ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ ΣΚΙΑΔΕΝΗΝ
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ εὐλαβῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Σκιαδενὴ Πανάχραντε, τῶν Ῥοδίων τὸ κλέος, πρόφθασον καὶ λύτρωσαι, ἐκ παντοίας ἀνάγκης, τοὺς πεποιθότας Μῆτερ ἐπὶ σοί, καὶ τὴν ἁγίαν τιμῶντας Εἰκόνα σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».
Ὠιδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ, Δέσποινα Μαρία, Θεονύμφευτε Σκιαδενή, βοήθεια πάρεσο ἑτοίμη, τῶν προσιόντων πιστῶς τῇ Εἰκόνι σου.
Ι᾿δού σοι ἐκ πόθου οἱ εὐσεβεῖς, προστρέχομεν Κόρη, καὶ βοῶμεν ἀπὸ ψυχῆς· Μῆτερ Σκιαδενὴ Εὐλογημένη, τῆς εὐσπλαγχνίας σου πάντας ἀξίωσον.
Εἰσάκουσον πάντων ὡς εὐμενής, τῶν ἐξαιτουμένων, τὴν ταχεῖάν σου ἀρωγὴν, αὐτοὺς Σκιαδενή ἐξαιρουμένη, τῶν ἐν τῷ βίῳ δεινῶν περιστάσεων.
Καθέδρα ἁγία τοῦ Λυτρωτοῦ, ὑπάρχουσα Κόρη, Θεονύμφευτε Σκιαδενή, λύτρωσαι ἡμᾶς τοὺς ὑμνητάς σου, ἐκ τῶν δολίων ἐχθροῦ ἐπιθέσεων.
Ὠιδὴ γ´. Οὐρανίας ἁψῖδος.
Η῾ κραυγή μου ἐλθέτω, πρὸς σὲ Ἁγνὴ τάχιον· κλῖνόν μοι τὸ ἅγιον οὖς σου, Μῆτερ καὶ πρόφθασον, ὦ Σκιαδενὴ θαυμαστή, Εὐλογημένη Μαρία, τὴν ζωήν μου σῴζουσα, πάσης κακώσεως.
Ε᾿ξηράνθην ὡς χόρτος, ταῖς πονηραῖς πράξεσι, καὶ ταῖς ἁμαρτίαις ἐπλήγην, ὅλος ὁ ἄθλιος· ἀλλ᾿ εὐμενῶς Σκιαδενή, τῇ ταπεινώσει μου πρόσχες, καὶ γενοῦ τελεία μοι, Μῆτερ παράκλησις.
Ε᾿κ φθορᾶς τὴν ζωήν μου, ὡς ἀγαθὴ λύτρωσαι· καὶ τῶν διωκόντων με ῥῦσαι, ἐχθρῶν καὶ σῶσόν με, ὦ Σκιαδενὴ θαυμαστή· καὶ γὰρ τιμῶ καὶ γεραίρω, τῆς σεπτῆς Εἰκόνος σου, πίστει τὰ θαύματα.
Υ῾περύμνητε Κόρη, Μῆτερ Θεοῦ Πάναγνε, ἐλεημοσύνας μὴ παύσῃ, ποιοῦσα πάντοτε, τοῖς καταφεύγουσι, τῇ εὐαγεῖ σου Εἰκόνι, Σκιαδενὴ καὶ ψάλλουσιν, ὕμνον τῇ δόξῃ σου.
Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, ὦ Σκιαδενὴ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, τοὺς προσιόντας Εἰκόνι σου τῇ ἁγίᾳ.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Ε᾿λέους πηγή, ὑπάρχουσα ἀστείρευτος, Ἁγνὴ Σκιαδενή, Εἰκών σου ἡ ὑπέρτιμος, τὰς καρδίας πάντοτε, ἀναψύχει τῶν πίστει βοώντων σοι· Χαῖρε τῆς Ῥόδου σκέπη θαυμαστή, Παρθένε καὶ ἄσειστον προπύργιον.
Ὠιδὴ δ´. Εἰσακήκοα Κύριε.
Σκιαδενὴ Παντευλόγητε, δός μοι τὰ αἰτήματα ὡς φιλεύσπλαγχνος· ἐπὶ σοὶ γὰρ Μῆτερ πέποιθα· μὴ με καταισχύνῃς τὸν ταλαίπωρον.
Σκιαδενὴ ἐν τῷ θλίβεσθαι, συμπαθῶς ἐπίσκεψαι τοὺς οἰκέτας σου, καὶ αὐτοῖς δὸς παραμύθιον, χάριν τὴν ἁγίαν τῆς Εἰκόνος σου.
Ε᾿ν ἐρήμῳ πλανώμενον, Σκιαδενὴ Πανύμνητε ἀπογνώσεως, πρὸς χαρὰν με καθοδήγησον, τοῦ ἐκ σοῦ τεχθέντος ὑπὲρ ἔννοιαν.
Ρ῾ῦσαι Μῆτερ Πανάμωμε, Σκιαδενὴ Θεόνυμφε τῇ σῇ χάριτι, θλιβερῶν ἐκ περιστάσεων, τοὺς ἀσπαζομένους τὴν Εἰκόνα σου.
Ὠιδὴ ε´. Φώτισον ἡμᾶς.
Ε᾿ν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς ὁδήγησον, ταῖς εὐθείαις Θεομῆτορ Σκιαδενή, ἀσφαλεῖ χειραγωγίᾳ τῆς πρεσβείας σου.
Κλῖνον Σκιαδενή, τοῦ Θεοῦ εἰς τὰ μαρτύρια, χάριτός σου προμηθείᾳ μυστικῇ, τὰς καρδίας τῶν τιμώντων τὴν Εἰκόνα σου.
Ποίησον πολλήν, Σκιαδενὴ Μῆτερ χρηστότητα, μετὰ πάντων τῶν ὑμνούντων εὐλαβῶς, τῆς τιμίας σου Εἰκόνος τὰ θαυμάσια.
Ι῎δε ἐφ᾿ ἡμᾶς, παρεστῶτας τῇ Εἰκόνι σου, καὶ ἀπάλλαξον ἡμᾶς ἐκ πειρασμῶν, Σκιαδενὴ καὶ νοσημάτων ὡς φιλεύσπλαγχνος.
Ὠιδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Κατέσχε με ἀθυμία Δέσποινα, καὶ ὀδύναι με πολλαὶ περιέσχον· ἀλλὰ ἐλθέτω ἡ θεία σου χάρις, ἀναψυχήν τῇ ψυχῇ μου παρέχουσα, καὶ εὐφροσύνην μυστικήν, Σκιαδενὴ τῶν Ῥοδίων κραταίωμα.
Ε᾿πίφανον τὸ γλυκύ σου πρόσωπον, ἐφ᾿ ἡμᾶς τοὺς ταπεινούς σου οἰκέτας, καὶ τῷ φωτὶ τῆς πολλῆς χάριτός σου, τὸ ψυχικὸν ἡμῶν σκότος διάλυσον· σὺ γὰρ ὑπάρχεις εὐμενής, Σκιαδενὴ τοῖς φωνοῦσι τὴν κλῆσίν σου.
Α᾿γάθυνον Σκιαδενὴ Θεόνυμφε, τοῖς προσπίπτουσι ἐκ πόθου καρδίας, τῷ χαρακτῆρι τῆς θείας Μορφῆς σου, θαυμαστωθέντι τῷ πλούτῳ τῆς δόξης σου, καὶ ἀναβλύζοντι ἀεί, ἰαμάτων τὰ ῥεῖθρα τοῖς χρήζουσι.
Λαμπρόμορφος καθορᾶται Ἄχραντε, ἡ Εἰκών σου τοῖς πιστῶς προσιοῦσι, καὶ θαυμαστῶς οἰκτιρμῶν σου ἐκπέμπει, τὸν φωτισμὸν Σκιαδενὴ τὸν σωτήριον· ὅθεν καταύγασον Ἁγνή, καὶ ἡμῶν τὰς ψυχὰς τῶν ὑμνούντων σε.
Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, ὦ Σκιαδενὴ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, τοὺς προσιόντας Εἰκόνι σου τῇ ἁγίᾳ.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμε-ρῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Σκιαδενῆς τῇ Εἰκόνι προσπέσωμεν, ἐν μετανοίᾳ πιστοὶ καὶ βοήσωμεν· Παρθένε Μαρία Πανάχραντε, τῆς φοβερᾶς προστασίας σου πάντοτε, τὴν χάριν τοῖς δούλοις σου πάρεχε.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Παρθένε Πανάχραντε, Εὐλογημένη Μαρία, Σκιαδενὴ Θεόνυμφε, τῶν Ῥοδίων καύχημα, καὶ κραταίωμα, σὺ τὴν τιμίαν σου, ἀληθῶς Εἰκόνα, ὑπὲρ λόγον θαυμαστώσασα, πηγὴν ἀνέδειξας, ταύτην τοῦ ἀπείρου ἐλέους σου, καὶ σκεῦος τιμιώτατον, τῆς σωτηριώδους σου χάριτος· ἣν καταφιλοῦντες, δοξάζομεν Χριστὸν τὸν διὰ σοῦ, ἡμῖν εἰρήνην παρέχοντα, καὶ τὸ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Ὠιδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ε᾿ξαπόστειλον Κόρη, μητρικῆς χάριτός σου, τὸν φωτισμὸν Σκιαδενή, φωτίζουσα τὰς τρίβους, τῶν ἐπικαλουμένων, τὴν θερμήν σου ἀντίληψιν, καὶ ὁδηγοῦσα αὐτούς, πρὸς πλάτος σωτηρίας.
Α᾿πὸ πάσης ἀνάγκης, ἀσφαλῶς σκέπασόν με, Μῆτερ Θεοῦ Σκιαδενή, καὶ πρόσχες ἱκετεύω, εἰς τὴν βοήθειάν μου, ἐν ἡμέρᾳ κακώσεως· καὶ γὰρ πιστῶς εὐλογῶ, τὸν ἄφραστόν σου τόκον.
Πλεονάζουσα Μῆτερ, τῆς ἀμέτρου στοργῆς σου, τὰς πολλαπλὰς δωρεάς, μὴ παύσῃ ἐπὶ πάντας, τοὺς κατασπαζομένους, Σκιαδενὴ τὴν Εἰκόνα σου, ὡς εὐσπλαγχνίας τῆς σῆς, ἀκένωτον ταμεῖον.
Λογισμῶν πονηρίας, Σκιαδενὴ Θεομῆτορ, ἀπάλλαξόν μου τὸν νοῦν, καὶ δίδου μοι σοφίαν, ὡς ἂν ἐν σωφροσύνῃ, ἐκπληρώσω τὸ θέλημα, τοῦ σαρκωθέντος ἐκ σοῦ, εἰς κόσμου σωτηρίαν.
Ὠιδὴ η´. Τὸν Βασιλέα.
Συντετριμμένος, νῦν τῇ καρδίᾳ ὑπάρχων, Σκιαδενὴ τῇ σῇ Εἰκόνι καταφεύγω· ἴασαί με Κόρη, Ὑπερευλογημένη.
Ταλαιπωρίας, τῶν ἀκαθέκτων παθῶν μου, Σκιαδενὴ ἀνάγαγέ με ἐκ τοῦ λάκκου, καὶ ἐν μετανοίας, ἑδραίωσόν με στάσει.
Τοὺς οἰκτιρμούς σου, ὡς ἀγαθὴ μὴ μακρύνῃς, ἀφ᾿ ἡμῶν τῶν ἀναξίων οἰκετῶν σου, Σκιαδενὴ τῆς Ῥόδου, ἀγλάϊσμα καὶ κλέος.
Ο῎μβρισον Μῆτερ, τῆς χάριτός σου τὰ ῥεῖθρα, ἀναψύχουσα ἡμῶν τὰς διανοίας, Σκιαδενὴ Παρθένε, τῶν σὲ μακαριζόντων.
Ὠιδὴ θ´. Κυρίως Θεοτόκον.
Α᾿νάστηθι Παρθένε, εἰς βοήθειάν μου, ἐνίσχυσόν μου ψυχῆς τὴν ἀσθένειαν, ὦ Σκιαδενὴ ὡς πλουτοῦσα, πλῆθος χρηστότητος.
Ταχὺ ἐπάκουσόν μου, Σκιαδενὴ Παρθένε, ἀντιλαβοῦ μου εὐσπλάγχνως Πανύμνητε, καὶ ἀσφαλῶς ἐν ὁδῷ με, Θεοῦ ὁδήγησον.
Τὸ θεῖον πρόσωπόν σου, Σκιαδενὴ Παρθένε, μὴ ἀπ᾿ ἐμοῦ ἀποστρέψῃς τοῦ δούλου σου, ὅτι εἰς σὲ τὴν ἐλπίδα, ἔχω Πανύμνητε.
Υ῾πὲρ τῶν ὑμνητῶν σου, Σκιαδενὴ δεήσεις, ὡς ἀγαθὴ μὴ ἐλλίπῃς προσάγουσα, τῷ ἐξ ἁγνῶν σου αἱμάτων, ἐνανθρωπήσαντι.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, τῇ θείᾳ Εἰκόνι, Παναγίας τῆς Σκιαδενῆς· ἐκβλύζει γὰρ χύδην, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη ἀποπλύνει, ψυχῆς καὶ σώματος.
Χαίροις Θεονύμφευτε Σκιαδενή, καύχημα τῆς Ῥόδου, καὶ προπύργιον κραταιόν· χαίροις προστασία, τῶν ἐπικαλουμένων, τὴν θαυμαστήν σου χάριν, ἐν περιστάσεσι.
Χαίρει ἡ Ῥοδόνησος εὐσεβῶς, ἔχουσα ἐν κόλποις, ὡς τῆς χάριτος θησαυρόν, Σκιαδενὴ Παρθένε, τὴν θείαν σου Εἰκόνα· διὸ καὶ μεγαλύνει, ἀεὶ τὴν δόξαν σου.
Σκέπε τὴν Μονήν σου τὴν ἱεράν, ἀπὸ δυσπραγίας, καὶ κινδύνων ἐπιβουλῆς, καὶ δίδου ἀπαύστως, τῆς μητρικῆς στοργῆς σου, ὦ Σκιαδενὴ τὴν χάριν, τοῖς προσιοῦσί σοι.
Α῎λλη ἀναδέδεικται Σιλωάμ, πηγὴ ἡ Εἰκών σου, ἡ ὑπέρτιμος Σκιαδενή· ῥεῖθρα γὰρ θαυμάτων, ἀπαύστως πελαγίζει, καὶ νόσους θεραπεύει, ψυχῆς καὶ σώματος.
Δέσποινα Πανύμνητε Σκιαδενή, ἔλεος καὶ χάριν, ἡ Εἰκών σου νέμει ἀεί, κινδύνων παντοίων, ἡμᾶς ἐξαιρουμένη, τοὺς ἐπικαλουμένους, τὴν προστασίαν σου.
Τοὺς προσερχομένους τῇ σῇ Μονῇ, καὶ ἀσπαζομένους, τὴν Εἰκόνα σου Σκιαδενή, ἀξίωσον πάντας, τῆς θείας σου εὐνοίας, καὶ φύλαττε ἐκ πάσης, ὀργῆς καὶ θλίψεως,
Δέξαι τὰς δεήσεις ὡς ἀγαθή, ἃς προσάγομέν σοι, Θεονύμφευτε Σκιαδενή, καὶ πλήρωσον ταύτας, τῇ θείᾳ χάριτί σου, ἵνα σε κατὰ χρέος, ἐγκωμιάζομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε καὶ προσπέσωμεν πιστοί, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῆς Παναγίας Μητρός, δάκρυα ἐκχέοντες, καὶ ἀνακράζοντες· Σκιαδενὴ Θεονύμφευτε, τὴν χάριν σου δίδου, τῷ λαῷ σου πάντοτε, ὡς πολυεύσπλαγχνος, σῴζουσα αὐτὸν ἐκ κινδύνων, καὶ ἐπηρειῶν ὀλεθρίων, τῇ ἀπροσμαχήτῳ προστασίᾳ σου.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων...
Δίστιχον.
Κύριλλον ἀεί, τὸν Ῥόδου Ποιμενάρχην,
Σκέπε Σκιαδενή, τῆς χάριτός σου σκέπῃ.