ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΤΗΝ «ΚΑΘΟΛΙΚΗΝ»
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, καὶ ἀγαλλώμενοι αὐτῆς ἀσπασώμεθα, Εἰκόνα τὴν ὑπέρτιμον, βοῶντες ἐκ ψυχῆς· Δέσποινα ἐπίβλεψον, ἐφ᾿ ἡμᾶς ἀοράτως, τοὺς ὁμολογοῦντάς σε, εὐσεβῶς Θεοτόκον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, Καθολικὴ τῇ θερμῇ ἀντιλήψει σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».
Ὠιδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παρθένε Μαρία Καθολική, τοὺς ἐν τῷ Ναῷ σου, καταφεύγοντας εὐλαβῶς, ὡς Μήτηρ ἀμόλυντος τοῦ Κτίστου, τῆς θεαυγοῦς σου ἀξίωσον χάριτος.
Ε῾τοίμη ὡς πέλουσα βοηθός, τῶν προσερχομένων, τῇ Εἰκόνι σου τῇ σεπτῇ, παθῶν ψυχοφθόρων τρικυμίας, Καθολικὴ Παντευλόγητε λύτρωσαι.
Πανάχραντε Μῆτερ Καθολική, τοὺς κατεστιγμένους, ἡμᾶς πλήθει ἁμαρτιῶν, ἴασαι φαρμάκῳ σωτηρίῳ, τῆς πρὸς Θεὸν εὐπροσδέκτου πρεσβείας σου.
Κινδύνων ἐκλύτρωσαι χαλεπῶν, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα σου εὐσεβῶς, ἐν ᾗ ἀνεκφοίτητος Παρθένε, Καθολικὴ διαμένει ἡ χάρις σου.
Ὠιδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἡ Εἰκών σου πηγάζει, Καθολικὴ Δέσποινα, ῥεῖθρα δαψιλῶς ἰαμάτων, τοῖς προσπελάζουσιν. Ὅθεν αἰτοῦμέν σε, ἀσθενειῶν τῶν κατ᾿ ἄμφω, καὶ ἡμᾶς ἀπάλλαξον, τοὺς εὐφημοῦντάς σε.
Τοὺς ἐν βίου ἀνάγκαις, Καθολικὴ στένοντας, τὴν ἀναψυχὴν φιλευσπλάγχνως, σὺ ἐπιβράβευσον, ἐκ τῆς Εἰκόνος σου, τῶν μητρικῶν οἰκτιρμῶν σου, φῶς αὐτοῖς τὸ ἄϋλον, ἐξανατέλλουσα.
Μητρικαῖς σου πρεσβείαις, πρὸς τὸν Χριστὸν Ἄχραντε, σκέπε καὶ διάσῳζε πάντας, ἡμᾶς ἐκ θλίψεων· τῇ γὰρ Εἰκόνι σου, Καθολικὴ Θεομῆτορ, εὐσεβῶς προσπίπτομεν, ὑμνολογοῦντές σε.
Υ῾περεύχου Παρθένε, Καθολικὴ πάντοτε, τῶν καταφευγόντων τῇ θείᾳ, πιστῶς Εἰκόνι σου, καὶ προσκυνούντων σου, τὸν ἀνερμήνευτον τόκον, δι᾿ οὗ κόσμος σέσωσται, τῆς παραβάσεως.
Διάσωσον Καθολικὴ Θεομῆτορ Εὐλογημένη, τοὺς τῇ Εἰκόνι σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Παρθένε Ἁγνή, Καθολικὴ Μητρόθεε, Εἰκόνι τῇ σῇ, προσπίπτομεν οἱ ἄθλιοι, εὐλαβῶς βοῶντές σοι· Παναγία Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὑμνοῦντας τὸ πλῆθος τῶν θαυμάτων σου.
Ὠιδὴ δ´. Εἰσακήκοα Κύριε.
Εὐμενῆ ἡμῖν ἔργασαι, τὸν ἐκ σοῦ ἀφράστως ἐνανθρωπήσαντα, μητρικαῖς σου παρακλήσεσι, ὦ Καθολικὴ Θεοχαρίτωτε.
Φοβερᾶς προστασίας σου, φώτισον τῇ αἴγλῃ τοὺς ἀτενίζοντας, τὴν Μορ-φήν σου τὴν ὑπέρλαμπρον, ὦ Καθολικὴ ἐν τῇ Εἰκόνι σου.
Ι᾿δοὺ Μῆτερ προσπίπτομεν, πίστει τῇ Εἰκόνι σου καὶ κραυγάζομεν· Τὸν Υἱόν σου ἡμῖν ἔργασαι, ὦ Καθολικὴ Ἁγνὴ εὐῒλατον.
Ρ῾ώμην δίδου ἑκάστοτε, κατὰ τοῦ ἀλάστορος τοῖς φωνοῦσί σου, εὐσεβῶς κλῆσιν τὴν πάντιμον, ὦ Καθολικὴ Θεομακάριστε.
Ὠιδὴ ε´. Φώτισον ἡμᾶς.
Ε῎μπλησον χαρᾶς, τὰς ψυχὰς τῶν ἐκβοώντων σοι· Χαῖρε Μῆτερ τοῦ Θεοῦ Καθολική, τῶν Ῥοδίων τὸ ἀκλόνητον προτείχισμα.
Ι῎δε ἐφ᾿ ἡμᾶς, τοὺς ἐν ζάλῃ κινδυνεύοντας, μεριμνῶν βιοτικῶν Καθολική, καὶ διάσωσον ἡμᾶς ἐξ ἀπογνώσεως.
Τεῖχος ἀῤῥαγές, γενηθήτω ἡ πρεσβεία σου, τοῖς ὑμνοῦσί σε πιστῶς Καθολική, ὡς ἀνθρώπων ἀπροσμάχητον βοήθειαν.
Ι῎ασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, τῶν τιμώντων εὐλαβῶς Καθολική, τῆς Μορφῆς σου τὸ ἐξαίσιον ἐκτύπωμα.
Ὠιδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκ ψυχῆς προσάγομεν, τῇ Μητρί σε τοῦ Ὑψίστου Παρθένε· ἀντιλαβοῦ οὖν ἡμῶν τῶν αἰτούντων, Καθολική σε ἐν βίῳ ἀντίληψιν, καὶ λύτρωσαι ὡς ἀγαθή, τοῦ ἐχθροῦ τῆς κακίας τοὺς δούλους σου.
Ε᾿πάκουσον τῆς θερμῆς δεήσεως, τῶν ἀθλίων οἰκετῶν σου Μαρία, καὶ ἐκ κακῶν τὴν ζωὴν ἡμῶν ῥῦσαι, Καθολικὴ τῇ πολλῇ εὐσπλαγχνίᾳ σου, ἐκ τῆς Εἰκόνος σου ἡμῖν, τοῦ ἐλέους σου ῥεῖθρα ἐκβλύζουσα.
Εἰρήνευσον τὰς ψυχὰς τῶν δούλων σου, κατευνάζουσα παθῶν τρικυμίας, ἐπισκοπῆς μητρικῆς σου γαλήνη, Καθολικὴ Θεοτόκε Ἀπείρανδρε· σὺ γὰρ Χριστὸν τὸν ἀρχηγόν, τῆς εἰρήνης ἀφράστως ἐκύησας.
Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ὑπερφυῶς σαρκωθέντα, τοὺς προσιόντας ψυχῆς ταπεινώσει, Καθολικὴ τῇ ἁγίᾳ Εἰκόνι σου, τῆς συνηθείας τῶν κακῶν, καὶ δουλείας Παρθένε τοῦ χείρονος.
Διάσωσον Καθολικὴ Θεομῆτορ Εὐλογημένη, τοὺς τῇ Εἰκόνι σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς ἀπονέμοντας ὅλης ἐκ πίστεως, Καθολικὴ Θεοτόκε Πανύμνητε, τιμὴν τῇ πανσέπτῳ Εἰκόνι σου, τῇ μητρικῇ εὐσπλαγχνίᾳ σου λύτρωσαι, ἐχθροῦ ἀρχεκάκου τῆς μήνιδος.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εὶσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μῆτερ Ἀειπάρθενε, Καθολικὴ Θεοτόκε, τῇ σεπτῇ Εἰκόνι σου, οἱ πιστοὶ προστρέχομεν, μετὰ πίστεως, καὶ ὑποκλίνοντες, ψυχῶν καὶ σωμάτων, οἱ ἀνάξιοι τὰ γόνατα, σὲ μακαρίζομεν, τὴν εὐλογημένην Θεόπαιδα, καὶ αἴροντες ἱκέτιδας, χεῖρας ἐκ βαθέων κραυγάζομεν· Ὄμματι εὐσπλάγχνῳ, ἐπίβλεψον Παρθένε ἐφ᾿ ἡμᾶς, καὶ ταῖς ψυχαῖς ἡμῶν δώρησον, τὴν εἰρήνην Ἄχραντε.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Ὠιδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μητρικῶν οἰκτιρμῶν σου, δωρεὰς τὰς ἀΰλους, δίδου Παρθένε ἡμῖν, τοῖς ἐπικαλουμένοις, τὸ θεῖον ὄνομά σου, καὶ Ναῷ ἐν ἁγίῳ σου, ἀθροιζομένοις πιστῶς, Καθολικὴ Κυρία.
Θαυμαστῶς ὡραιώθη, τῶν θαυμάτων τῇ αἴγλῃ, ἡ εὐαγής σου Εἰκών, ἐξ ἧς τῆς μητρικῆς σου, Καθολικὴ ἀγάπης, τὴν ἡμέραν ἀνάτειλον, τοῖς ἐπὶ σὲ ἀσφαλῶς, Παρθένε πεποιθόσιν.
Μυστικῇ εὐωδίᾳ, τῇ ἀεὶ προϊούσῃ, ἐκ τῆς Εἰκόνος τῆς σῆς, ποικίλων ἁμαρτάδων, Καθολικὴ Παρθένε, τὸ δυσῶδες ἐκδίωξον, ἐκ τῶν ψυχῶν τῶν θερμῶς, σὲ ἐπικαλουμένων.
Λογισμῶν ἐφαμάρτων, τῇ σφοδρᾷ τρικυμίᾳ, χειμαζομένους ἡμᾶς, διάσωσον ἐν τάχει, καὶ πρὸς δικαιοσύνης, τὸν λιμένα κατεύθυνον, Καθολικὴ μητρικῶν, εὐχῶν σου πηδαλίῳ.
Ὠιδὴ η’. Τὸν Βασιλέα.
Τῇ κυβερνήσει, τῆς μητρικῆς σου εὐνοίας, καθοδήγει πρὸς τὴν κτῆσιν τῶν ἀρίστων, τοὺς Καθολική σε, θερμῶς παρακαλοῦντας.
Ρ῾ῶσιν παράσχου, Καθολικὴ καὶ ὑγείαν, τοῖς Ναῷ σου τῷ πανσέπτῳ προσιοῦσι, καὶ ἀνευφημοῦσι, τὸν ἄσπορόν σου τόκον.
Ω῾ς ἀντιλήπτωρ, Καθολικὴ Θεομῆτορ, τῶν καλούντων σου τὴν κλῆσιν μετὰ δέους, αὐτοῖς σαῖς πρεσβείαις, τὰ αἴσια χορήγει.
Ο῎μβρισον πᾶσι, Καθολικὴ Θεοτόκε, τὴν οὐράνιον πηγὴν τῶν ἀγαθῶν σου, τοῖς καταφιλοῦσι, τὴν θείαν σου Εἰκόνα.
Ὠιδὴ θ´. Κυρίως Θεοτόκον.
Συνήχθημεν προθύμως, πρὸ τῆς σῆς Εἰκόνος, Καθολικῆς καὶ θερμῶς ἱκετεύομεν· Φρούρει ἡμᾶς ἐν τοῦ βίου, ταῖς περιστάσεσι.
Τὸ θεῖον ἔλεός σου, μηδόλως ἀποστήσῃς, Καθολικὴ ἀφ᾿ ἡμῶν τῶν ὑμνούντων σε, ἀλλὰ βοήθει καὶ σῷζε, πάντας ὡς εὔσπλαγχνος.
Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Παρθένε, Καθολικὴ τὰς καρδίας τῶν δούλων σου, τῶν ἀνυμνούντων τὸ πλῆθος, τῶν θαυμασίων σου.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, Καθολικὴ Θεοτόκε τὴν ποίμνην σου, ἐκ συμφορῶν ὀλεθρίων, σῷζε πρεσβείαις σου.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Θεοτόκε Καθολικὴ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή· χαίροις τοῦ λαοῦ σου, ἁγία προστασία, καὶ καύχημα τῆς Ῥόδου, περιφανέστατον.
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, Εἰκόνι τῇ θείᾳ, τῆς Κυρίας Καθολικῆς· ἀπαύστως γὰρ βλύζει, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη θεραπεύει, ψυχῆς καὶ σώματος.
Την τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σερα-φίμ, μακαρίζομέν σε, Καθολικὴ Παρθένε, τὴν μητρικὴν στοργήν σου, ἀπεκδεχόμενοι.
Ε῎χοντες Εἰκόνα σου τὴν σεπτήν, ὀχύρωμα θεῖον, καὶ προπύργιον ἀσφαλές, πάντες ὁμοφώνως, τῇ θαυμαστῇ σου δόξῃ, Καθολικὴ Παρθένε, τὸν ὕμνον ᾄδομεν.
Ι῞λεως Κυρία Καθολική, γενοῦ τοῖς τιμῶσι, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἔνθα καθορᾶται, ὑπέρκαλλος ἡ δόξα, τῆς ἱλαρᾶς μορφῆς σου, Θεογεννήτρια.
Ρ῾ῦσαι Παναγία Καθολική, θλίψεων παντοίων, καὶ κινδύνων παντοδα-πῶν, τοὺς προσερχομένους, Ναῷ σου ἐν ἁγίῳ, καὶ ἐπικαλουμένους, τὴν προστασίαν σου.
Χείλη καθαγίασον καὶ ψυχάς, τῶν ἀσπαζομένων, τὴν Εἰκόνα σου εὐλαβῶς, τὴν θαυμαστωθεῖσαν, Καθολικὴ Παρθένε, σημείοις ἐξαισίοις, καὶ ξένοις θαύμασι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀσπασώμεθα πιστῶς, χείλεσιν ὁμοῦ καὶ καρδίαις, τῆς Παναχράντου Μητρός, τὴν Εἰκόνα ἅπαντες, τὴν θαυματόβρυτον, καὶ αὐτῇ ἀνακράξωμεν, ἐν ὁμοφροσύνῃ· Δέσποινα ἐπάκουσον, κραυγῆς τῶν δούλων σου, τῶν ἐν τῷ Ναῷ σου ἑστώτων, καὶ ἐξαιτουμένων τὴν χάριν, ὦ Καθολικὴ τῆς προστασίας σου.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων...
Δίστιχον.
Κυρίλλῳ Ῥόδου τῷ οἰκτρῷ Ἐπισκόπῳ,
Χορήγει χάριν Καθολικὴ Παρθένε.