Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Εγκώμια (Κύριλλος ο Λούκαρις)

ΜΑΚΑΡΙΣΤΑΡΙΑ

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ
ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου

 

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε εὐσεβῶν οἱ χοροί,
Πατριάρχα Ἱερόαθλε Κύριλλε,
ὡς Χριστοῦ σε τοῦ Σωτῆρος μιμητήν.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα κατ̉ Ἀλφάβητον.

Α᾿ρετῶν τῇ αἴγλῃ τὴν ψυχὴν ἐλλαμφείς,
Ἱεράρχης ἀναδέδειξαι, Κύριλλε,
καὶ ποιμὴν τῆς Ἐκκλησίας ἀληθής.

Βιοτὴν ἀνύσας ἐπὶ γῆς θαυμαστὴν
τελευτῇ μαρτυρικῇ ἐξεδήμησας,
Πάτερ Κύριλλε, πρὸς ἄφθαρτον ζωήν.

Γνώσει καὶ σοφίᾳ διαλάμπων πολλῇ
Ὀρθοδόξων τῷ λαῷ ἐξανέτειλας,
Πάτερ Κύριλλε, ὡς ἄδυτος φωστήρ.

Δεῦτε πάντες ὕμνοις οἱ πιστοὶ εὐσεβῶς
τὸν μακάριον ὑμνήσωμεν Κύριλλον,
εὐσεβείας μυστηπόλον τὸν σοφόν.

Ε᾿πί γῆς ὁσίως ἱερεύσας Θεῷ
ἱερεῖον τῇ ἀθλήσει σου τίμιον
προσηνέχθης, Πάτερ Κύριλλε, αὐτῷ.

Ζηλωτὴς ὑπάρχων εὐσεβείας σεπτός,
τοῖς ἀγῶσί σου κατῄσχυνας, Κύριλλε,
θεομάκαρ τοὺς κομψοὺς τῶν ἀσεβῶν.

Η῎ρθης πρὸς τὸ ὕψος τῆς ἀφθάρτου ζωῆς
ἐν Μαρτύρων διαπρέψας τῷ σκάμματι,
Πάτερ Κύριλλε, ὁ ὅσιος ποιμήν.

Θεολόγοις φθόγγοις κακοδόξων ἀνδρῶν
τὴν ψυχόλεθρον κατέβαλες ἔπαρσιν,
Πάτερ Κύριλλε, κρηπὶς Πατριαρχῶν.

Ι῾ερέων δῆμοι, μοναζόντων χοροί,
ἐν τῇ μνήμῃ σου χορεύουσι, Κύριλλε,
καὶ ὑμνοῦσί σου τὰ ἆθλα εὐσεβῶς.

Κρήτης χαίροις, Πάτερ, ὁ ὡραῖος βλαστός·
Ἀγκαράθου τῆς Μονῆς χαίροις, Κύριλλε,
ἐγκαλλώπισμα καὶ κλέος θαυμαστόν.

Λόγος οὐκ ἰσχύει σὲ ὑμνῆσαι καλῶς,
τῆς Παρθένου Ὀρφανῆς, Πάτερ Κύριλλε,
τὸν ἐξάκουστον καὶ ἔνδοξον υἱόν.

Μακαρίζομέν σε, Κύριλλε, οἱ πιστοί
τῆς λαμπρᾶς Ἀλεξανδρείας τὸν πρόεδρον
καὶ Αἰγύπτου τὸν ἀκοίμητον πυρσόν.

Νεῖλος ἄλλος ὤφθης, Κύριλλε, νοητός,
οὐ τὴν Αἴγυπτον ἀρδεύων ἀλλ̉ ἅπασαν
τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν μυστικῶς.

Ξενωθεὶς τοῦ κόσμου ᾠκειώθης Χριστῷ,
ὃς ποιμένα Κωνσταντίνου τῆς πόλεως
σὲ ἀνέδειξεν, ὦ Κύριλλε, καλόν.

Ο῞λος τετρωμένος τῇ ἀγάπῃ Χριστοῦ,
Πάτερ Κύριλλε, αὐτῷ ἠκολούθησας
καὶ ἐδείχθης χριστομίμητος ποιμήν.

Πᾶσά σε γεραίρει κατὰ χρέος πνοή
ὅτι, Κύριλλε, Κυρίου τὰ ποίμνια
πρὸς οὐράνιον ἐποίμανας νομήν.

Ρ῾είθροις θεοσόφων, Κύριλλε, διδαχῶν
πρὸς καλὴν καρποφορίαν κατήρδευσας
Ὀρθοδόξων τὰς καρδίας ἀληθῶς.

Σωτηρίαν αἴτει, Κύριλλε θαυμαστέ,
τοῖς τιμῶσί σου τὰ τίμια λείψανα,
ἃ τοῖς θαύμασι δοξάζει ὁ Θεός.

Τὴν τιμίαν θήκην σῶν λειψάνων ἡμεῖς
ἀσπαζόμεθα ἐξ ἧς ῥεῖθρα χάριτος
ἀναβλύζουσιν, ὦ Κύριλλε, ἀεί.

Υ῞μνοις σε τιμῶμεν εὐσεβῶν οἱ χοροὶ
τὸν φωτίσαντα λαὸν τὸν χριστώνυμον,
Πάτερ Κύριλλε, ἐν χρόνοις ζοφεροῖς.

Φωτισμὸν ἐξαίτει καὶ εἰρήνην ἡμῖν,
ὡς ἂν βίον διανύσωμεν, Κύριλλε,
οἱ τιμῶντές σε εὐάρεστον Θεῷ.

Χαίροις Βυζαντίου ὁ ποιμὴν ὁ καλός,
Ἐκκλησίας κυβερνήτης ὁ ἄριστος,
Πάτερ Κύριλλε, καὶ δόξα τῶν πιστῶν.

Ψάλλομέν σοι ὕμνους οἱ πιστοὶ εὐσεβῶς
Ὀρθοδόξων τοῦ λαοῦ ὅτι γέγονας
ἐν ἡμέραις τῆς δουλείας στηριγμός.

Τριαδικόν.

Ω῏ Τριὰς Ἁγία, ἀγαθῶν ἡ πηγή,
ταῖς δεήσεσι Κυρίλλου τοῦ μάκαρος
τῆς εἰρήνης δὸς τὸ πλήρωμα ἡμῖν.

Θεοτοκίον.

Ω῏ Παρθενομῆτορ, Θεοτόκε Ἁγνή,
τῷ ἐκ σοῦ ἐνανθρωπήσαντι πρέσβευε
δωρηθῆναι χάριν ἄφθονον ἡμῖν.

Καὶ πάλιν τὸ πρῶτον.

Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Α῎ξιόν ἐστι, μακαρίζειν σε τὸν Πατριάρχην,
Κύριλλον τὸ κλέος τῆς πίστεως,
καὶ προστάτην Ὀρθοδόξων τὸν καλόν.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα κατ̉ Ἀλφάβητον ἀντιστρόφως.

Ω῎φθης ἀληθῶς, στῦλος ἄῤῥηκτος τῶν Ὀρθοδόξων,
Κύριλλε παμμάκαρ τὸ φρύαγμα,
καταισχύνας κακοδόξων ἀσεβῶν.

Ψάλλομεν πιστῶς, ὑμνῳδίας σοι Κύριλλε Πάτερ,
ὅτι τοῖς Πατράσιν ἑπόμενος,
τὸν χριστώνυμον ἐστήριξας λαόν.

Χαίροις ὁ ποιμήν, Πάτερ Κύριλλε Ἀλεξανδρείας,
χαίροις Βυζαντίου ὁ πρόεδρος,
Ἐκκλησίας τε προστάτης ὁ καλός.

άρος τηλαυγής, ἄλλος ὤφθης ἐν Ἀλεξανδρείᾳ,
Κύριλλε ἐκεῖθεν τῆς πίστεως,
διαχέων πανταχοῦ τὸν φωτισμόν.

Υ῞μνοις καὶ ᾠδαῖς, εὐφημοῦμέν σε Κύριλλε Πάτερ,
ὅτι ὡς Μωσῆς ἄλλος δεύτερος,
ἀπεστάλης Ὀρθοδόξων τῷ λαῷ.

Τίς σε πρεπωδῶς, ἀνυμνήσει Κύριλλε παμμάκαρ;
σὺ γὰρ τὸν Χριστὸν μιμησάμενος,
ὑπὲρ ποίμνης σου προείλου τὸ θανεῖν.

Στόμα ἱερόν, ἀναδέδειξαι τοῦ Παρακλήτου
καὶ Εὐαγγελίου ἐτράνωσας,
Πάτερ Κύριλλε, τὸν λόγον τοῖς πιστοῖς.

Ρ῾ώμῃ θεϊκῇ, δυναμούμενος, Κύριλλε Πάτερ,
θράσος ψευδαδέλφων κατῄσχυνας,
καὶ διέλυσας αὐτῶν τὰς μηχανάς.

Πόνους χαλεπούς, ἐξορίας Κύριλλε καὶ θλίψεις,
ἐν ἀγαλλιάσει ὑπέμεινας,
προϊστάμενος τῆς ποίμνης σου καλῶς.

Οἷάπερ φωστήρ, καταλάμπων Κύριλλε παμμάκαρ,
νεύσει θεϊκῇ ἐξανέτειλας,
καὶ ἐφώτισας Κυρίου τὸν λαόν.

Ξύλῳ τῆς ζωῆς, θεῖε Κύριλλε ἀποκατέστης,
ἀρχιερωσύνης τὸ ἔνδυμα,
τῇ ἀθλήσει σου φαιδρύνας ἱερῶς.

Νόμον συντηρῶν, μάκαρ Κύριλλε τῆς εὐσεβείας,
ἀσεβείας ἄνδρας διήλεγξας,
καὶ ἀντέστης τοῖς ἀνόμοις εὐθαρσῶς.

Μένει ἀληθῶς, εἰς αἰῶνας τὸ μνημόσυνόν σου·
ἐν δικαιοσύνης γὰρ Κύριλλε,
ἐπερίσσευσας τοῖς ἔργοις ἐπὶ γῆς.

Λύκους τοὺς βαρεῖς, τῇ τῶν λόγων σου σφενδόνῃ πόῤῥω,
σὺ τῆς Ἐκκλησίας ἐδίωξας,
Πάτερ Κύριλλε ὡς κάλλιστος ποιμήν.

Καύχημα λαοῦ, καὶ στερέωμα Κύριλλε ὤφθης,
τούτου Πατριάρχης γενόμενος,
ἐν δουλείας δυσχειμέρου τῷ καιρῷ.

Ι῞να Ἰησοῦν, τὸν Δεσπότην Κύριλλε κερδήσῃς,
σκύβαλα ἡγήσω ὡς πάνσοφος,
τοῦ παρόντος βίου πάντα τὰ τερπνά.

Θρόνον ἐπιβάς, Πάτερ Κύριλλε τῆς οἰκουμένης,
ἐν αὐτῷ ὡς ἥλιος ἔλαμψας,
ἀρετῶν σου μυστικῇ ἀνατολῇ.

Η῎ρθης πρὸς ζωήν, Πάτερ Κύριλλε τὴν αἰωνίαν,
ἐν μαρτυρικῇ γενναιότητι,
ἐκτελέσας σου τὸν δρόμον ἐπὶ γῆς.

Ζήσας ἱερῶς, καὶ ποιμάνας εὐσεβῶς τὴν ποίμνην,
ἄθλοις μαρτυρίου ἀνέδραμες,
Πάτερ Κύριλλε πρὸς ὕψος οὐρανῶν.

Ε῎λεος ἡμῖν, Πάτερ Κύριλλε θερμῶς ἐξαίτει,
τοῖς προσπίπτουσι τοῖς θείοις λειψάνοις σου,
καὶ τιμῶσί σου τὴν μνήμην εὐλαβῶς.

Δῶρον τῷ Θεῷ, ἀξιόθεον σαυτὸν προσῆξας,
ὑπὲρ τοῦ ποιμνίου σου Κύριλλε,
μαρτυρίου τὸν ἀγῶνα ὑπελθών.

Γῆθεν μεταστάς, δι̉ ἀθλήσεως ἐν τοῖς ὑψίστοις,
νῦν χοροβατεῖς Πάτερ Κύριλλε,
ἱκετεύων τὸν Θεὸν ὑπὲρ ἡμῶν.

Βλέψον ἐφ̉ ἡμᾶς, τοὺς καλοῦντάς σε θερμὸν προστάτην,
Κύριλλε παμμάκαρ λυτρούμενος,
τὴν ζωὴν ἡμῶν ἐκ πάσης συμφορᾶς.

Τριαδικόν.

Α῎ξιόν ἐστι, προσκυνεῖν σε ὦ Τριὰς Ἁγία,
Πάτερ καὶ Υἱὲ σὺν τῷ Πνεύματι,
τὸν ὑπέρχρονον καὶ ἅγιον Θεόν.

Θεοτοκίον.

Α῎ξιόν ἐστι, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἁγιωτέραν τῆς κτίσεως,
τὴν τεκοῦσαν ἀπειράνδρως τὸν Θεόν.

Καὶ πάλιν τὸ πρῶτον.

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε,
τὸν μέγαν Πατριάρχην.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα τήνδε· «Μακαριζέσθω Κύριλλος ὁ θεόφρων».

Μύρῳ Παρακλήτου, Ἀρχιερεὺς ἐχρίσθης,
Κύριλλε Ἐκκλησίας.

Α῎νθος σε εὐῶδες, Χριστοῦ τῇ Ἐκκλησίᾳ,
ἐξήνθησεν ἡ Κρήτη.

Κύριλλε τὸν βίον, σφραγίσας μαρτυρίῳ,
ἐν οὐρανοῖς ἀγάλλῃ.

Αἴγυπτος χορεύει, τὸν πάγκαλον ποιμένα,
σὲ Κύριλλε τιμῶσα.

Ρ῾ώμῃ οὐρανίῳ, κατὰ τῶν κακοδόξων,
Κύριλλε ἠγωνίσω.

Ι῞λεων τὸν Κτίστην, ἀπέργασαι τοῖς πόθῳ,
σὲ Κύριλλε ὑμνοῦσι.

Ζήλῳ ἀληθείας, τῆς Ἐκκλησίας στῦλος,
Κύριλλε ἀνεδείχθης.

Ε῎δραμες ὀπίσω, Χριστοῦ ταῖς ἀρεταῖς σου,
Κύριλλε θεομάκαρ.

Σθένει οὐρανίῳ, ἐπάταξας τὸ θράσος,
Κύριλλε τῶν τυράννων.

Θράσος τῶν Λατίνων, ἐν λόγοις ἀληθείας,
σὺ Κύριλλε καθεῖλες.

Ω῍ τῶν σῶν ἀγώνων! δι̉ ὧν Πάτερ ἐγένου,
προστάτης Ὀρθοδόξων.

Κλέος τῆς Μεγάλης, ὑπάρχεις Ἐκκλησίας,
Κύριλλε εἰς αἰῶνας.

Υ῞μνοις σε τιμῶμεν, τὸν ἐν Ἀρχιερεῦσι,
Κύριλλε Ἀθλοφόρον.

Ρ῾ῶσιν καὶ ὑγείαν, χορήγει τοῖς καλοῦσι,
σὲ Κύριλλε προστάτην.

Ι῎αμα ἐκβλύζει, λειψάνων σου ἡ θήκη,
τοῖς προσιοῦσι Πάτερ.

Λύχνος ἐν λυχνίᾳ, ἐτέθης Ἐκκλησίας,
λαοὺς φωτίζων Πάτερ.

Λόγων σου τῇ αἴγλῃ, διέλυσας τὸ σκότος,
Κύριλλε τῆς κακίας.

Ο῾ Ἀλεξανδρείας, πρόεδρος νῦν τιμάσθω,
Κύριλλος ἐγκωμίοις.

Στήλη σὺ ἡδράσθης, ἐν Κωνσταντινουπόλει,
Κύριλλε εὐσεβείας.

Ο῾ τῆς οἰκουμένης, ποιμὴν καὶ Πατριάρχης,
Κύριλλος γεραιρέσθω..

Θρόνου οἰκουμένης, σὺ Κύριλλε κοσμήτωρ,
οὐράνιος ὑπάρχεις.

Ε῎χοντές σε μέγαν, ὦ Κύριλλε προστάτην,
τὰ ἆθλά σου ὑμνοῦμεν.

Ο῎μβρησον ὑψόθεν, ὦ Κύριλλε τὸ ὕδωρ,
ἡμῖν τῆς χάριτός σου.

Φύλαττε καὶ σκέπε, ὦ Κύριλλε εὐχαῖς σου,
τοὺς μακαρίζοντάς σε.

Ρ῾ῦσαι ἐκ κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας,
Κύριλλε πολυτρόπων.

Τριαδικόν.

Ω῏ Τριὰς Ἁγία, Πάτερ, Υἱὲ καὶ Πνεῦμα,
εἰρήνην δὸς τῷ κόσμῳ.

Θεοτοκίον.

Νόσων τῶν κατ̉ ἄμφω, ἀπάλλαξον Παρθένε,
τοὺς μεγαλύνοντάς σε.

Καὶ πάλιν τὸ πρῶτον.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Κύριλλον ὑμνῆσαι.

Τῶν Ἀγγέλων οἱ δῆμοι, καὶ πιστῶν σε αἱ τάξεις, εὐσεβῶς εὐφημοῦσιν, ὅτι ὅσιος ποιμήν, ἀληθὴς Ἱεράρχης, καὶ Μάρτυς Χριστοῦ, ἀνεδείχθης ἔνδοξος, ἐν ἐσχάτοις χρόνοις, παμμάκαρ Κύριλλε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Κύριλλον ὑμνῆσαι.

Σοὶ ὡς μύρα, οἱ πιστοὶ προσφέρομεν, Πάτερ Κύριλλε τοὺς ὕμνους, ποιμασίαν τὴν καλὴν τιμῶντές σου, καὶ τὴν ἄθλησιν ἀνευφημοῦντες· ὅθεν εὐμενῶς, τούτους προσδεχόμενος, ἀντιδίδου, πᾶσι χάριν σωτήριον.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Κύριλλον ὑμνῆσαι.

Λίαν πιστῶς, τῇ σῇ θήκῃ σπεύδομεν, ἐξ ἧς Κύριλλε χάριν παρέχεις, καὶ βοῶμεν εὐλαβῶς· Χαῖρε τίμιε Πάτερ, τῶν Πατριαρχῶν, θεῖον ἐγκαλλώπισμα, καὶ πιστῶν πρὸς Θεόν, πρεσβευτὴς θερμότατος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Κύριλλον ὑμνῆσαι.

Ι῾ερῶν σου λειψάνων, ἡ ὑπέρτιμος θήκη, Πάτερ Κύριλλε, θεῖε Πατριάρχα, ἐκβλύζει ἀεί, ἰαμάτων τὰ ῥεῖθρα, καὶ πιστῶν ψυχάς, ἀρδεύει ἑκάστοτε, τῶν ὑμνούντων, κατ̉ ἀξίαν τοὺς ἄθλους σου.

Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἄγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, κράζοντες πιστῶς· Σῶσον ἡμᾶς Κύριε, ταῖς εὐχαῖς, τοῦ Ἱερομάρτυρος.

Καὶ νῦν. Θεοτοκίον.

Παναγία Παρθένε, ἡ τεκοῦσα ἀφράστως, τὸν Σωτῆρα τοῦ κόσμου, σὺν τῷ θείῳ Κυρίλλῳ, ὡς φιλεύσπλαγχνος τούτῳ, πρέσβευε ἀεί, ἵνα τὴν συγχώρησιν, τῶν πταισμάτων ἡμῖν, Δέσποινα δωρήσηται.

Δίστιχον.
Κύριλλος Ῥόδου ὁ τάχα Ποιμενάρχης,
Κύριλλε Πάτερ, πιστῶς σε μακαρίζει.

 

Share: