σαρκός σου πληγὰς ἰάσατο.

Λευκάνας τὴν ψυχήν τὸ πρῶτον δάκρυσι, τοῖς ἄθλοις σου ἐσύστερον, Κωνσταντῖνε κατεποίκιλας αὐτήν, καὶ λελαμπρυσμένος τῇ ἀθλήσει σου, ἐν πλατυσμῷ, τοῦ Παραδείσου Μάρτυς ἐσκήνωσας.

Ο᾿ρθρίσας πρὸς Χριστὸν τῆς μετανοίας σου, ἐνθέοις προτερήμασι, τῆς ἡμέρας ἀναδέδειξαι υἱός, Μάρτυς Κωνσταντῖνε καὶ διέλυσας, τυραννικῆς, θεοεχθρίας σκότος τὸ βύθιον.

Θεοτοκίον.

Σωτῆρα τοῦ Πατρὸς ἡμῖν κυήσασα, τὸν Λόγον Μητροπάρθενε, καθικέτευε ὡς εὔσπλαγχνος αὐτόν, ἵνα λυτρωθῶμεν πάσης θλίψεως, καὶ πειρασμῶν, οἱ Θεοτόκον ὁμολογοῦντές σε.

Κανὼν δεύτερος. Τοῦ βίου τὴν θάλασσαν.

Ε᾿ν Ῥόδῳ ἠγώνισαι, τὸν ἀγῶνα τὸν καλόν, καὶ ἐν Σιὼν πολύαθλε, νῦν ἐκλάμπεις τῇ ἄνω περιφανῶς, Μαρτύρων τοῖς τάγμασι, Κωνσταντῖνε ὡς Μάρτυς ἀκατάπληκτος.

Εἱρκτῆς καθυπέμεινας, τὰς κακώσεις καρτερῶς, καὶ τὰς πληγὰς ὑπήνεγκας, ἀτενίζων παμμάκαρ πρὸς οὐρανόν, ἐξ οὗ καὶ τὰ ἔπαθλα, Κωνσταντῖνε ἐδέξω τῶν ἀγώνων σου.

Τῆς κρείττονος στάσεως, οὐδαμῶς παρατραπείς, ταῖς ἀλγειναῖς κολάσεσι, καὶ βασάνοις μακάριε τῆς σαρκός, ἀγχόνῃ ἀνέδραμες, Κωνσταντῖνε Χριστῷ ὥσπερ ἐπόθησας.

Θεοτοκίον.

Λαὸν τὸν τιμῶντά σε, ἀπὸ πάσης συμφορᾶς, ὡς ἀγαθὴ διάσωσον, ταῖς πρεσβείαις σου Ἄχραντε πρὸς Χριστόν, τὸν εὔσπλαγχνον Κύριον, τὸν ἀφράστως ἐκ σοῦ ἐνανθρωπήσαντα.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ε῾ορτάζει σήμερον, τὴν παναγίαν σου μνήμην, Κωνσταντῖνε ἔνδοξε, ἀγαλλομένη ἡ Ῥόδος, ἄθλοις σου, τοῖς ὑπὲρ φύσιν ἁγιασθεῖσα, μέγαν δέ, ἀπολαβοῦσά σε πολιοῦχον, καὶ πιστῶς σοι ἀνακράζει· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.

Ὁ Οἶκος.

Τῆς χάριτος τῇ ἀστραπῇ, ὡς κατηυγάσθης τὴν ψυχήν, τῆς ἀσεβείας τὴν ὁδόν, κατέλιπες ὁλοσχερῶς, καὶ ἐν μετανοίᾳ Θεὸν ἐξεζήτησας, τὴν στρωμνήν σου δαυϊτικῶς, καταβρέχων τοῖς δάκρυσι, καὶ κραυγάζων αὐτῷ γοερῶς· Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὴν ἁμαρτίαν μου ἐγὼ γινώσκω· ἀλλ᾿ ὁ τοῦ Κορυφαίου τὴν μετάνοιαν προσδεξάμενος, καὶ τελώνην καὶ τὴν ἁμαρτωλὸν δικαιώσας, ἔπιδε ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου σου, καὶ ἀνάδειξόν με τῆς ὁμολογίας σου ἄξιον· Αὐτὸς δὲ ὡς πολυεύσπλαχνος, καὶ ἐπὶ κακίαις ἀνθρώπων μετανοῶν, τὴν κραυγήν σου προσδεξάμενος, Μαρτύρων σε γενέσθαι κοινωνὸν κατηξίωσε, καὶ τοῖς θαύμασι Κωνσταντῖνε ἐδόξασεν. Ὅθεν σήμερον ἡ περιώνυμος Ῥόδος, τοῖς ἄθλοις σου ὡραϊζομένη, ἐπιτελεῖ ἀξιοχρέως τὴν μνήμην σου, καὶ ὡς πολιοῦχον σε λαμπρὸν μακαρίζουσα, ἐν εὐφροσύνῃ ἀνακραυγάζει σοι· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.

Μηνολόγιον.

Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνὸς (Νοεμβρίου), Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ Ὑδραίου, τοῦ ἐν Ῥόδῳ δι᾿ ἀγχόνης μαρτυρικῶς τελειωθέντος ἐν ἔτει αω΄ (1800), ἐπὶ τῆς Ἀρχιερατείας τοῦ Μητροπολίτου Ἀγαπίου.

Στίχοι.
Ὁ Κωνσταντῖνος ὑψωθεὶς τῇ ἀγχόνῃ,
Πρὸς Παραδείσου πλατυσμὸν ἀνυψώθη.
Βρόχον Κωνσταντῖνος δεκάτῃ τέτληκε τετάρτῃ.

Συναξάριον.

Οὗτος ὁ ἔνδοξος Νεομάρτυς τοῦ Χριστοῦ Κωνσταντῖνος ὑπῆρξεν υἱὸς γονέων εὐσεβῶν, ὧν ἡ κλῆσις Μιχαὴλ καὶ Μαρίνα, γεννηθεὶς ἐν τῇ νήσῳ Ὕδρᾳ. Ἀπορφανισθεὶς τοῦ πατρὸς αὐτοῦ ἐν νεαρᾷ ἡλικίᾳ καὶ μὴ ἔχων πορίζεσθαι τὰ πρὸς τὸ ζῆν, μετῴκησεν εἰς Ῥόδον, ἔνθα τῇ συνεργίᾳ τοῦ πονηροῦ, δελεασθεὶς ὑπὸ τοῦ ὀθωμανοῦ διοικητοῦ αὐτῆς Χασάν Πασᾶ, ἠρνήθη τὴν Ὀρθόδοξον πίστιν καὶ ἠσπάσατο τὴν τῶν Ἀγαρηνῶν ἀπιστίαν, περιτμηθεὶς καὶ μετονομασθεὶς Χασάν.

Παρεληλυθότων ἐνιαυτῶν τινῶν ἐπανέκαμψεν εἰς Ὕδραν πρὸς συντυχίαν τῆς μητρὸς αὐτοῦ Μαρίνης, ἥτις οὐκ ἐδέξατο αὐτὸν ἐν τῇ οἰκίᾳ, ἀπαντήσασα αὐτῷ ἔσωθεν ὅτι οὐκ ἔχῃ υἱὸν ὀθωμανὸν ὀνομαζόμενον Χασάν, ἀλλὰ Χριστιανόν, φέροντα τὸ ὄνομα Κωνσταντῖνος. Ἐπὶ τῷ ἀκούσματι τούτῳ ἀνανήψας οὗτος καὶ ἐλθὼν εἰς ἑαυτὸν, μετενόησεν εἰλικρινῶς καὶ ἀνεχώρησεν εἰς Κριμαίαν, κακεῖθεν δὲ ἀπάρας ἦλθεν ἐν τῇ Βασιλευούσῃ τῶν πόλεων καὶ συναντήσας τὸν Πατριάρχην Γρηγόριον τὸν ἐκ Δημητσάνης ἐξωμολογήσατο αὐτῷ τὰ κατ᾿ αὐτὸν ἅπαντα, ἃ ἀκούσας ὁ μακάριος ἐκεῖνος καὶ συμβουλεύσας αὐτὸν ἱκανὸν ἀπέστειλεν εἰς τό Ἅγιος Ὄρος, ἔνθα ἐλθών, παρέμεινεν ἐν τῇ σεβασμίᾳ Μονῇ τῶν Ἰβήρων ἀγωνιζόμενος τὸν καλὸν ἀγῶνα τῆς πίστεως καὶ μετανοῶν εἰλικρινῶς ἐπὶ τῇ προτέρᾳ αὐτοῦ ἀσεβεῖ διαγωγῇ.

Προετοιμασθεὶς ᾧδε καὶ προγυμνασθεὶς, ἐπανέλυσεν εἰς Ῥόδον καὶ ἐμφανισθεὶς τῷ Πασᾷ, ὡμολόγησεν εὐθαρσῶς ἑαυτὸν Χριστιανόν, κηρύξας τὸ σωτήριον τοῦ Κυρίου ὄνομα καὶ ἐλέγξας σφοδρῶς τὴν πλάνην τῆς ἀσεβείας τῶν ὀθωμανῶν. Ἐντεῦθεν ὁ μακάριος ἐν εἱρκτῇ βληθεὶς καὶ ποικίλως βασανισθείς καὶ ἐν πᾶσιν ἄτρεπτος διαμείνας ἐδέξατο δι᾿ ἀγχόνης τὸ μακάριον τέλος τῇ 14ῃ Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1800ου, ἀρχιερατεύοντος ἐν Ῥόδῳ τοῦ ἀοιδίμου Μητροπολίτου Ἀγαπίου, ὅστις, ἀδείᾳ τῶν τυράννων, λαβὼν τὸ μαρτυρικὸν σῶμα τοῦ Ἁγίου ἐκήδευσεν αὐτὸ ἐντίμως εἰς τὸν πάνσεπτον Ναὸν τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου Νεοχωρίου, ἔνθα ἐτησίως ἡ μνήμη αὐτοῦ ὑπὸ τῶν εὐσεβῶν ἐπιτελεῖται.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.

Στίχοι.
Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ θαυματουργοῦ, τοῦ Παλαμᾶ.

Στίχοι.
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανὼν πρῶτος. Ὠιδὴ ζ΄. Σὲ νοητὴν, Θεοτόκε.

Υ῾περφυῶς, Κωνσταντῖνε ἤθλησας, ἐν τῆς δουλείας τῷ καιρῷ, καὶ τὴν πλάνην Ἀγαρηνῶν, τῇ ὁμολογίᾳ σου, Μάρτυς ἐξεφαύλισας, ὡς δὲ στρουθίον ἀνίσχυρον, τὸν παλαμναῖον δυνάστην, εἰς τέλος κατεπάτησας.

Μαρτυρικήν, ἐπιδείξας ἔνστασιν, ὡς εὐσεβείας ἀθλητής, τῶν Μαρτύρων ἐν οὐρανοῖς, δόξῃ κατηξίωσαι, τῆς μακαριότητος, μεθ᾿ ὦν τὸν Κτίστην ἱκέτευε, Κωνσταντῖνε θεόφρον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νεανικῷ, Κωνσταντῖνε ἔνδοξε, ἐν παραστήματι Χριστοῦ, Ἀθλοφόρος ἀναδειχθείς, ἐν πόλῳ παρίστασαι, αὐτῷ αὐγαζόμενος, τῇ φωταυγείᾳ τῆς χάριτος, καὶ ἐκλάμπων ἐκεῖθεν, τῇ αἴγλῃ τῶν θαυμάτων σου.

Θεοτοκίον.

Εὐλογητός, Θεοτόκε Ἄχραντε, ὁ ἀπειράνδρως σαρκωθείς, ἐκ γαστρός σου Θεὸς ἡμῶν, καὶ σώσας τὰ σύμπαντα, πλούτῳ ἀγαθότητος, ὁ μητρικαῖς σου δεήσεσιν, τοῖς ὑμνοῦσί σε χάριν, καὶ ἔλεος δωρούμενος.

Κανὼν δεύτερος. Οἱ Παῖδες ἐν Βαβυλῶνι.

Ι᾿λύος ἀποστασίας, τῆς μετανοίας τοῖς δάκρυσι, μυστικῶς ἑαυτὸν ἀποπλύνας, Κωνσταντῖνε πολύαθλε, Θεῷ θυσία ἄμωμος, καθαρὰ προσενήνεξαι.

Τῆς πίστεως τὴν ἀνδρείαν, καὶ εὐσεβείας τὴν δύναμιν, κεκτημένος ἐχθρῶν Κωνσταντῖνε, τὴν ὀφρὺν ἐταπείνωσας, καὶ ἀσεβείας ἔλυσας, παρατάξεις τοῖς ἄθλοις σου.

Η῾ Ῥόδος σε πολιοῦχον, ἀπολαβοῦσα ἀκοίμητον, μακαρίζει λαμπρῶς Κωνσταντῖνε, τὴν ἁγίαν σου ἄθλησιν, δι᾿ ἧς Χριστοῦ τὸ ὄνομα, ῥωμαλέως ἐδόξασας.

Θεοτοκίον.

Λαός σε τῶν Ὀρθοδόξων, Θεοκυῆτορ Ἀπείρανδρε, μακαρίζει πιστῶς καὶ γεραίρει, τὸν ἀμόλυντον τόκον σου, δι᾿ οὗ τῷ κόσμῳ ἔλαμψε, φῶς τὸ θεῖον τῆς γνώσεως.

Κανὼν πρῶτος. Ὠιδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Ι῾ερεῖον ἔμψυχον Θεῷ, προσήχθης Κωνσταντῖνε· ἐχθρῶν γὰρ μὴ δειλιάσας, τὴν ὑπέρογκον ὀφρύν, κραυγάζων ἐνήθλησας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶ-νας.

Ο῾ γεννάδας Μάρτυς τοῦ Χριστοῦ, χαῖρε ὦ Κωνσταντῖνε, τῆς Ὕδρας ὁ θεῖος γόνος, καὶ τῆς Ῥόδου τῆς κλυτῆς, τὸ μέγιστον καύχημα· σὺ γὰρ δρόμον χαίρων τοῦ θείου μαρτυρίου, ἐτέλεσας τρισμάκαρ, καὶ τῶν Ὀρθοδόξων, ἐκράτυνας τὴν πίστιν.

Ρ῾ωμαλέος ὤφθης ἀθλητής, κατὰ τῶν ἀλλοφύλων, ἰσχὺν περιεζωσμένος, Κωνσταντῖνε θαυμαστέ, τῆς ἄνωθεν χάριτος, καὶ καθεῖλες τούτων τὸ ἵππειον θράσος, μὴ πτήξας τὰς βασάνους, καὶ καθυπομείνας, τὸ τέλος δι᾿ ἀγχόνης.

Θεοτοκίον.

Ο῾ Δεσπότης Μῆτερ σαρκωθείς, δι᾿ ἄκραν εὐσπλαγχνίαν, ἐκ σοῦ τῆς Ἀειπαρθένου, τῆς κατάρας τοῦ Ἀδάμ, τοὺς ψάλλοντας ἔσωσεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν δεύτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Α᾿ποπτύσας τὸν ζόφον, τῆς ματαιότητος, τῷ φωτὶ ἐπανῆλθες, Χριστοῦ τῆς πίστεως, ἧς καὶ τὴν ἰσχὺν τοῖς σοῖς, ἄθλοις ἐτράνωσας, Μάρτυς Κωνσταν-τῖνε, Μαρτύρων ὡραιότης.

Καρτερίαν ἐν πόνοις, ἐπιδειξάμενος, ὡς Χριστοῦ τῇ ἀγάπῃ, ἐνισχυόμενος, εἰς ἁγιασμὸν τανῦν, τοῦ μαρτυρίου σου, ἔχεις τοὺς ἀγῶνας, ἐν πόλῳ Κωνσταντῖνε.

Τῶν Ὑδραίων ἡ νῆσος, ἡ σὲ βλαστήσασα, σὺν τῇ Ῥόδῳ χορεύει· καὶ γὰρ ἀμφότεραι, πολιοῦχόν σε λαμπρόν, Μάρτυς ἐκτήσαντο, καὶ ἐν τοῖς κινδύνοις, προστάτην Κωνσταντῖνε.

Θεοτοκίον.

Ο῾ ἐκ σοῦ νηπιάσας, Λόγος ἐλύτρωσε, τῶν ἀνθρώπων τὸ γένος, τῆς παραβάσεως· ὅθεν ἀπαύστως αὐτῷ, πρέσβευε Ἄχραντε, ἵνα σωτηρίας, ἡμεῖς ἀξιωθῶμεν.

Κανὼν πρῶτος. Ὠιδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.

Δῶρον ἑαυτὸν προσήνεγκας, καὶ μυστικὴν θυσίαν, Μάρτυς τῷ κτίσαντι, βασάνων πολλῶν, καθυπομείνας τὰ τραύματα, καὶ ἀγχόνῃ ἀθλήσας ὡς ἄσαρκος· διό σε Κωνσταντῖνε, ἀκαταπαύστως μακαρίζομεν.

Ο῞λος τῷ φωτὶ λαμπόμενος, τῆς ἀθανάτου δόξης, Μάρτυς ὡς ἄριστος, Χριστῷ τῷ Θεῷ, ὦ Κωνσταντῖνε παρίστασαι, σὺν Μαρτύρων Ἁγίων τοῖς τάγμασι, μεθ᾿ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.

Υ῞μνοις εὐσεβῶς τιμῶμέν σε, τὴν φαεινήν σου μνήμην, σήμερον ἄγοντες, Μάρτυς οἱ πιστοί, καὶ ταπεινῶς ἀνακράζομεν· Τὴν Ἁγίαν Τριάδα ἱκέτευε, ἔνδοξε Κωνσταντῖνε, ἐλεηθῆναι τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.

Υ῞ψωσας τῷ ξένῳ τόκῳ σου, τὴν ἀνθρωπίνην φύσιν, εἰς τὰ οὐράνια· διὸ οἱ πιστοί, ἀξιοχρέως τιμῶμέν σε, Θεοτόκε Παρθένε βοῶντές σοι· Χαῖρε Εὐλογημένη, τοῦ Βασιλέως τὸ παλάτιον.

Κανὼν δεύτερος. Θεὸν ἀνθρώποις.

Καθάπερ μῦρον, Χριστῷ προσήγαγες, ὡς ἡ γυνὴ ἐκείνη, μετανοίας τὰ δάκρυα, ὡς δῶρον δὲ τίμιον, σαρκὸς τὰς πληγάς, ἔνδοξε Κωνσταντῖνε· διὸ τιμῶμέν σε, ἐν ἀγαλλιάσει οἱ πιστοὶ ἐπὶ τῇ μνήμῃ σου.

Πλησιφαῆ σε, φωστῆρα ἔχουσα, ἡ τῶν Ῥοδίων νῆσος, Κωνσταντῖνε πολύαθλε, δοξάζει τὸν Κύριον, τὸν ἐν οὐρανοῖς, δοξάζοντά σε Μάρτυς, καὶ ταῖς πρεσβείαις σου, τοῖς ὑμνολόγοις σου ἀεὶ χάριν παρέχοντα.

Μετὰ Μαρτύρων, ὡς Μάρτυς ἔνδοξος, καὶ πάντων τῶν Ἁγίων, ὡς αὐτῶν ἰσοστάσιος, Τριάδα τὴν ἄκτιστον, δυσώπει θερμῶς, ἵνα ῥυσθῶμεν πάντες, οἱ εὐφημοῦντές σε, ἀπὸ παντοίων πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον.

Υ῾περαγία, Παρθένε Ἄχραντε, σὲ ὡς Θεοῦ Μητέρα, εὐφημοῦμεν δεόμενοι· Ἱκέτευε πάντοτε, τὸν ὑπερφυῶς, ἐκ σοῦ σωματωθέντα, σῶσαι Πανάχραντε, τοὺς ἀνευφημοῦντας ἐκ ψυχῆς τὰ μεγαλεῖά σου.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ω῾ς τετρωμένος ἔρωτι, θεϊκῷ τὴν καρδίαν, ἐθελουσίως ὥρμησας, μαρτυρίου τοῖς ἄθλοις, καὶ τὸν σὲ πρῴην δολίως, ἀπατήσαντα ὄφιν, εἰς τέλος ἀπενέκρωσας, τῶν βασάνων τὰ εἴδη, ὑπενεγκών, ὥσπερ ἄλλου πάσχοντος Κωνσταντῖνε, καὶ θάνατον τὸν τίμιον, ὑποστὰς δι᾿ ἀγχόνης.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν Μάρτυρα τὸν ἔνδοξον, Θεοῦ τοῦ παντοκράτορος, τὸν τροπαιοῦχον ὁπλίτην, τῆς πίστεως Κωνσταντῖνον, τῆς Ῥόδου τὸ ἀγλάϊσμα, καὶ πολιοῦχον μέλψωμεν, αὐτῷ ἀνακραυγάζοντες· Ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν εὐφημούντων σε πόθῳ.

Θεοτοκίον.

Παρθένε Ἀπειρόγαμε, Ἁγνὴ Θεογεννήτρια, σὺν τῷ κλεινῷ Κωνσταντίνῳ, τῷ νέῳ ἐν Ἀθλοφόροις, τὸν ἐξ ἁγνῶν αἱμάτων σου, φρικτῶς ἐνανθρωπήσαντα, ὑπὲρ ἡμῶν ἱκέτευε, ἵνα ῥυσθῶμεν κινδύνων, καὶ συμφορῶν ἀδοκήτων.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Ο῾ τῶν Μαρτύρων ζηλώσας τὴν ἀνδρείαν, ὅτε πρὸς ἀθλήσεως, τὸ θεῖον στάδιον, ἐθελουσίως ἐχώρησας, καταφρονήσας, τῆς φθειρομένης ζωῆς ὡς πάνσοφος, τότε ἀνεκήρυξας, εὐσήμῳ στόματι, Χριστοῦ τὸ ἅγιον ὄνομα, ἐπὶ τυράννων, καὶ ἀσεβείας τὴν πλάνην ἤλεγξας. Ὅθεν ἀθλήσας τὸ οὐράνιον, Κωνσταντῖνε ἐδέξω διάδημα, καὶ πρεσβεύεις ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῶν δυσσεβούντων τυράννων τὴν ἀπάτην, ὡς πλήρης φρονήσεως, ἀπαρνησάμενος, τῆς μετανοίας τοῖς δάκρυσιν, ἐπανεκτήσω, τὸν μαργαρίτην τῆς θείας πίστεως· ἐντεῦθεν πρὸς ἄθλησιν, γενναίως ὥρμησας, καὶ τῆς σαρκὸς μὴ φεισάμενος, τοῦ διαβόλου, τὰς μεθοδείας πάσας ἐπάτησας, καὶ προσηνέχθης θῦμα τέλειον, δι᾿ ἀγχόνης Χριστῷ τῷ Δεσπότῃ σου· ὃν ἱκέτευε σῶσαι, Κωνσταντῖνε τὰς ψυχὰς ἡμῶν.

Τῆς μετανοίας ἀρότρῳ γεωργήσας, ψυχῆς σου τὴν ἄρουραν, Μάρτυς πανεύφημε, τὴν παγκαρπίαν ἐξήνεγκας, τῆς εὐσεβείας, διὰ τῶν ἄθλων τοῦ μαρτυρίου σου· ἐχθροῖς γὰρ τῆς πίστεως, ἀντιταξάμενος, μετὰ βασάνους ὑπήνεγκας, τὸν δι᾿ ἀγχόνης, ὦ Κωνσταντῖνε ἀσμένως θάνατον. Ὅθεν ζωῆς τῆς ὑπὲρ ἔννοιαν, ἐν μεθέξει ἀξίως γενόμενος, τὸν Χριστὸν ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ μαρτυρίου τὸν δρόμον δι᾿ ἀγχόνης, τελέσας ὡς ἄσαρκος, ῥώμῃ τοῦ Πνεύματος, εἰς τὸν νυμφῶνα κατέπαυσας, τῆς ἀφθαρσίας, καὶ ἐπληρώθης δόξης τῆς ἄνωθεν· ἐντεῦθεν ἰάματα, ἐκβλύζεις πάντοτε, τοῖς προσιοῦσιν ἐκ πίστεως, τῷ σῷ λειψάνῳ, ὦ Κωνσταντῖνε Ῥόδου τὸ καύχημα· ἀλλὰ καὶ πᾶσι τοῖς τελοῦσί σου, εὐλαβῶς τὴν πανήγυριν σήμερον, ταῖς πρεσβείαις σου αἴτει, τῶν πταισμάτων τὴν συγχώρησιν.

Δόξα. Ἦχος πλ. α΄.

Σήμερον ὁ τῆς Ῥόδου μέγας πολιοῦχος, καὶ ἡμέτερος τῶν εὐσεβῶν προστάτης, Κωνσταντῖνος τῆς Ὕδρας τὸ βλάστημα, ἐπὶ τῇ μνήμῃ αὐτοῦ ἡμᾶς συνεκάλεσε, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις ὁ μετανοίας τοῖς δάκρυσι, τὸν θησαυρὸν τῆς χάριτος κτησάμενος, ὃν ἀπώλεσας πρῴην, ἀπατηθεὶς ὑπὸ τοῦ ὄφεως· Χαίροις ὁ ἐν δυνάμει τῆς πίστεως, ἐπὶ τυράννων Χριστὸν ὁμολογήσας, καὶ αὐτῶν καταισχύνας, τὸ ἀσεβέστατον φρύαγμα· Χαίροις ὁ τῇ ἀγχόνῃ ὑψωθείς, πρὸς οὐρανῶν τὴν λαμπρότητα, καὶ τῶν Μαρτύρων τῆς δόξης κοινωνήσας. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, Νεομάρτυς πανεύφημε, πρέσβευε ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ Ὠιδή. Ἀπόστολον ζήτει τῇ β΄ Σεπτεμβρίου καὶ Εὐαγγέλιον τῇ κστ΄ Ὀκτωβρίου, ἐν τῇ μνήμῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός· χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος.

Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τὸν μέγαν τῆς Ῥόδου, πολιοῦχον οἱ εὐσεβεῖς, χαίροις ἐκβοῶντες, παμμάκαρ Κωνσταντῖνε, τῶν πρόπαλαι Μαρτύρων, ὁ ἰσοστάσιος.

Στίχοι.
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
Ὕμνοις σε τιμήσαντα, ὦ Κωνσταντῖνε.

 

Share: