Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Χαιρετισμοί (Κων/νος Υδραίος)


ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΥΔΡΑΙΟΝ
ΤΟΝ ΕΝ ΡΟΔΩι ΑΘΛΗΣΑΝΤΑ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ω῾ς τῶν Μαρτύρων μιμητὴν περιφανέστατον,
καὶ τοῦ Δεσπότου Ἀθλητὴν περικλεέστατον,
καὶ τῆς Ῥόδου ἀκατάβλητον πολιοῦχον,
Κωνσταντῖνε Νεομάρτυς εὐφημοῦμέν σε,
μαρτυρίου σου κηρύττοντες τὰ τρόπαια,
καὶ βοῶμέν σε· Χαίροις Μάρτυς ἀήττητε.

Οἱ Οἶκοι.

Α᾿σωμάτων αἱ τάξεις, κατεπλάγησαν Μάρτυς, ὁρῶντές σε ἐνδόξως ἀθλοῦντα· (ἐκ γ΄) σὺ γὰρ ἐν νεότητος ἀκμῇ, τὸν παλαιὸν ἐν κακίᾳ ἐταπείνωσας· διό σε μακαρίζοντες, πόθῳ βοῶμεν Κωνσταντῖνε·
Χαῖρε, παμπόθητε Ἀθλοφόρε·
χαῖρε, τρισπόθητε Νεομάρτυς.
Χαῖρε, ὁ ἀθλήσας ἐν Ῥόδῳ ὡς ἄσαρκος·
χαῖρε, ὁ νικήσας τὴν πλάνην ὡς ἔνθεος.
Χαῖρε, ὅτι κατεπάλαισας ἀηττήτως τὸν ἐχθρόν·
χαῖρε, ὅτι ἀνελήλυθας εὐκλεῶς πρὸς οὐρανόν.
Χαῖρε, ὅτι ἀντέστης τῇ ὁρμῇ τῶν τυράννων·
χαῖρε, ὅτι ὑπέστης τὴν φορὰν τῶν βασάνων.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατέτρωται·
χαῖρε, δι᾿ οὗ ἡ πίστις δεδόξασται.
Χαῖρε, ἀδάμας λαμπρᾶς καρτερίας·
χαῖρε, πρηστὴρ ἀσεβῶν αὐθαδείας.
Χαίροις, Μάρτυς ἀήττητε.

Βλέποντες οἱ τῆς Ἄγαρ, νεανίαν καλόν σε, καὶ θάλλοντα ἐν ἔργοις ἀρίστοις, ἐπέδραμον δόλῳ κατὰ σοῦ, καὶ τοῦ Χριστοῦ Κωνσταντῖνε ἐχώρισαν· σὺ μεταγνοὺς δὲ ὕστερον, σὺν δάκρυσι αὐτῷ ἐβόας· Ἀλληλούϊα.

Γνοὺς ἐν χάριτι θείᾳ, ὅπερ πέπονθας πτῶμα, καὶ τῷ τῆς συνειδήσεως κέντρῳ, ψυχήν σου βαλλόμενος λοιμῶν, δαυϊτικῶς τὴν καθέδρα κατέλιπες, καὶ μετανοίᾳ τῷ Χριστῷ, προσέδραμες ἀνακραυγάζων·
Χαῖρε, ἡ πτῶσις τῶν ἀντιθέων·
χαῖρε, ἡ δόξα τῶν χριστωνύμων.
Χαῖρε, μετανοίας εὐῶδες κειμήλιον·
χαῖρε, εὐσεβείας ὡραῖον ἀνάκτορον.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν γηΐνων ὁλικῶς·
χαῖρε, ὅτι ἐξεζήτησας τὸν Θεὸν μαρτυρικῶς.
Χαῖρε, ὅτι ἀστράπτεις δαδουχίᾳ τῶν ἄθλων·
χαῖρε, ὅτι ἐκλάμπεις φωταυγεία θαυμάτων.
Χαῖρε, τῆς Ὕδρας τίμιον βλάστημα·
χαῖρε, τῆς Ῥόδου μέγιστον καύχημα.
Χαῖρε, λαμπὰς ἐννοιῶν σωτηρίων·
χαῖρε, φωστὴρ ἀρετῶν οὐρανίων.
Χαίροις, Μάρτυς ἀήττητε.

Δραπετεύσας πανσόφως, δυσσεβῶν συναυλίας, ἐπέστης Κωνσταντίνου τῇ Πόλει, ἐν ᾗ πνευματικὸν στηριγμόν, καὶ ὁδηγὸν Κωνσταντῖνε εὑράμενος, τὸν ἱερὸν Γρηγόριον, ἔχαιρες καὶ Θεῷ ἐβόας· Ἀλληλούϊα.

Ε᾿πιστὰς ἐν τῷ ὄρει, Ἄθωνος τῷ ἁγίῳ, κατέλαβες Ἰβήρων τὴν Μάνδραν, ἔνθα ἀσκητικαῖς ἀγωγαῖς, ἐν τοῦ Χριστοῦ Κωνσταντῖνε τῷ ἔρωτι, τὴν σὴν καρδίαν ἥδρασας· διό σοι εὐσεβῶς βοῶμεν·
Χαῖρε, τοῦ κόσμου ὁ ἀλογήσας·
χαῖρε, τὴν πλάνην ὁ καταπτύσας.
Χαῖρε, ὁ νικήσας ἐχθρὸν τὸν παμβέβηλον·
χαῖρε, ὁ δοξάσας Χριστὸν τὸν φιλάνθρωπον.
Χαῖρε, δένδρον ἱερώτατον μετανοίας ἀληθοῦς·
χαῖρε, κρῖνον εὐωδέστατον βιοτῆς θεοφιλοῦς.
Χαῖρε, ὅτι Μαρτύρων συναγάλλῃ ἀγέλαις·
χαῖρε, ὅτι Ἀγγέλων συναυλίζῃ χορείαις.
Χαῖρε, δι᾿ οὗ χαρίτων πληρούμεθα·
χαῖρε, δι᾿ οὗ κινδύνων σῳζόμεθα.
Χαῖρε, ὁ πλήρης ἀῤῥήκτου ἀνδρείας·
χαῖρε, ἡ πτῶσις ἐχθρῶν δυσσεβείας.
Χαίροις, Μάρτυς ἀήττητε.

Ζήλου πλησθεὶς ἐνθέου, δάκρυσι μετανοίας, καὶ πόνοις ἀρετῶν συντονίας, μαρτυρίου πρὸς πόθον τὴν σήν, ἀνεπτερώθης καρδίαν καὶ ἔκραζες, τῷ δι᾿ ἡμᾶς ἐπὶ Σταυροῦ, παθόντι Κωνσταντῖνε οὕτω· Ἀλληλούϊα.

Η῎κουσε τῆς κραυγῆς σου, καὶ τὸν πόθον σου ἔγνω, Χριστὸς ὁ Λυτρωτὴς Κωνσταντῖνε, παρ᾿ οὗ κομισάμενος ἰσχύν, πρὸς μαρτυρίου τὸν δρόμον ἐχώρησας, ὥσπερ διψῶσα ἔλαφος· διό σοι πόθῳ ἐκβοῶμεν·
Χαῖρε, ὁ ἔνθους τῇ μετανοίᾳ·
χαῖρε, ὁ τύπος τῇ εὐσθενείᾳ.
Χαῖρε, τῶν Ῥοδίων τῆς πόλεως στήριγμα·
χαῖρε, τῶν Ὑδραίων τῆς νήσου ἀγλάϊσμα.
Χαῖρε, ἀριστεὺς ὁ μέγιστος, κοινωνὸς τῶν Ἀθλητῶν·
χαῖρε, Ἀθλητὸς ὁ ἔνδοξος, καθαιρέτης τῶν ἐχθρῶν.
Χαῖρε, ὅτι μετέστης πρὸς Θεὸν νικηφόρος·
χαῖρε, ὅτι παρέστης τῷ Χριστῷ στεφηφόρος.
Χαῖρε, δι᾿ οὗ πιστοὶ καταυγάζονται·
χαῖρε, δι᾿ οὗ ἐχθροὶ καταισχύνονται.
Χαῖρε, ὀσμὴ οὐρανίου ἀγάπης·
χαῖρε, τρυφὴ μακαρίας ἐλπίδος.
Χαίροις, Μάρτυς ἀήττητε.

Θείαις μὲν ὑποθήκαις, Νικοδήμου τοῦ θείου, ἀλείπτου σου ἐμφρόνως ὑπείκων, ὡς δὲ πανοπλίαν τὰς εὐχάς, τῶν ἐν τῷ Ὄρει Πατέρων κτησάμενος, τῇ Ῥόδῳ ἐπανέδραμες, πρὸς ἄθλησιν, Θεῷ κραυγάζων· Ἀλληλούϊα.

Ι᾿θυνόμενος ζήλου, τοῦ σεπτοῦ μαρτυρίου, ἐπέστης τῷ δεινῷ ἡγεμόνι, διελέγχων αὐτὸν καὶ Χριστοῦ, διαπρυσίως κηρύττων τὸ ὄνομα· διὸ τὴν παῤῥησίαν σου, θαυμάζοντες Μάρτυς βοῶμεν·
Χαῖρε, Χριστὸν καθομολογήσας·
χαῖρε, θανάτου καταφρονήσας.
Χαῖρε, θησαυρὸς εὐσεβείας ἀδάπανος·
χαῖρε, ποταμὸς θαυμασίων ἀκένωτος.
Χαῖρε, θείας ἐπιγνώσεως ταῖς αὐγαῖς καταυγασθεὶς·
χαῖρε, ἄθλων τῇ λαμπρότητι ὑπὲρ νοῦν ὡραϊσθείς.
Χαῖρε, τὴν ἀπιστίαν εὐθαρσῶς διελέγξας·
χαῖρε, τὸν ἡγεμόνα ἀνδρικῶς καταπλήξας.
Χαῖρε, Θεοῦ τὸν πόθον δεξάμενος·
χαῖρε, αὐτοῦ τὴν χάριν κτησάμενος.
Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς κραταιοῦνται·
χαῖρε, δι᾿ οὗ δυσμενεῖς καθαιροῦνται.
Χαίροις, Μάρτυς ἀήττητε.

Κῆρυξ τῆς εὐσεβείας, γεγονὼς Κωνσταντῖνε, τυράννων ἀσεβῶν ἐναντίον, τὴν μῆνιν ἐκίνησας αὐτῶν, καὶ παρεδόθης βασάνοις τὸ σῶμά σου, ἐν αἷς δοξάζων τὸν Θεόν, ἀκαταπαύστως ἀνεβόας· Ἀλληλούϊα.

Λόγους σου τοὺς ἐνθέους, ὁ τῆς Ἄγαρ μὴ φέρων, τὸ πρόσωπόν σου ἔτυψε Μάρτυς, καὶ τὴν χεῖρα ὁ ἄφρων εὐθύς, ἀμαυρωθεὶς ὅλος γέγονεν ἔντρομος, καὶ φυγαδεύων ᾔχετο· ἡμεῖς δέ σοι πιστῶς βοῶμεν·
Χαῖρε, ὁ ἄκμων τῆς εὐψυχίας·
χαῖρε, ἡ πέτρα τῆς εὐανδρίας.
Χαῖρε, Ἀθλοφόρων τῶν πάλαι ὁμότροπος·
χαῖρε, Ἀσωμάτων Ἀγγέλων συνόμιλος.
Χαῖρε, ῥήτωρ διαπρύσιος τῆς ἀγάπης τοῦ Χριστοῦ·
χαῖρε, κῆρυξ πνευματέμφορος τῆς Θεότητος αὐτοῦ.
Χαῖρε, ὅτι ὁπλίτης κραταιὸς ἀνεδείχθης·
χαῖρε, ὅτι ἐφάνης ἱερὸς χριστομύστης.
Χαῖρε, ἀγάπης θείας ἀπάνθισμα·
χαῖρε, ἀθέου πλάνης κατάπτωμα.
Χαῖρε, βασάνους δεινὰς ὑπομείνας·
χαῖρε, χαρίτων πολλῶν ἐντρυφήσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Μάστιγας ὑπομείνας, ῥαβδισμοὺς καὶ κολάσεις, κακώσεις καὶ πληγὰς Κωνσταντῖνε, ἐβλήθης ἐν εἱρκτῇ ζοφερᾷ, καθῃμαγμένος τὸ σῶμα καὶ δέσμιος, ἐλεύθερος δὲ ἐν Χριστῷ, ᾧ καὶ εὐχαριστῶν ἐβόας· Ἀλληλούϊα.

Νύκτωρ σοι ὁ Δεσπότης, ἐν εἱρκτῇ καθειργμένῳ, ἐπέστη ἀπολύων σε Μάρτυς, τῶν φρικτῶν ἐν τῷ ξύλῳ δεσμῶν, καὶ τὰς πληγάς τῆς σαρκός σου ἰώμενος· οἱ δὲ ὁρῶντες Ἱερεῖς, θαυμάζοντες δέει ἐβόων·
Χαῖρε, τὸ στόμα τῆς ἀληθείας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, ἀντιλήπτωρ Ῥοδίων θερμότατος·
χαῖρε, Ὀρθοδόξων προστάτης ἀκοίμητος.
Χαῖρε, ὁ ποικίλας μάστιγας ὑπομείνας ἀνδρικῶς·
χαῖρε, ὁ Μαρτύρων στάδιον διανύσας καρτερῶς.
Χαῖρε, τῶν χαρισμάτων δαψιλὴς χορηγία·
χαῖρε, τῶν ἀσθενούντων δραστικὴ ἰατρεία.
Χαῖρε, ζωῆς τῷ κάλλει λαμπόμενος·
χαῖρε, τρυφῆς τῇ δόξῃ πληρούμενος.
Χαῖρε, δοχεῖον φωτὸς ἀνεσπέρου·
χαῖρε, ταμεῖον χαρᾶς ἀνεκφράστου.
Χαίροις, Μάρτυς ἀήττητε.

Ξενωθεὶς τῶν προσκαίρων, μηδαμῶς Κωνσταντῖνε, ἐσείσθης τὴν ψυχὴν ταῖς βασάνοις, καὶ ἀδάμας ὤφθης ἐν αὐταῖς, ὑπομονῆς ἀῤῥαγοῦς καὶ στεῤῥότητος, εὐχόμενος διηνεκῶς, καὶ τῷ Κυρίῳ ἀνακράζων· Ἀλληλούϊα.

Ο῞λος ἠγλαϊσμένος, στίγμασι τῶν βασάνων, ὑψώθης τῇ ἀγχόνῃ τὸ σῶμα, Κωνσταντῖνε Μάρτυς καὶ ἐχθρῶν, τῆς ἀσεβείας ὀφρὺν τὴν ὑπέρογκον, εἰς τέλος ἀπηγχόνισας· διό σοι πόθῳ ἐκβοῶμεν·
Χαῖρε, ὑπέρτερος τῶν ἐν κόσμῳ·
χαῖρε, συμμέτοχος τῶν ἐν πόλῳ·
Χαῖρε, Ἀθλοφόρων τὸ νέον ὑπόδειγμα·
χαῖρε, Ὀρθοδόξων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, διδαχῆς τὸ τρόπαιον Γρηγορίου τοῦ κλεινοῦ·
χαῖρε, νουθεσίας καύχημα Νικοδήμου τοῦ σοφοῦ.
Χαῖρε, ὅτι ἀντέστης τῶν ἐχθρῶν τῇ μανίᾳ·
χαῖρε, ὅτι προσήχθης τῷ Δεσπότῃ θυσία.
Χαῖρε, πυρσὸς σοφίας τῆς κρείττονος·
χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.
Χαῖρε, ζωῆς τῶν τερπνῶν κοινωνήσας·
χαῖρε, Ἐδὲμ τῶν καλῶν ἀπολαύσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Πρότυπον Κωνσταντῖνε, εὐσεβείας ἐδείχθης, ἐν χρόνοις τῆς ζοφώδους δουλείας· σὺ γὰρ ὡς ἀγαπήσας Χριστόν, ὑπὲρ αὐτοῦ τὸ θανεῖν προετίμησας, καὶ εὗρες θείαν πρὸς αὐτόν, κλίμακα τὴν ἀγχόνην κράζων· Ἀλληλούϊα.

Ρ῾ύπου ἀποστασίας, σεαυτὸν Κωνσταντῖνε, αἱμάτων σου ἐκπλύνας τοῖς ῥείθροις, δι᾿ ἀγχόνης θείαν πρὸς ζωήν, τῆς βασιλείας Χριστοῦ ἀνελήλυθας, ἔνθα τοῖς ἐκλεκτοῖς συνών, ἀκούεις παρὰ πάντων ταῦτα·
Χαῖρε, Χριστῷ ὁ ἀκολουθήσας·
χαῖρε, Σατὰν ὁ ἀπονεκρώσας.
Χαῖρε, τοῦ Κυρίου ὁπλίτης ἀχείρωτος·
χαῖρε, τοῦ Θεοῦ στρατιώτης περίδοξος.
Χαῖρε, ὅτι ἐξεδήμησας πρὸς Χριστὸν ἀθλητικῶς·
χαῖρε, ὅτι ἐτραυμάτισας τὸν Σατὰν μαρτυρικῶς.
Χαῖρε, τῆς Ἐκκλησίας ἀκαθαίρετος πύργος·
χαῖρε, τῶν φιλοχρίστων ἀκατάβλητον τεῖχος.
Χαῖρε, φυγὼν ἀπάτης τὰ θήρατρα·
χαῖρε, τεμὼν ἀπίστων τὴν ἔπαρσιν.
Χαῖρε, πηγὴ σωτηρίων ναμάτων·
χαῖρε, ἀκτὶς μυστικῶν δωρημάτων.
Χαίροις, Μάρτυς ἀήττητε.

Στέφος ἀθανασίας, Κωνσταντῖνε ἐδέξω, Χριστοῦ τῇ ζωηφόρῳ παλάμῃ, καὶ παρέστης ἐν δόξῃ αὐτοῦ, τῷ θείῳ θρόνῳ Μαρτύρων σὺν τάξεσι, μεθ᾿ ὧν τοῦ ξύλου τῆς ζωῆς, ἐπαπολαύῃς ἀνακράζων· Ἀλληλούϊα.

Τὸ σὸν ἅγιον σῶμα, κατελθὸν φῶς ὑψόθεν, ἐκάλυψε σοφέ Κωνσταντῖνε, τοῖς ὁρῶσιν ἐκφαῖνον σαφῶς, οἷας ἐπέτυχες δόξης καὶ χάριτος, ἐφ᾿ ᾧ καὶ ἐξιστάμενοι, συμφώνως πάντες ἀνεβόων·
Χαῖρε, τῆς πίστεως μαργαρίτης·
Χαῖρε, τῆς χάριτος στεφανίτης.
Χαῖρε, λαμπηδὼν μακαρίας ἀθλήσεως·
Χαῖρε, ἐκμαγεῖον τῆς ἄνωθεν γνώσεως.
Χαῖρε, ὕψος τὸ ἀμέτρητον μετανοίας ἀρετῶν·
χαῖρε, βάθος τὸ ἀπύθμενον μαρτυρίου δωρεῶν.
Χαῖρε, ὅτι αἰκίας πολυτρόπους ὑπέστης·
χαῖρε, ὅτι ἀγχόνῃ πρὸς ζωὴν μετετέθης.
Χαῖρε, πιστῶν καλὸς ἀντιλήπτωρ·
χαῖρε, ἡμῶν θερμὸς παρακλήτωρ.
Χαῖρε, Μαρτύρων τὸν πόθον ζηλώσας·
χαῖρε, Κυρίου τοὺς λόγους τηρήσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Υ῞μνοις καὶ ἐγκωμίοις, ὁ Ἀγάπιος Μάρτυς, τῆς Ῥόδου ὁ καλὸς Ποιμενάρχης, ἐν τῷ τῆς Θεοτόκου Ναοῦ, ἐκήδευσέν σου τὸ σῶμα τὸ τίμιον, καὶ προεξάρχων τῶν πιστῶν, τῆς ὁμηγύρεως ἐβόα· Ἀλληλούϊα.

Φλέξας τῆς ἀσεβείας, τῶν τυράννων τὴν πλάνην, ἐδρόσισας πιστῶν τὰς καρδίας, τῶν ἐν τῆς δουλείας τῷ αὐχμῷ, ὁδυνωμένους πικρῶς καὶ στενάζοντας, μεθ᾿ ὧν καὶ ἡμεῖς σήμερον, ὦ Κωνσταντῖνε κράζομέν σοι·
Χαῖρε, τῆς Ὕδρας ἡ εὐκοσμία·
χαῖρε, τῆς Ῥόδου ἡ εὐκληρία.
Χαῖρε, ταπεινώσεως μύρον πανεύοσμον·
χαῖρε, κοσμιότητος σέλας πολύφωτον.
Χαῖρε, ὅτι ἐλοιδόρησας τοὺς φρονοῦντας ἀναιδῶς·
χαῖρε, ὅτι ἐστερέωσας τοὺς ἀλγοῦντας χαλεπῶς.
Χαῖρε, τῶν ἀντιθέων τὴν ἰσχὺν καταργήσας·
χαῖρε, τῶν παρανόμων τὴν κακίαν πατήσας.
Χαῖρε, Χριστοῦ τρανώσας τὸ λόγιον.
χαῖρε, ἐχθρῶν ἐλέγξας τὸ μάταιον.
Χαῖρε, τυφλοῦ ὀφθαλμοὺς διανοίξας·
χαῖρε, γυνὴν ἀσθενείας λυτρώσας.
Χαίροις, Μάρτυς ἀήττητε.

Χάριτας δεδεγμένος, τῶν θαυμάτων ἰάσω, γυναῖκα Κωνσταντῖνε νοσοῦσαν, καὶ τυφλῷ ἐδωρήσω ἀνδρί, τὴν τῶν ὀμμάτων καὶ πάλιν ἐνέργειαν, προστρέξαντι τῷ τάφῳ σου, καὶ κράξαντι ἐν κατανύξει· Ἀλληλούϊα.

Ψάλλοντές σου τοὺς ἄθλους, ἀνυμνοῦμέν σε πάντες, ὡς Μάρτυρα Χριστοῦ στεφηφόρον, Κωνσταντῖνε καὶ πόθῳ ψυχῆς, τῇ τοῦ λειψάνου σου θήκη προσπίπτομεν, τὴν ῥεῖθρα ἀναβλύζουσαν, θαυμάτων τοῖς πιστῶς βοῶσι·
Χαῖρε, τὸ ἄστρον τῆς εὐλαβείας·
χαῖρε, τὸ στόμα τῆς εὐτολμίας.
Χαῖρε, θλιβομένων γλυκεῖα παράκλησις·
χαῖρε, ἀσθενούντων ταχεῖα ἐπίῤῥωσις.
Χαῖρε, ὅτι ἐξιλέωσας μετανοίᾳ τὸν Χριστόν·
χαῖρε, ὅτι ἐμεγάλυνας μαρτυρίῳ τὸν Θεόν.
Χαῖρε, ὅτι ὑπάρχεις ἀρωγὸς τῶν αἰτούντων·
χαῖρε, ὅτι τυγχάνεις ἰατρὸς τῶν νοσούντων.
Χαῖρε, πιστοὺς κινδύνων ῥυόμενος·
χαῖρε, ἡμᾶς δεινῶν ἐξαιρούμενος.
Χαῖρε, λιπὼν ἡδονὰς ἐπιγείους·
χαῖρε, λαβὼν ἀμοιβὰς αἰωνίους.
Χαίροις, Μάρτυς ἀήττητε.

Ω῏ Χριστοῦ Νεομάρτυς, Κωνσταντῖνε Μαρτύρων, τῶν πάλαι κοινωνὸς ἐν ὑψίστοις (ἐκ γ΄) ταύτην τὴν ταπεινὴν προσφοράν, τῶν ὕμνων δέχου καὶ δίδου τὴν χάριν σου, ἡμῖν τοῖς ἀγαπῶσί σοι, καὶ εὐλαβῶς ἀναβοῶσι· Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον.

Δίστιχον.
Κωνσταντῖνε χαῖρέ σοι καὶ πάλιν χαῖρε,
Ὁ τῆς Ῥόδου Κύριλλος πιστῶς κραυγάζει.

 

 

Share: