Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Μεθεορτα (Κύριλλος ο Λούκαρις)


ΙΟΥΝΙΟΥ ΚΗ΄
ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ
ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ
ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Πάτερ θεοφόρε Κύριλλε, ἀκολουθήσας Χριστῷ, τῷ Θεῷ ἐκ νεότητος, ἀρετῶν ἐξήνθησας, μυστικῶς τὴν εὐπρέπειαν, καὶ Ἱεράρχης, ψήφῳ τοῦ Πνεύματος, τῆς Ἐκκλησίας, σοφὸς γενόμενος, ἐν μαρτυρίου σου, τῷ καιρῷ ἀπέδωκας εἰς ἑκατόν, τὸν καρπὸν μακάριε· διὸ τιμῶμέν σε.

Πάτερ θεοφόρε Κύριλλε, Ἀλεξανδρείας ποιμήν, ἀνεδείχθης οὐράνιος, Κωνσταντινουπόλεως, Πατριάρχης σεβάσμιος, τῶν Ὀρθοδόξων, θεῖος διδάσκαλος, καὶ Ἐκκλησίας, μέγας ὑπέρμαχος, Μάρτυς στερέμνιος, θράσος τροπωσάμενος τυραννικόν· διὸ πάντες σήμερον, σὲ μακαρίζομεν.

Πάτερ θεοφόρε Κύριλλε, μαρτυρικαῖς καλλοναῖς, τὴν στολήν σου ἐφαίδρυνας, καὶ ζωῆς πρὸς θάλαμον, αἰωνίου κατέπαυσας, ἔνθα τὰ ἔπαθλα, κομιζόμενος, καὶ ἀνεσπέρου, δόξης πληρούμενος, πρέσβευε πάντοτε, τῷ σὲ στεφανώσαντι ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σου, τὰ κατορθώματα.

Καὶ τῶν Ἁγίων Ἀναργύρων γ΄ ἐκ τοῦ Μηναίου.

Δόξα. Ἦχος α΄.

Πνευματικὴ πανήγυρις, σήμερον ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ Ἐκκλησία· συνεκάλεσε γὰρ ἡμᾶς, ὁ μακάριος Κύριλλος, τὸ οὐράνιον τῆς εὐσεβείας κειμήλιον, ὁ τῆς πίστεως προστάτης καὶ πρόμαχος, τοῦ Ἡρακλείου ὁ γόνος, τῆς Ἀγκαράθου ὁ βλαστός, Ἀλεξανδρείας ὁ ποιμήν, καὶ Κωνσταντινουπόλεως ὁ πρόεδρος· ὁ ἐν Ἱεράρχαις θαυμάσιος Μάρτυς, ὁ ταπεινώσας τυράννων τὸ φρύαγμα, καὶ στερέωσας Ὀρθοδόξων τὸ φρόνημα. Αὐτοῦ ταῖς πρεσβείαις, Χριστὲ ὁ Σωτὴρ ἡμῶν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος, τὸ Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον τῆς ἡμέρας.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε εὐφημήσωμεν πιστοί, ἐν ἀγαλλιάσει καρδίας, τὸν Ἱεράρχην Χριστοῦ, Κύριλλον τὸν ἔνδοξον, τὸν διαπρέψαντα, ποιμασίας χαρίσμασιν, ἐν τῇ Ἐκκλησίᾳ, καὶ καλῶς ἀθλήσαντα, ὑπὲρ τῆς πίστεως, χαίροις πρὸς αὐτὸν ἐκβοῶντες, τῶν Πατριαρχῶν εὐκοσμία, καὶ Μαρτύρων θεῖον ἐγκαλλώπισμα.

Στίχ. Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Ο῞λος ἀνακείμενος Θεῷ, τῷ Παμβασιλεῖ παιδιόθεν, Κύριλλε Πάτερ σοφέ, σκεῦος ἀναδέδειξαι, σεπτὸν τοῦ Πνεύματος, καὶ δι̉ ἔργων καὶ λόγων σου, τῆς τῶν Ὀρθοδόξων, ποίμνης ἀνηγόρευσαι, ποιμὴν χρηστότατος. Ὅθεν καὶ τυθεὶς ὑπὲρ ταύτης, τῷ Χριστῷ παρέστης πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε ἐν ᾄσμασιν.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Δόκιμος ἐργάτης γεγονώς, σὺ τοῦ μυστικοῦ ἀμπελῶνος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης καλλιέρημα, Θεῷ εὐπρόσδεκτον, καὶ αὐτοῦ εἰσελήλυθας, ἐν τῇ βασιλείᾳ, διαλάμπων στίγμασι, τοῦ μαρτυρίου σου. Ὅθεν παῤῥησίαν ὡς ἔχων, Κύριλλε παμμάκαρ ἐξαίτει, ἔλεος καὶ χάριν τοῖς ὑμνοῦσί σε.

Δόξα. Ἦχος δ΄.

Ἱεραρχίας τὸν θρόνον, ταῖς ἀρεταῖς κατακοσμήσας, τοῦ μαρτυρίου αἴγλῃ κατελαμπρύνθης, Ἱερομάρτυς Κύριλλε· ὅθεν νῦν ἐν οὐρανοῖς, τὰ ἔπαθλα τῶν πόνων κομιζόμενος, καὶ ἀθανάτου δόξης ἀξιούμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Ε᾿κ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν φωστῆρα τῆς Κρήτης, ᾿Αγκαράθου τὸν ὄρπηκα, τῆς Ἀλεξανδρείας ποιμένα, Βυζαντίου τὸν πρόεδρον, τὸν θεῖον δεῦτε Κύριλλον πιστοί, ὡς πρόμαχον τῆς πίστεως στεῤῥόν, καὶ Μαρτύρων θεοδόξαστον κοινωνόν, τιμήσωμεν ἐκβοῶντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐν ὑψίστοις εὐκλεῶς, δοξάσαντί σε ῞Αγιε.

Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες· εἷς τῆς Ὀκτωήχου, τοῦ Ἱερομάρτυρος καὶ τῶν Ἁγίων Ἀναργύρων, ἐκ τοῦ Μηναίου. Κανὼν τοῦ Ἱερομάρτυρος, φέρων ᾿Ακροστιχίδα τήνδε· «῾Υμνεῖ σε Πάτερ ὁ ὁμώνυμος πόθῳ. Κυρίλ(λ)ου».

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Υ῾μνολογίας σοι πιστοὶ προσάγομεν, Κύριλλε Πάτερ σοφέ, τῷ ἐν Πατριάρχαις, γερασφόρῳ Μάρτυρι, τῷ ἀληθῶς ποιμάναντι, τὴν Χριστοῦ ἐκλογάδα, καὶ ὑπὲρ ταύτης ἀθλήσαντι, καὶ ἐχθρῶν ὀφρὺν ταπεινώσαντι.

Μένει σου Πάτερ τὸ σεπτὸν μνημόσυνον, ἐν γενεαῖς γενεῶν· σὺ γὰρ παιδιόθεν, τῷ Χριστῷ ἑπόμενος, δικαιοσύνης Κύριλλε, ἐπερίσσευσας ἔργοις, καὶ ὥσπερ φοῖνιξ ἐξήνθησας, ἐν τῇ Ἐκκλησίᾳ ὑψίκομος.

Νίκης τὸ στέφος τοῦ Χριστοῦ ἀπέλαβες, τῇ ζωηφόρῳ χειρί, ὡς Ἱερομάρτυς, στεφηφόρος Κύριλλε, καὶ μετὰ δόξης ἔδραμες, Παραδείσου εἰς πλάτος, ἔνθα χορεύεις δεόμενος, ὑπὲρ τῶν πιστῶς εὐφημούντων σε.

Θεοτοκίον.

Ε᾿λπὶς τοῦ κόσμου, τῶν πιστῶν βοήθεια, καὶ προστασία καλή, τῶν κινδυνευόντων, Θεοτόκε Πάναγνε, μητροπρεπῶς ἱκέτευε, τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ ἡμῶν τῶν βοώντων σοι· Χαῖρε τοῦ Θεοῦ νύμφη ἄφθορε.

Ὠιδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ι῾έρευσας Κύριλλε, ἐπὶ τῆς γῆς ὥσπερ Ἄγγελος, καὶ προσφορά, διὰ μαρτυρίου, τῷ Θεῷ προσενήνεξαι.

Σοφίαν κτησάμενος, δι̉ ἀρετῆς Πάτερ Κύριλλε, τοὺς εὐσεβεῖς, πρὸς Εὐαγγελίου, τὴν ὁδὸν καθωδήγησας.

Ε᾿κθρέψας τὴν ποίμνην σου, ταῖς διδαχαῖς Πάτερ Κύριλλε, ὑπὲρ αὐτῆς, γέγονας θυσία, τῷ σεπτῷ μαρτυρίῳ σου.

Θεοτοκίον.

Παρθένε Πανύμνητε, τὸν Λυτρωτὴν ἡ κυήσασα, τοῦτον θερμῶς, πρέσβευε σωθῆναι, τοὺς αἰνοῦντας τὴν δόξαν σου.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Α᾿λεξανδρείας ὁ σοφὸς ἀρχιθύτης, Βασιλευούσης ὁ λαμπρὸς κυβερνήτης, Πατριαρχῶν ὦ Κύριλλε, ἡ θεία καλλονή, ἀρετῶν κοσμούμενος, μυστικῇ εὐκοσμίᾳ, τοῦ Χριστοῦ τοῖς στίγμασιν, ἱερῶς ἐλαμπρύνθης· ᾧ καὶ πρεσβεύεις Πάτερ ἐκτενῶς, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Καὶ τῶν Ἁγίων Ἀναργύρων ἐκ τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου.

Ὠιδὴ δ΄. Σύ μου ἰσχύς.

Α᾿ισματικῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, Ἱεράρχα, Κύριλλε τιμῶντές σε, ὅτι Χριστοῦ, Πάτερ τὸν Σταυρόν, βαστάσας ἐπ̉ ὤμων, τὴν τεθλιμμένην ἐβάδισας· διὸ χαρᾶς μετέχων, τῶν Δικαίων ἐν πόλῳ, τῶν πιστῶν ὑμνητῶν σου μνημόνευε.

Τὴν ἀρετήν, σύνοικον ἔχων ἐν βίῳ σου, τῆς σοφίας, ἔβλυσας χαρίσματα, ὡς ποταμός, Κύριλλε σεπτός, ψυχὰς καταρδεύων, τοῦ Ὀρθοδόξου πληρώματος, καὶ ταύτας καρπογόνους, ἀρετῶν εὐφορίᾳ, ἐργαζόμενος Πάτερ ἀοίδιμε.

Ε῎χων ἐν σοί, τοῦ Παρακλήτου τὴν δύναμιν, ἀντετάξω, τοῖς ἐχθροῖς τῆς πίστεως, μὴ πτοηθείς, θλίψεις χαλεπάς, κινδύνους, διώξεις, ὑπερορίας καὶ θάνατον· ἀνθ̉ ὧν Κύριλλε Πάτερ, τῶν Ἁγίων ἐκτήσω, τὴν ἀείφωτον ὄντως λαμπρότητα.

Θεοτοκίον.

Ρ῾άβδῳ τῆς σῆς, θείας προνοίας καὶ χάριτος, σωτηρίου, πρὸς νομήν με ἴθυνον, Κόρη Ἁγνή, τὸν ἁμαρτιῶν, ἐν ταῖς ἀνοδίαις, περιπλανώμενον ἄνθρωπον, ποιοῦσα μοι εὐθείας, μετανοίας τὰς τρίβους, ὡς φιλεύσπλαγχνος Μήτηρ ὑπάρχουσα.

Ὠιδὴ ε΄. Φώτισον ἡμᾶς.

Ο῎λβον ἱερόν, Ἡρακλείου πόλις ἔχει σε, Πάτερ Κύριλλε, καὶ χαίρει ἐπὶ σοί, ὡς βλαστόν σε αὐτῆς θεῖον μακαρίζουσα.

Ο῾ πρὸς τὸν Θεόν, ἐπληρώθη Πάτερ πόθος σου· σὺ γὰρ Κύριλλε μετέστης πρὸς αὐτόν, τὴν στολήν σου ὡραΐσας δι̉ ἀθλήσεως.

Μύρῳ μυστικῷ, σὺ ἐχρίσθης θείας χάριτος· ὅθεν Κύριλλε σοφὸς Ἀρχιερεύς, καὶ προστάτης Ἐκκλησίας ἀναδέδειξαι.

Θεοτοκίον.

Ω῍ τῶν ὑπὲρ νοῦν, Θεοτόκε μυστηρίων σου! ὁ Θεὸς ἐνανθρωπήσας γὰρ ἐκ σοῦ, τοῖς ἀνθρώποις σωτηρίαν ἐχαρίσατο.

Ὠιδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ναμάτων ὅλος πλησθείς, Θεοῦ τῆς χάριτος Κύριλλε, καθάπερ Νεῖλος σοφέ, σὺ ἄλλος ἐπήγασας, ἀρδεύων οὐχ Αἴγυπτον, ἀλλὰ τὰς καρδίας, τῶν πιστῶν ἀειμακάριστε.

Υ῾μνοῦμέν σε ἐν ᾠδαῖς, Ἀλεξανδρείας τὸν πρόεδρον, τοῦ ἐν Αἰγύπτου πιστοῦ, λαοῦ τὸν ὑπέρμαχον, τὸν θράσος μετέωρον, Κύριλλε τυράννων, ἀλλοπίστων καταῤῥάξαντα.

Μωσέα ἄλλον σοφέ, Θεοῦ ἡ χάρις ἀπέστειλε, τῷ Ὀρθοδόξῳ λαῷ, σὲ Κύριλλε ἔνδοξε, αὐτῷ καταγγέλλοντα, δι̉ ἔργων καὶ λόγων, τὸ σωτήριον τῆς πίστεως.

Θεοτοκίον.

Ο῾ Λόγος σωματωθείς, ἐκ τῶν ἀχράντων αἱμάτων σου, θανάτου τε καὶ φθορᾶς, τὸν ἄνθρωπον ἔσωσε· διὸ Θεονύμφευτε, μακαρίζομέν σε, ἐξαιτούμενοι τὴν χάριν σου.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ι῾εράρχης ὅσιος, τῆς Ἐκκλησίας ἐδείχθης, καὶ Μαρτύρων στίγμασι, περιφανῶς ἐλαμπρύνθης· ᾔσχυνας, ἐχθρῶν τυράννων τὴν δυναστείαν· ὕψωσας, τοῦ Ὀρθοδόξου λαοῦ τὸ κέρας· διὰ τοῦτο ἐδοξάσθης, Ἱερομάρτυς, Κύριλλε Πάτερ σοφέ.

Εἶτα τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῶν Ἁγίων Ἀναργύρων, Μηνολόγιον καὶ Συναξάριον ἐκ τοῦ Μηναίου.

Ὠιδὴ ζ΄. Παῖδες Ἑβραίων.

Στῦλος ἐγένου Ὀρθοδόξων, τοῦ πληρώματος, ἐν χρόνοις τῆς δουλείας, ἀφειδήσας ἀνδρῶν, ματαίων τῆς κακίας, καὶ ψευδαδέλφων Κύριλλε, θεομάκαρ τῆς μανίας.

Πᾶσα πνοή σε μακαρίζει, Πάτερ Κύριλλε, Χριστοῦ Ἱερομάρτυς· τοῦ Θεσβίτου γὰρ σύ, ἐν ζήλῳ διαπρέψας, τοῖς λόγοις ἐταπείνωσας, τοὺς κομψοὺς τῆς ἀσεβείας.

Ο῞λος ἀγάπῃ τῇ κατ̉ ἄμφω, τὴν καρδίαν σου, ὑπάρχων τετρωμένος, λογικῆς τοῦ Θεοῦ, προέστης ἐκλογάδος, καὶ ὑπὲρ ταύτης Κύριλλε, ὡς ποιμὴν καλὸς ἐτύθης.

Θεοτοκίον.

Θρόνε τοῦ πάντων Βασιλέως, καὶ παλάτιον, ζωῆς ἡγιασμένον, φωτοφόρε σκηνή, τῆς χάριτος Παρθένε, ἀντιλαβοῦ καὶ σῶσόν με, τῶν παθῶν τῆς ἀτιμίας.

Ὠιδὴ η΄. Τὸν Βασιλέα.

Ω῍ τῆς ἀῤῥήτου, δόξης σου Κύριλλε Πάτερ! ἧς ἐπέτυχες ποιμὴν ὡς θεηγόρος, καὶ Ἱερομάρτυς, Χριστοῦ τῆς Ἐκκλησίας.

Κύριλλε Πάτερ, τίς σε ἀξίως ὑμνήσει; σὺ γὰρ στίγμασι φαιδροῖς τοῦ μαρτυρίου, ἀρχιερωσύνης, ἐκόσμησας τὴν χλαῖναν.

Υ῞μνοις ἀεί σε, Κύριλλε Πάτερ τιμῶμεν, ὅτι τύραννον ἐχθρὸν μὴ δειλιάσας, δόξης μαρτυρίου, φωτὶ κατελαμπρύνθης.

Θεοτοκίον.

Ρ῾ῦσαι Παρθένε, ἐκ χαλεπῶν συμπτωμάτων, καὶ παντοίων συμφορῶν καὶ νοσημάτων, τοὺς ὑπερυψοῦντας, τὸν ἄσπορόν σου τόκον.

Ὠιδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ι᾿δοὺ συναθροισθέντες οἱ εὐσεβεῖς, κατὰ χρέος τιμῶμέν σε Κύριλλε, ὅτι Θεοῦ, ἐν τοῖς δικαιώμασι πορευθείς, ποιμαντικῶς διέπρεψας, καὶ ἐστεφανώθης μαρτυρικῶς· διὸ ἀκαταπαύστως, ἱκέτευε δοθῆναι, παραπτωμάτων ἡμῖν ἄφεσιν.

Λαμπρύνας τὴν στολήν σου ταῖς ἀρεταῖς, καὶ φαιδρύνας Μαρτύρων τοῖς στίγμασι, Πάτερ αὐτήν, πρὸς ἀχειροποίητον εὐκλεῶς, σκηνὴν ὑψώθης Κύριλλε, ἔνθα τῷ Κυρίῳ παρεστηκώς, τὰ κρείττονα ἐξαίτει, τῇ ποίμνῃ σου ἀπαύστως, ταῖς ἀνενδότοις ἱκεσίαις σου.

Ο῾ μέγας Πατριάρχης καὶ εὐκλεής, τῶν Μαρτύρων ὁ θεῖος ὁμόσκηνος, ἀγγελικαῖς, νῦν χοροστασίαις ὁ ὁμιλῶν, ἱκετικῶς τὰς χεῖράς σου, ὕψωσον τῷ Κτίστῃ ὑπὲρ ἡμῶν, αἰτούμενος εἰρήνην, ἡμῖν καὶ σωτηρίαν, Κύριλλε Πάτερ πανσεβάσμιε.

Θεοτοκίον.

Υ῾πέραγνε Μαρία Μῆτερ Θεοῦ, σὲ πλουτοῦμεν ταχεῖαν ἀντίληψιν, καταφυγήν, σκέπην καὶ βοήθειαν κραταιάν, καὶ διὰ σοῦ σῳζόμεθα, θλίψεων, κινδύνων καὶ πειρασμῶν· διὸ τοῦ Ἀρχαγγέλου, Πανύμνητε τὸ Χαῖρε, ἐν κατανύξει μελῳδοῦμέν σοι.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.

Πατριαρχῶν διέπρεψας ἐν καθέδρᾳ, καὶ μαρτυρίου δόξῃ κατελαμπρύνθης· ὅθεν σε ὁ Κύριος ἐδόξασε, Ὅσιε Πάτερ Κύριλλε· ὃν δωρηθῆναι δυσώπει, ἡμῖν πταισμάτων τὴν λύσιν.

Θεοτοκίον.

Τῷ ἐξ ἁγνῶν αἱμάτων σου σαρκωθέντι, Θεοκυῆτορ κόσμου εἰς σωτηρίαν, πρέσβευε δεόμεθα ὡς εὔσπλαγχνος, ἵνα ῥυσθῶμεν Ἄχραντε, οἱ ἐπὶ σοὶ πεποιθότες, τῆς αἰωνίου γεέννης.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Εὖγε τῶν ὑπὲρ νοῦν, καμάτων σου καὶ πόνων, ὑπὲρ τῆς εὐσεβείας, δι̉ ὧν ἐστεφανώθης, Ἱερομάρτυς Κύριλλε.

Νόμῳ τῷ θεϊκῷ, πανσόφως πειθαρχήσας, διδάσκαλος ἐδόθης, ποιμήν τε καὶ προστάτης, τοῖς Ὀρθοδόξοις Κύριλλε.

Λάμψας ταῖς ἀρεταῖς, ἐν θρόνῳ περιβλέπτῳ, ἀνέτειλας ἐκεῖθεν, φωστὴρ θεοσεβείας, τῇ οἰκουμένῃ Κύριλλε.

Πρέσβευε τῷ Χριστῷ, πολλῇ ἐν παῤῥησίᾳ, ὑπὲρ τῶν ἐκτελούντων, τὴν φαεινήν σου μνήμην, ἐν ἐγκωμίοις Κύριλλε.

Δόξα. Ἦχος πλ. α΄.

Α῎ισωμεν πιστοί, τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι ποιμένα γνήσιον, τῆς ποίμνης τῶν προβάτων αὐτοῦ, τὸν μακάριον Κύριλλον ἀνέδειξε· τὸν ὑπὲρ τῆς εὐσεβείας κοπιάσαντα, καὶ ἀρχιερωσύνης τὴν στολήν, τοῦ μαρτυρίου τοῖς ἄθλοις κοσμήσαντα· διὸ καὶ εὐσεβῶς ἐκβοήσωμεν· Κύριε, πρεσβείαις αὐτοῦ, παράσχου ἡμῖν τὰ ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἶτα· Σοὶ δόξα πρέπει, ἡ Μικρὰ Δοξολογία καὶ ἀκολούθως τὰ πληρωτικά. Εἰς τὸν Στίχον, ψάλλομεν τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν Ὀρθοδόξων ὁ λαός, τῆς Ὀρθοδοξίας τὸν ὑπέρμαχον, τιμῶμέν σε ἀοίδιμε Κύριλλε· τοῖς ἀλλοδόξοις γὰρ ἀντικατέστης, καὶ τυράννων ὀφρὺν ἐξεφαύλισας, ὡς εὐσεβείας δικαιώμασι διεξάγων, τὴν λογικὴν ἐκλογάδα σου. Μακάριος εἶ, ὁ διωγμοὺς καὶ θλίψεις ὑπομείνας, καὶ μαρτυρίου τοῦ κρατῆρος γευσάμενος. Παῤῥησίαν ὡς ἔχων πρὸς Χριστόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἡ λοιπὴ Ἀκολουθία ὡς συνήθως καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας. Κοινωνικὸν τὸ τῆς ἡμέρας, Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Στίχοι.
Κύριλλε, τὰ ᾄσματα Κυρίλλου δέχου,
Ἔλεος αἰτούμενος αὐτῷ καὶ χάριν.

 

Share: