ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ
ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ
Οὗ ἡ Μνήμη τῇ ΚΖ΄ Αὐγούστου.
Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Στύλον εὐσεβείας σε, καὶ στρατιώτην ἀήττητον, οἱ πιστοί σε γινώσκομεν, Φανούριε ἔνδοξε, ὡς νεοφανέντα, ἐν τῇ Ἐκκλησίᾳ, ἣν καταυγάζεις ὡς ἀστήρ, καὶ τὰ τοῦ κόσμου φωτίζεις πέρατα· διὸ Χριστὸς ὁ Κύριος, ὁ ἐν ὑψίστοις καθήμενος, τοῖς πιστοῖς σε ἐδήλωσε, τὸν πρὸ πάλαι κρυπτόμενον.
Ε῎στης τῆς ἐφέσεως, οἷά περ φθάσας τὸ ἔσχατον, ὀρεκτῶν παναοίδιμε, φωτὸς ἀξιούμενος, ᾧ φωτίζεις πάντας, τοὺς σὲ εὐφημοῦντας, καὶ φανεροῖς τὰ ἐν κρυπτῷ, ὡς ἐνεστῶτα Μάρτυς Φανούριε· διό σου τὸ σεβάσμιον, περικυκλοῦμεν εἰκόνισμα, ἐν αὐτῷ κατοπτεύοντες, τὰ φρικτά σου μαρτύρια.
Εὑρέσει Εἰκόνος σου, καὶ τοῦ Ναοῦ τοῦ ἁγίου σου, ἡ θεόσωστος πόλις σου, ἡ Ῥόδος εὐφραίνεται, ῥύστην σε πλουτοῦσα, καὶ πρόμαχον μέγαν, καὶ τῶν θαυμάτων τὴν πληθύν, ἃ διανέμεις τοῖς προσιοῦσί σοι, δοξάζει ἐκτελοῦσά σου, τὴν σεβασμίαν πανήγυριν, Ἀθλοφόρε Φανούριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Σήμερον τὴν μνήμην σου, ἡ τῶν Ῥοδίων Μητρόπολις, ἑορτάζει Φανούριε, καὶ χαίρει τῷ πνεύματι, ἀνυμνολογοῦσα, τῆς ἀθλήσεώς σου, τὰ ἀγωνίσματα λαμπρῶς, καὶ ἱκετεύει σε ἀνακράζουσα· Προστάτης μου καὶ πρόμαχος, ἔσο ἀεὶ παμμακάριστε, καὶ ὑπέρμαχος ἄριστος, τῶν ἀξίως τιμώντων σε.
Δόξα. Ἦχος πλ. β΄.
Ξένα καὶ παράδοξα θαύματα, ὁ Κύριος ἐν τοῖς Ἁγίοις αὐτοῦ, ἐθαυμάστωσεν ἑκάστοτε, μεθ᾿ ὧν καὶ ἐν ὑστέροις καιροῖς, τὸν θαυμαστὸν ἐν Μάρτυσι Φανούριον, ἄλλον ἥλιον ἀνέδειξε, τοῖς θαύμασι λάμποντα· πρὸς ὃν καὶ ἡμεῖς, τὸν ὕμνον προσφέρομεν λέγοντες· Χαίροις ὁ νεοφανὴς ἀστήρ, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ Μαρτύρων ἀγλάϊσμα· χαίροις ὁ τὸν ἀγῶνα, ὑπὲρ Χριστοῦ ἀθλήσας στεῤῥῶς, ἐν γῇ δὲ πλείστοις ἔτεσι κρυπτόμενος, καὶ διὰ τῆς Εἰκόνος σου ἐν κόσμῳ φανερωθείς, παρὰ τοῦ ἀθλοθέτου Θεοῦ· Χαίροις Ῥοδίων τὸ ἐγκαλλώπισμα, καὶ τῶν πιστῶν πρεσβευτὴς ἑτοιμότατος. Αὐτῷ οὖν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν σεβασμίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ω῞σπερ ῥόδον πανεύοσμον, ἡ ἐν δόξῃ ἐκλάμπουσα, Ῥόδος ἡ περίφημος εὑραμένη σε, χαίρει ὀσμαῖς τῶν θαυμάτων σου, πλησθεῖσα Φανούριε, καὶ δοξάζει σε πιστῶς, καὶ προστρέχει τῇ σκέπῃ σου, τῆς Εἰκόνος σου, εὐσεβῶς προσκυνοῦσα χαρακτῆρα, καὶ θαυμάτων τὰ σημεῖα, ἅ σοι Θεὸς ἐδωρήσατο.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ε᾿ξεπλάγησαν ἅπαντες, τὰ ἐξ αἴφνης βλεπόμενα, τῆς σεπτῆς Εἰκόνος σου πάθη ἔνδοξε, τὰ πλείστοις χρόνοις ἀγνώριστα, ὦ θεῖε Φανούριε, καὶ Ναὸν περικαλλῆ, διὰ τοῦτο ἀνήγειραν, καὶ ηὐτρέπισαν, ὑμνῳδίαις ἐνθέοις εὐφημοῦντες, τὸν δοξάσαντά σε Μάρτυς, θαυμάτων πλήθει καὶ χάρισι.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Τούτου βίος ἀγνώριστος, τοῖς ἀνθρώποις διέμενε, μόνῳ γινωσκόμενος τῷ Θεῷ ἡμῶν, τὸ δὲ αὑτοῦ ἐξεικόνισμα, δεδήλωκεν ἄριστα, οἷος ἦν πρὸς τὸν Θεόν, νικητὴς φανερούμενος, τοῦ ἀλάστορος, καὶ σεπτὸς Ἀθλοφόρος· ὃν ὑμνοῦμεν, καὶ γεραίρομεν ἐκ πόθου, ὡς Ἀθλητὴν γενναιότατον.
Δόξα. Ἦχος πλ. δ΄.
Α῎στρον φαεινότατον, ἐπέλαμψε τοῖς πέρασι σήμερον, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισε· τὸν γὰρ ἐν Ῥόδῳ κρυπτόμενον θεῖον Ναόν, ὁ Κύριος ἐφανέρωσεν, οἰκιστὴν ἔχοντα τὸν μέγαν ἐν Μάρτυσι Φανούριον, τὸν ἔνδοξον στρατιώτην καὶ ἀήττητον· ὃν εὐφημοῦντες ἐν ὕμνοις ἱκετεύσωμεν, ὅπως πρεσβεύῃ ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων, τὴν ἀεισέβαστον αὐτοῦ καὶ θείαν πανήγυριν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.
Ω῍ τοῦ παραδόξου θαύματος! ἡ σεπτή σου Εἰκών, θαυμαστῶς ἀνέθορε, προνοίᾳ τῇ θεϊκῇ, ἐκ γῆς Φανούριε, καὶ μέγαν σε τοῦ Χριστοῦ, τῇ Ἐκκλησίᾳ ἐγνώρισε Μάρτυρα, παρέχοντα δωρεάν, τῶν ἰαμάτων τὴν χάριν τοῖς κράζουσι· Χαίροις θεῖε Ἀθλοφόρε, Ἐκκλησίας καύχημα, Ὀρθοδόξων τὸ κλέος, καὶ Ῥοδίων τὸ ἀγλάϊσμα.
Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! σὺ γὰρ ἐκ λαγόνων, τῆς γῆς ἐφανέρωσας, Εἰκόνα τὴν ἱεράν, τοῦ Ἀθλοφόρου σου, καὶ τοῦτον ὡς ἀγαθός, περιφανῆ καταστήσας τοῖς θαύμασιν, εὐεργετεῖς δι᾿ αὐτοῦ, τοὺς ἐκ καρδίας αὐτῷ ἀνακράζοντας· Χαίροις Μάρτυς τροπαιοῦχε, μέγιστε Φανούριε, ὁ ἐκ Ῥόδου τῷ κόσμῳ, ἀνατείλας ὥσπερ ἥλιος.
Τῆς σῆς Εἰκόνος τὴν εὕρεσιν, ἐν ἀγαλλιάσει, νῦν πανηγυρίζομεν, τιμῶντές σε οἱ πιστοί, σοφὲ Φανούριε· ἐφάνης γὰρ δι᾿ αὐτῆς, τῇ Ἐκκλησίᾳ φωστὴρ ὥσπερ ἄδυτος, ἐξανατέλλων ἀεί, τῶν δωρεῶν σου τὸ φῶς τοῖς κραυγάζουσι· Χαίροις τῶν Μαρτύρων κλέος, Ὀρθοδόξων στήριγμα, καὶ προστάτης τῆς νήσου, τῶν Ῥοδίων ἀκαταίσχυντος.
Τὴν σὴν ὑπέρτιμον ἄθλησιν, εὐλαβῶς τιμῶμεν, ἣν Χριστοῦ τῷ ἔρωτι, νεότητος ἐν ἀκμῇ, λαμπρῶς ἐτέλεσας· κἂν ἄγνωστος γὰρ τὸ πρίν, τῇ φανερώσει τῆς θείας Εἰκόνος σου, ἐγνώσθη Μάρτυς ἡμῖν, τοῖς ἀκορέστῳ ἀγάπῃ βοῶσί σοι· Χαίροις Ἀθλοφόρων δόξα, κράτιστε Φανούριε, αἰχμαλώτων ὁ ῥύστης, καὶ νοσούντων ἡ ἀντίληψις.
Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ὢν τῷ σώματι, σὺ κομιδῇ Ἀθλοφόρε, πολιὸν ἐπέδειξας, καὶ ἀκμαῖον φρόνημα, ἐν τοῖς ἄθλοις σου· σὺ γὰρ Φανούριε, ἐν χειρὶ βαστάζων, τοῦ Σταυροῦ τὸ μέγα τρόπαιον, ἔστης ἀσάλευτος, ἐν ταῖς προσβολαῖς τῶν κολάσεων, καὶ πλάνης κατετρόπωσας, τῆς εἰδωλικῆς τὴν παράταξιν. Ὅθεν ἀνυψώθης, πρὸς δόξαν θεϊκὴν ὑπὲρ ἡμῶν, ἀκαταπαύστως δεόμενος, τῶν ἀνευφημούντων σε.
Λίθοις συντριβόμενος, τὴν κεφαλὴν καὶ τὸ στόμα, σιδηροῖς δὲ ὄνυξι, ἀπηνῶς ξεόμενος, τὸ σαρκίον σου, ἐπὶ μαγγάνου τε, προσδεθεὶς τὸ σῶμα, καὶ τῇ πέτρᾳ πιεζόμενος, οὐκ ἐδειλίασας, ἔχων τὸν Χριστὸν δυναμοῦντά σε, καὶ στόματα ἐφίμωσας, τῶν θηρῶν τῇ θείᾳ ἐντεύξει σου. Ὅθεν διὰ πάντων, Φανούριε δοξάσας τὸν Θεόν, ὑπὲρ ἡμῶν νῦν ἱκέτευε, τῶν ἀνευφημούντων σε.
Ωι῎χετο ὁ βύθιος, ἐχθρὸς θρηνῶν καὶ στενάζων, ὅτε σε τοὺς ἄνθρακας, ἀβλαβῶς βαστάζοντα, ἐθεάσατο· σὺ γὰρ τῆς πίστεως, ἐν καρδίᾳ φέρων, πῦρ τὸ ἄϋλον Φανούριε, πῦρ ὅλος γέγονας, καὶ πυρὸς τὴν φλόγα ἐνίκησας, ὡς Παῖδες οἱ τρισάριθμοι, οἱ ἐν Βαβυλῶνι τὸ πρότερον. Ὅθεν σε ὑμνοῦμεν, ἀντίληψιν αἰτούμενοι τὴν σήν, Μεγαλομάρτυς πανένδοξε, βίου ἐν ταῖς θλίψεσιν.
Ρ῾όδος ἡ περίφημος, σὲ ἀντιλήπτορα ἔχει, καὶ ἡ οἰκουμένη δέ, κραταιὸν ὑπέρμαχον, παμμακάριστε· σὺ γὰρ τὸν Κύριον, ὡς ὁμολογήσας, καὶ ἀθλήσας μέχρις αἵματος, χάριν ἀπέλαβες, τοῦ θαυματουργεῖν τὰ παράδοξα, καὶ πανταχοῦ φαινόμενος, πᾶσι χορηγεῖν τὰ συμφέροντα, καὶ ἐν προστασίαις, ταχύτατος ὑπάρχειν ἀληθῶς, τοῖς σὲ καλοῦσιν ἐκ πίστεως, ἀῤῥαγοῦς Φανούριε.
Δόξα. Ἦχος α΄.
Μεγαλομάρτυς Ἀθλοφόρε Φανούριε, σὺ ὁ ἀήττητος στρατιώτης, τοῦ Βασιλέως τῆς δόξης Χριστοῦ, ὁ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, ἐν μαρτυρίου συμπλοκῇ τροπωσάμενος· σὺ ὁ γενναιότατος Ἀθλητής, ὁ πάλαι ἀθλήσας ὑπὲρ ἄνθρωπον, καὶ ἐν τοῖς ὕστερον τῇ οἰκουμένῃ, γνωστὸς ἐκ τῆς Ῥόδου γενόμενος, τῇ φανερώσει τῆς Εἰκόνος σου· ὁ τοῖς θαύμασι μέγας γνωριζόμενος, ὁ Ἱερεῖς αἰχμαλωσίας λυτρωσάμενος, καὶ τὴν γνῶσιν τῶν ἀφανῶν φανερῶν, φερωνύμως τοῖς ἐπικαλουμένοις σε· ἱκέτευε τῷ δοξάσαντι σε, ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσα, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄, 9-14)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄, 15-στ΄, 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.
Ἦχος α΄. Ὁσίου Νικηφόρου τοῦ Χίου.
Ε᾽πεφάνη σήμερον ἡ χάρις τῶν θαυμάτων σου, Φανούριε πανθαύμαστε Μάρτυς τοῦ Χριστοῦ, ἐν τῇ εὑρέσει τοῦ πανσέπτου Ναοῦ σου, καὶ τῆς θείας Εἰκόνος σου, αἰχμαλώτους λυτροῦσα, νόσους φυγαδεύουσα, καὶ πάντων τῶν προσιόντων σοι πιστῶς, τὰ πρὸς σωτηρίαν αἰτήματα πληροῦσα· διὸ καὶ ἡμῖν, τοῖς μετὰ πόθου τὴν μνήμην τελοῦσί σου, τὴν λύσιν τῶν δεινῶν αἴτησαι παρὰ Θεοῦ, καὶ πταισμάτων τὴν συγχώρησιν, ταῖς πρὸς αὐτὸν εὐπροσδέκτοις ἱκεσίαις σου.
Ὁ αὐτός.
Χαῖρε καὶ εὐφραίνου, Μεγαλομάρτυς Φανούριε, τοῦ ἀθανάτου Βασιλέως, στρατιῶτα ἀήττητε· Θεὸν γὰρ δοξάσας ἐπὶ γῆς, τοῖς ἄθλοις τοῦ μαρτυρίου, ἐν οὐρανοῖς παρ᾿ αὐτοῦ ἀντεδοξάσθης· διὸ καὶ ἡ χάρις σου, θαυμαστῶς ἐπενεργοῦσα, θαυματουργόν σε προβάλλεται, πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνοντα, καὶ τοῖς ἐν κινδύνοις καὶ θλίψεσι, τὴν λύτρωσιν ταχέως παρέχοντα. Ὅθεν πάντες ὑμνοῦμέν σε, ἐπιτελοῦντες εὐσεβῶς, τὴν πανέορτον μνήμην σου πολύαθλε.
Ἦχος β΄.
Ε᾽πὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, Φανουρίου τοῦ ἐν Ῥόδῳ φανερωθέντος, δεῦτε πιστοὶ πανηγυρίσωμεν· ὡς ἀστὴρ γὰρ ἀνέτειλε σήμερον, ἀγλαοφανῶς καταυγάζουσα, τοὺς βοῶντας πρὸς αὐτόν· Χαίροις Μαρτύρων τὸ κλέος, τῶν Ὀρθοδόξων προστάτης, αἰχμαλώτων ὁ ῥύστης, ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν κινδύνοις ἀντιλήπτωρ ὁ τάχιστος· παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Σήμερον ἡ Ῥόδος εὐφραίνεται, τὴν μνήμην σου ἐπιτελοῦσα, καὶ σὺν αὐτῇ ἡ οἰκουμένη ἑορτάζει, Μεγαλομάρτυς ἔνδοξε Φανούριε· τὴν φερώνυμον γὰρ κλῆσίν σου, τῇ εὑρέσει τῆς ἁγίας Εἰκόνος σου, κατάλληλον ἐπιδειξάμενος, δι᾿ αὐτῆς ὁ πρῴην ἀγνοούμενος, τοῖς χριστωνύμῳ λαῷ ἐπεγνώσθης, θαυμάτων δυνάμεις ἐνεργῶν, καὶ ἐν προστασίαις ὑπάρχων ταχύτατος. Ἀλλὰ μὴ παύσῃ τῷ Κυρίῳ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, ἀξιοχρέως ἐν ᾄσμασιν.
Ἦχος δ΄.
Τὸν νοητὸν μαργαρίτην, τῆς εὐσεβείας ἀδελφοί, ταῖς ὑμνῳδίαις στεφανώσωμεν, Φανούριον τὸν πανένδοξον Μάρτυρα, τὸν ἐκ Ῥόδου φανέντα, τῆς Ἐκκλησίας μέγαν φωστῆρα. Οὗτος γὰρ Χριστὸν ἀγαπήσας, τοῦ κόσμου κατεφρόνησε, καὶ μαρτυρίου τὴν ὁδὸν διοδεύσας, διὰ μυρίων πικρῶν βασάνων, εἰς τὴν οὐράνιον λῆξιν κατέπαυσεν· ἔνθα σὺν πᾶσι τοῖς Ἁγίοις, τοῦ ἀνεσπέρου φωτὸς ἀξιούμενος, τὸν φωτισμὸν ἡμῖν αἰτεῖται, τοῖς εὐλαβῶς τελοῦσι, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Ἦχος πλ. β΄.
Τίς μὴ ἀνυμνήσει σε, ὦ Φανούριε Μάρτυς; τίς μὴ μακαρίσει σου, τοὺς γενναίους ἀγῶνας; σὺ γὰρ ὁμολογήσας, τοῦ Σωτῆρος τὸ ὄνομα, τοῖς βασάνοις ἐδοκιμάσθης, κρινόμενος καὶ αἰκιζόμενος, τὰς σάρκας ξεόμενος, καὶ ἐν μαγγάνῳ δεσμούμενος, θηρῶν τε ἐν τῷ λάκκῳ, καὶ ἐν πυρὸς τῇ καμίνῳ ῥιπτόμενος. ῍Ω τῆς ὑπὲρ νοῦν καρτερίας σου! δι᾿ ἧς τῶν θεομάχων τὴν ἔπαρσιν, νικητικῶς τροπωσάμενος, τῆς ζωῆς τὸν στέφανον ἀνεδήσω, καὶ παρέστης Χριστῷ τῷ Θεῷ, θαυμάτων τὰς δυνάμεις ἐνεργῶν, τοῖς ἐπικαλουμένοις σε.
Δόξα. Ἦχος πλ. α΄. Νικηφόρου Ὁσίου τοῦ Χίου.
Σήμερον ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαβίδ, ἐπὶ σοὶ πέρας εἴληφε, Φανούριε πολύαθλε, ἡ εἰς μνημόσυνον αἰώνιον φάσκουσα, ἔσται δίκαιος· εἰ γὰρ καὶ ἀμνημονηθέντων σου τῷ χρόνῳ, καὶ τῶν ἀθλητικῶν ἀγώνων τοῦ κλέους, ἐν οὐρανῷ μέντοι μνημονευομένων, καὶ ἐν γῇ ἤδη ἐν τῇ εὑρέσει τῆς θείας Εἰκόνος σου, τὴν ἔνδοξον αὐτῶν μνήμην, μετ᾿ ἐγκωμίων ἄγομεν· δεόμεθά σου τοίνυν θερμῶς, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, μνημόνευε ἡμῶν τῶν εὐφημούντων σε, ῥυόμενος κινδύνων τε καὶ θλίψεων, ταῖς πρὸς αὐτὸν ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Μεγαλομάρτυς Χριστοῦ, στεφανηφόρε Ἀθλοφόρε Φανούριε, ὁ πάλαι ὑπεραθλήσας, διὰ βασάνων πολλῶν, καὶ κατατροπώσας τὸν ἀλάστορα· ὁ πλείστοις ἐν ἔτεσι, τοῖς πιστοῖς ἀγνοούμενος, καὶ τῇ εὑρέσει, τῆς πανσέπτου Εἰκόνος σου, γνωστὸς ἔνδοξε, ἐκ τῆς Ῥόδου γενόμενος· ἥλιος ὁ πολύφωτος, φωτίζων τὰ πέρατα, τῆς θαυμαστῆς χάριτός σου, τῇ ἀνεσπέρῳ φαιδρότητι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις Μεγαλομάρτυς Χριστοῦ, θαυματοβρῦτα Ἀθλοφόρε Φανούριε, Χριστὸν ὁ ὁμολογήσας, ἐπὶ τυράννων λαμπρῶς, καὶ αὐτοῦ τὸ πάθος μιμησάμενος· ὁ φράξας τὰ στόματα, τῶν θηρίων ἐντεύξει σου, καὶ πῦρ νικήσας, τῆς καμίνου τὸ ἄστεκτον, καὶ τὸν βύθιον, ταπεινώσας πολέμιον· τρόπαιον ἐν τοῖς ἄθλοις σου, ὁ στήσας ἀθάνατον, καὶ ἀθανάτου τρυφήσας, δόξης ἐν πόλῳ καὶ χάριτος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίροις Μεγαλομάρτυς Χριστοῦ, δεδοξασμένε Ἀθλοφόρε Φανούριε, ὁ γῆθεν τῇ Ἐκκλησίᾳ, ἀναδοθεὶς ὡς χρυσός, τῇ ἀποκαλύψει τῆς Εἰκόνος σου· Θαυμάτων τὴν δύναμιν, ἐκ Θεοῦ ὁ κτησάμενος, ὁ τοὺς δεσμῶτας, Ἱερεῖς λυτρωσάμενος, καὶ τὴν ἴασιν, τοῖς νοσοῦσι δωρούμενος· μέγας ὁ φανερούμενος, προστάτης καὶ πρόμαχος, τοῖς τὸ σεπτόν σου φωνοῦσι, καὶ ὑπερήδιστον ὄνομα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Δεῦτε πάντες οἱ πιστοί, ἐν τῷ Ναῷ τοῦ Ἀθλοφόρου συνελθόντες, πνευματικὴν πανήγυριν συγκροτήσωμεν, καὶ ταῖς ὑμνῳδίαις αὐτόν καταστέψωμεν, ἐκ καρδίας βοῶντες καὶ λέγοντες· Μεγαλομάρτυς τοῦ Κυρίου Φανούριε, ὁ τῇ ἀθλήσει σου τοὺς ἐχθροὺς τροπωσάμενος, καὶ τὰ βραβεῖα τῆς νίκης οὐρανόθεν κομισάμενος, ὁ τοῖς αἰχμαλώτοις τὴν ἐλευθερίαν χαριζόμενος, καὶ τοῖς ἀσθενοῦσι τὴν θεραπείαν δωρούμενος, ὁ τὰ κρυπτὰ ὡς παρόντα φανερῶν, καὶ πανταχοῦ πᾶσι προφθάνων καλούμενος, πρόσδεξαι ἡμῶν τὰς ἐκ καρδίας δεήσεις, ῥυόμενος ταῖς πρεσβείαις σου ἡμᾶς, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παλαιόν.
Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν, νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις, εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως ἐκλάμψας, ἐκ τῆς Ῥόδου Φανούριε, ὡς φωστὴρ ἀεὶ καταυγάζεις, Ἐκκλησίας τὸ πλήρωμα· τὴν γνῶσιν φανεροῖς γὰρ τῶν κρυπτῶν, νοσήματα διώκεις χαλεπά, καὶ παρίστασαι ταχύτατος βοηθός, τῶν πίστει ἀναβοώντων· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ φανερώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, μέγιστα θαύματα.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν τῆς Ῥόδου προστάτην, καὶ μέγαν πρόμαχον, τὸν παραδόξως γνωσθέντα, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῶν Μαρτύρων τὸ λαμπρόν, κλέος Φανούριον, ἀνευφημήσωμεν πιστοί, ὅτι χάριν ἐκ Θεοῦ, δεξάμενος ἰαμάτων, φερωνύμως ὡς φῶς ἐκλάμπει, ἄδυτον πᾶσι τοῖς τιμῶσι αὐτόν.
Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου.
Τὸν μέγαν ἀθλητήν, εὐφημήσωμεν πάντες, Φανούριον πιστοί, τὸν γενναῖον ὁπλίτην, καὶ Μάρτυρα πανένδοξον, τὸν ἐν χρόνοις κρυπτόμενον· ὃν ὁ Κύριος, νῦν ἐφανέρωσε πᾶσιν, ἐν τῇ Ῥόδῳ τε, καὶ ἐξ αὐτῆς παντὶ κόσμῳ, ὡς θεῖον θησαύρισμα.
Δόξα. Ὅμοιον.
Εὐφραίνου ἐν Χριστῷ, τῶν Ῥοδίων ἡ νῆσος, προστάτην ἀληθῶς, κραταιὸν κεκτημένη, τὸν ἔνδοξον Φανούριον, τὸν ἐν Μάρτυσι μέγιστον· οὗτος χάριν γάρ, παρὰ Θεοῦ δεδεγμένος, τῶν ἰάσεων, ἀσθενειῶν τῶν κατ᾿ ἄμφω, ἰᾶται τοὺς πάσχοντας.
Καὶ νῦν. Θεοτοκίον.
Φιλήσας τὸν Χριστόν, τὸν ἐκ σοῦ σαρκωθέντα, Φανούριος Ἁγνή, ὁ γενναῖος ὁπλίτης, Μαρτύρων ἐτέλεσεν, ἐπὶ γῆς τὸ ἀγώνισμα· ὅθεν πρέσβευε, νῦν σὺν αὐτῷ παῤῥησίᾳ, Θεονύμφευτε, ὑπὲρ ἡμῶν τῶν τελούντων, αὐτοῦ τὴν πανήγυριν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Α᾿θλήσεως καύχημα, Μάρτυς Φανούριε, Χριστὸν ἐνδυσάμενος, κατεπολέμησας, ἐχθρὸν τὸν παμπόνηρον· ὅθεν σοῦ τὴν Εἰκόνα, τὴν ἁγίαν εὑρόντες, ᾄσμασιν εὐφημοῦμεν, καὶ τιμῶμέν σε πίστει, καὶ πόθῳ σου δεόμεθα· Ῥῦσαι ἡμᾶς πειρασμῶν.
Δόξα. Ὅμοιον.
Ε᾿κ γῆς ἀνατείλασα, ἡ ἱερά σου Εἰκών, παμμάκαρ Φανούριε, τῇ Ἐκκλησίᾳ τὴν σήν, ἐγνώρισεν ἄθλησιν· ἥτις εὐφραινομένῃ, τῇ ἁγίᾳ σου δόξῃ, καὶ καταλαμπομένη, τοῖς πολλοῖς θαύμασί σου, δοξάζει εὐσεβῶς τὸν Θεόν, τὸν σὲ ἀναδείξαντα.
Καὶ νῦν. Θεοτοκίον.
Ε᾿ν ὥρᾳ νεότητος, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Παρθένε Πανάχραντε, τοῦ σαρκωθέντος ἐκ σοῦ, ὁ μέγας Φανούριος, ἤθλησε στεῤῥοψύχως, τῆς σαρκὸς ἀλογήσας, καὶ θράσος ἀσεβείας, τῶν τυράννων καθεῖλεν· διὸ ὑπὲρ ἡμῶν σὺν αὐτῷ, δυσώπει τὸν Κύριον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Φανουρίου ἡ μνήμη ἡ θαυμαστή, ἀνατείλασα ἄστρον ὡς φαεινόν, τοῖς πέρασι σήμερον, Ἐκκλησίας τὸ πλήρωμα, τῶν ὑπὲρ νοῦν αὐγάζει, θαυμάτων ταῖς λάμψεσι, καὶ τῇ φωταγωγίᾳ, τῆς ἄνωθεν χάριτος. Ὅθεν συνελθόντες, οἱ πιστοί ἐκ καρδίας, αὐτὸν στεφανώσωμεν, ὑμνῳδίας τοῖς ἄνθεσι, καὶ συμφώνως βοήσωμεν· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς σε τιμῶσι, Ἀθλοφόρε ἔνδοξε.
Δόξα. Ὅμοιον.
Ε᾿ναθλήσας τὸ πάλαι περιφανῶς, παρολκῇ τῇ τῶν χρόνων Μάρτυς σοφέ, ἄγνωστος διέμεινας, τῶν πιστῶν τῷ πληρώματι, ἀλλ᾿ ἐπεγνώσθης τούτῳ, τὴν θείαν Εἰκόνα σου, τῇ σῇ ἀποκαλύψας, Φανούριε χάριτι· θαύμασι δ᾿ ἐντεῦθεν, καὶ μεγίστοις σημείοις, ἐκφαίνεις τῆς δόξης σου, τὴν ἁγίαν ἐνέργειαν, τοῖς ἐκ πόθου βοῶσί σοι · Χαίροις Ἀθλητά τοῦ Χριστοῦ, τῶν Μαρτύρων κλέος περιλάλητον, Ἐκκλησίας ἡ δόξα, καὶ τῆς Ῥόδου καύχημα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ ἐκ σοῦ σαρκωθέντος ἄνευ σπορᾶς, τῇ ἀγάπῃ ἐνθέως κατατρωθείς, ὁ μέγας ἐν Μάρτυσιν, Ἀθλοφόρος Φανούριος, εἰδωλικῆς λατρείας, τὴν πλάνην διήλεγξε, καὶ τὰς πολλὰς βασάνους, ὑπέστη ὡς ἄσαρκος· τέλος δ᾿ ὑπομείνας, μαρτυρίου ἐν στάσει, Παρθένε Πανάμωμε, ἐν Ἐδὲμ κατηξίωται, τῶν Ἁγίων τῆς στάσεως. Ὅθεν ἐκτενῶς σὺν αὐτῷ, τὸν Δεσπότην Δέσποινα ἱκέτευε, ὡς Θεὸς ἵνα σώσῃ, τοὺς πρὸς σὲ καταφεύγοντας.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου καὶ τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.
Ὁ Ν΄. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σήμερον ἡ μνήμη σου, ὡς ῥόδον οὐράνιον, τῇ εὐωδίᾳ τῆς χάριτος μυρίζουσα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ἐπέφανε, Μεγαλομάρτυς Ἀθλοφόρε Φανούριε· ὅθεν οἱ πιστοὶ ἐν αὐτῇ συναθροισθέντες, τοῖς ᾄσμασιν ἐπαξίως εὐφημοῦμέν σε, καὶ ἱκετικῶς ἀναβοῶμεν· Πρέσβευε Ἅγιε ἐκτενῶς, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄. Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις· «Κυρίλλου».
Ὠιδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.
Α῎νωθεν προκύψας συμπαθῶς, ἐξ οὐρανίων ἁψίδων Φανούριε, ἔλαμψον πλουσίως μοι τὸν φωτισμόν, τῆς θεαυγοῦς σου χάριτος, ὡς ἂν Ἀθλοφόρε, τὴν ὑμνωδίαν προσφέρω σοι.
Βήματι τυράννων παραστάς, καὶ τὸν Σωτῆρα κηρύξας Φανούριε, εἴδη ὥσπερ ἄσαρκος τὰ τῶν πολλῶν, κολαστηρίων ἤνεγκας, καὶ καθεῖλες πλάνης, εἰδωλικῆς τὰ ὑψώματα.
Γνώσει εὐσεβείας κοσμηθείς, πάλαι Μαρτύρων τοῖς ἄθλοις διέπρεψας· ἄρτι δὲ ἀνέτειλας Μάρτυς ὡς φῶς, τῆς θαυμαστῆς Εἰκόνος σου, τῇ ἀποκαλύψει, φωτίζων κόσμου τὰ πέρατα.
Θεοτοκίον.
Κύριον τεκοῦσα καὶ Θεόν, σωματωθέντα δι᾿ ἄφατον ἔλεος, ἔσωσας τὸν ἄνθρωπον ἐκ τῆς φθορᾶς, Εὐλογημένη Δέσποινα· ὅθεν σὲ ὑμνοῦμεν, ὕμνον τῇ δόξῃ σου ᾄδοντες.
Κανὼν δεύτερος τοῦ Ἁγίου ἄνευ Ἀκροστιχίδος. Ποίημα Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Αἰνέσωμεν πάντες πιστοὶ Χριστόν, τὸν δόντα τοιαύτην, ἐξουσίαν τοῖς χοϊκοῖς, δολίου τὰ θράση καταλύειν, μεθ᾿ ὧν ὑμνείσθω φαιδρῶς ὁ Φανούριος.
Φῶς θεῖον ἐδείχθης ἀειλαμπές, Φανούριε Μάρτυς, καὶ τὸν κόσμον φωταγωγεῖς, ἐν ᾧ σε φωστῆρα εὑρηκότες, ᾄσμασι πάντες φαιδρῶς εὐφημοῦμέν σε.
Τὸν νέον ὁπλίτην καὶ Ἀθλητήν, φανέντα ἐν Ῥόδῳ, κἂν ἐκρύπτετο πρὸ πολλοῦ, ὡς νέον ὑμνοῦμεν καὶ ὡς πάλαι, ὑπὲρ Χριστοῦ στεῤῥῶς ἀθλήσαντα.
Θεοτοκίον.
Ο῞λον μου τὸν πόθον πρὸς σὲ κινῶ, Ἀνύμφευτε Μῆτερ, ἡ τεκοῦσα τὸν Λυτρωτήν, ψυχήν μου ἀθλίαν ἐν τῇ ὥρᾳ, τῆς καταδίκης Ἁγνὴ ἐλευθέρωσον.
Κανὼν πρῶτος. Ὠιδὴ γ΄. Ὁ μόνος εἰδώς.
Δυνάμει Φανούριε σοφέ, Σταυροῦ καθοπλισάμενος, πρὸς συμπλοκὴν ἀνδρείως ἐχώρησας, κατὰ τῆς πλάνης καὶ ταύτης ᾔσχυνας, τὰς ἐπάρσεις· ὅθεν σε, ἀμαράντῳ ἔστεψε, θείας δόξης στεφάνῳ ὁ Κύριος.
Ε᾿πέστης ἀνόμων δικαστῶν, τῷ βήματι Φανούριε, καὶ παρ᾿ αὐτῶν ἀδίκως κρινόμενος, ἑδραῖος ὤφθης ἐν στάσει πίστεως· ἡλικίας ἄνθος δέ, παριδὼν ὡς πάνσοφος, τοῖς βασάνοις τὸ σῶμα ἠνάλωσας.
Ζηλώσας τὸ πάθος τοῦ Χριστοῦ, Φανούριε μεγάλαθλε, τῆς τῶν ἐχθρῶν μανίας ἠλόγησας, καὶ λίθων χαίρων ἐπὶ τοῦ στόματος, καὶ τῆς κάρας ἔφερες, διακρούσεις ἔνδοξε, τὰς σφοδρὰς ὡς ἀδάμας στεῤῥότατος.
Θεοτοκίον.
Υ῾μνοῦντες τὸν τόκον σου πιστῶς, Παρθένε Θεονύμφευτε, δι᾿ οὗ ἀρᾶς τῆς πάλαι ἐῤῥύσθημεν, ἐν κατανύξει ἀναβοῶμέν σοι· Χαῖρε Μῆτερ Πάναγνε, οἰκουμένης καύχημα, καὶ ἀνθρώπων τὸ θεῖον διάσωσμα.
Κανὼν δεύτερος. Σὺ εἶ τὸ στερέωμα.
Υ῞μνοις τὸν Φανούριον, δαυϊτικῶς φαιδρῶς ᾄσωμεν, ὡς θαυμαστὸς τοῖς Ἁγίοις ὄντως, ὁ Θεός ἐστι λέγοντες.
Ρ῾ῶσίν μοι δωρήσασθαι, τῶν ψυχικῶν παθῶν Ἅγιε, σαῖς προσευχαῖς αἴτησαι ταῖς θείαις, ὅπως τύχω ἀφέσεως.
Θεοτοκίον.
Εὕρω σε προστάτιν μου, ἐν τοῖς κινδύνοις Πανάχραντε, Μῆτερ Θεοῦ, μετὰ Φανουρίου, ἐν ἡμέρᾳ τῆς κρίσεως.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν περιλάλητον Χριστοῦ Ἀθλοφόρον, τῆς Ἐκκλησίας τὸν λαμπρὸν στεφανίτην, τὸν ὄντως περιβόητον, ἐν θαύμασι πιστοί, τὸν κλεινὸν Φανούριον, τὸν ἐκ Ῥόδου γνωσθέντα, πάντες εὐφημήσωμεν, πρὸς αὐτόν ἐκβοῶντες· Ὑπὲρ ἡμῶν δυσώπει τὸν Θεόν, τὸν ἐν ὑψίστοις τρανῶς σε δοξάσαντα.
Δόξα. Ὅμοιον.
Τοῦ Ἀθλοφόρου ὁ Ναὸς ἀνεδείχθη, τῶν ἀσθενούντων θαυμαστὸν ἰατρεῖον, ἐν ᾧ δεῦτε συνδράμωμεν, βοῶντες οἱ πιστοί· Ἅγιε Φανούριε, τῶν Ῥοδίων προστάτα, καὶ πιστῶν τὸ στήριγμα, παῤῥησίαν ὡς ἔχων, μὴ ἐπιλάθου πάντων τῶν τὴν σήν, ἐπιτελούντων ἐκ πόθου πανήγυριν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν Βασιλέα τοῦ παντὸς καὶ Σωτῆρα, τῶν Θεοτόκον σε πιστῶς εὐφημούντων, ὥσπερ Υἱῷ σου πρέσβευε, ἀπαύστως καὶ Θεῷ, δοῦναι ὡς φιλάνθρωπος, εὐπραγίαν ἐν βίῳ, καὶ πταισμάτων ἄφεσιν, τοῖς φαιδρῶς ἐκτελοῦσιν, ἐν ὑμνῳδίαις σήμερον Ἁγνή, τοῦ Φανουρίου τὸ θεῖον μνημόσυνον.
Κανὼν πρῶτος. Ὠιδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Η῞πλωται τὸ σῶμα σου, ἐδάφει Φανούριε, Μάρτυς τῆς γῆς καὶ δικαστοῦ, τῇ θεομάχῳ προσταγῇ, ἐδάρη σφοδρότατα, σοῦ μηδαμῶς καταβληθέντος πολύαλθε, ἀλλὰ Χριστῷ τῷ Θεῷ ὕμνον ψάλλοντος.
Θέλοντες συλήσασθαι, τὸν πλοῦτον Φανούριε, τῆς σῆς ψυχῆς οἱ δυσμενεῖς, ὄνυξι Μάρτυς σιδηροῖς, τὰς σάρκας σου ἔξεσαν, ἀλλὰ τῇ σῇ ἀκαταπλήκτῳ στεῤῥότητι, τὴν καταισχύνην μισθὸν ἐκληρώσαντο.
Ι῎σχυσας Φανούριε, ἐχθρῶν τὴν παράταξιν, καταβαλεῖν περιφανῶς· σὺ γὰρ πολλοῖς ἐν αἰκισμοῖς, σφοδρῶς ἐταζόμενος, καὶ ἐν εἱρκτῇ τῇ ζοφερᾷ κακουχούμενος, Θεοῦ πρὸς αἶνον ἐκίνης τὰ χείλη σου.
Θεοτοκίον.
Ρ῾ῦσαί με τὸν δοῦλόν σου, ἐχθροῦ τοῦ ἀλάστορος, τῶν πονηρῶν μεθοδειῶν, δι᾿ ὧν παθῶν εἰς μολυσμόν, βυθίσαι σπουδάζει με, ἵνα πιστῶς Θεοκυῆτορ κραυγάζω σοι· Χαῖρε Παρθένε ἀνθρώπων βοήθεια.
Κανὼν δεύτερος. Εἰσακήκοα Κύριε.
Λίθοις Μάρτυς βαλλόμενον, σοῦ τὸ θεῖον στόμα καὶ τιμιώτατον, δι᾿ οὗ Κύριον ἐδόξαζες, τὸν δοξάσαντά σε ἐν τοῖς θαύμασιν.
Ε᾿πλατύνθη πρὸς αἴνεσιν, τὸ σὸν θεῖον στόμα λίθοις συνθλώμενον, τοῦ Θεοῦ καὶ ἀνεκραύγαζες· Εἵλκυσα σὸν πνεῦμα διὰ στόματος.
Καὶ ἐν ῥάβδοις τυπτόμενος, ἔφερες γενναίως Μάρτυς Φανούριε, τὰς πληγὰς φαιδρῶς τὸ πρόσωπον, ὥσπερ ἄλλου ὄντος σοῦ τοῦ πάσχοντος.
Θεοτοκίον.
Ι᾿σουργὸν τῷ γεννήτορι, Λόγον ἐκ λαγόνων σου ἐσωμάτωσας· ὅθεν ὤφθης ὑπερέχουσα, ποιημάτων πάντων, Κόρη Δέσποινα.
Κανὼν πρῶτος. Ὠιδὴ ε΄. Θεὸς ὢν εἰρήνης.
Καμίνου ἐπέβης, τὸ πῦρ εὐθαρσῶς, δροσιζόμενος δρόσῳ τοῦ Πνεύματος, τοὺς Παῖδας μιμησάμενος, Φανούριε τοὺς τρεῖς, τοὺς ἐν τῇ Βαβυλῶνι· σὺ γὰρ Χριστοῦ ὑπῆρχες, τοῦ Θεοῦ τῷ ἔρωτι, ἀκατασχέτως πυρπολούμενος.
Λαμπάσι τὴν σάρκα, φλεχθεὶς ἀπηνῶς, ἡγεμόνος ἀθέου τῷ δόγματι, εἰδώλων ματαιότητος, λατρείας ἐναγοῦς, κατέκαυσας τὸ σέβας, ὡς ὕλην σαθροτάτην, θαυμαστὲ Φανούριε· διὸ ὁ Κτίστης σε ἐδόξασε.
Μαγγάνῳ τὸ σῶμα, σοφὲ προσδεθεὶς, τὴν ψυχὴν ἐλευθέραν ἀνύψωσας, Χριστῷ τῷ παρασχόντι σοι, ὑψόθεν τὴν ἰσχύν, καὶ γέγονας τοῦ πάθους, ἐκείνου ἰχνηλάτης· ᾧ ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.
Θεοτοκίον.
Ι῾λέωσαι Μῆτερ, Παρθένε Ἁγνή, τὸν ἐκ σοῦ σαρκωθέντα Φιλάνθρωπον, Χριστὸν τὸν πάντων Κύριον, ἡμῖν τοῖς ταπεινοῖς, βοῶσί σοι ἐκ πόθου, τὸ Χαῖρε τοῦ Ἀγγέλου· Χαῖρε Θεονύμφευτε, τῆς εὐσπλαγχνίας μέγα πέλαγος.
Κανὼν δεύτερος. Ἵνα τί με ἀπώσω.
Ι῞να τί με βιάζῃς, Κύριον ἀρνήσασθαι ὃν ἐπεπόθησα, ἐκ μητρῴων σπλάγχνων; καὶ αὐτὸν νῦν ποθῶ ἀγκαλίσασθαι, διὰ τῶν βασάνων, καὶ μετ᾿ αὐτοῦ βασιλεῦσαι, τῷ τυράννῳ ἐβόας Φανούριε.
Ι῞να τί ταῖς θωπείαις, σπεύδῃς ἀτονῆσαί μου ψυχῆς τὸ εὔτονον; ἣν θερμαίνει χάρις, ἐπιλάμψεσι θείαις φωτίζουσα, σὺ δὲ νῦν μωραίνεις, αὐτὴν χαυνῶσαι πονηρίαις, τῷ τυράννῳ ἐβόα Φανούριος.
Ι῞να τί ταῖς θωπείαις, σπεύδῃς ἐκχαυνῶσαί μου ψυχῆς τὸ πρόθυμον; τριχῶν γὰρ οὐκ ἔχεις, κἂν ἐγγίσαι καὶ ταύταις γὰρ Κύριος, ἀριθμῷ κατέχει, σὺ δὲ πονῶν καταλυθήσῃ, ἀνεβόα λαμπρῶς ὁ Φανούριος.
Θεοτοκίον.
Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα· χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα· χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.
Κανὼν πρῶτος. Ὠιδή στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Νέος πέλων κομιδῇ, τῇ σαρκὶ τὸν παλαιόν, ἐταπείνωσας Σατάν, ἐν τοῖς ἄθλοις σου στεῤῥῶς, ὃς ᾤχετο, ἐν τῷ ἀέρι, κλαίων Φανούριε.
Ξενωθεὶς τῶν ἐπὶ γῆς, ἀνενέργητος ἐν σοί, καθωράθη ἡ ὁρμή, τῶν θηρίων ἀληθῶς, Φανούριε, Μεγαλομάρτυς· ὅθεν ὑμνοῦμέν σε.
Ο῾ τῇ πέτρᾳ πιεσθείς, καὶ οὐδόλως συντριβείς, καὶ συντρίψας ὑπ᾿ αὐτήν, τὴν μανίαν τῶν ἐχθρῶν, Φανούριε, σὲ εὐφημοῦμεν, ὅτι δεδόξασαι.
Θεοτοκίον.
Λάμπρυνόν μου τὴν ψυχήν, χάριτός σου τῷ φωτί, σκοτισθεῖσαν χαλεπῶς, ἁμαρτίαις ταῖς πολλαῖς, Θεόνυμφε, ἵνα γεραίρῳ, τὰ μεγαλεῖά σου.
Κανὼν δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.
Η῾ Ῥόδος νῦν σε φρουρόν, καὶ πᾶσα πόλις συλλήπτορα, ὁ οὐρανὸς οἰκιστήν, οἱ Ἄγγελοι σύσκηνον, ἡ γῆ δὲ ἐπλούτησε, θησαυρὸν χαρίτων, ὦ Φανούριε πανθαύμαστε.
Θεὸς ἐκ βάθρων τῆς γῆς, πηγὴν θαυμάτων ἀνέβλυσε, τὸν Φανουρίου Ναόν, ἐξ οὗ οἱ προσερχόμενοι, τῶν κινδύνων λύτρωσιν, καὶ σωμάτων ῥῶσιν, καὶ ψυχῆς τροφὴν λαμβάνουσιν.
Ε᾿ν τῇ καμίνου φλογί, αἱ τρίχες οὐ κατεφλέχθησαν· ἐν τῇ καρδίᾳ σου γάρ, ἄλλο πῦρ ἐκρύπτετο, ἀγάπης τοῦ Κτίστου σου, Ἀθλητὰ γενναῖε, ὑπὲρ οὗ τὸ σῶμα προὔδωκας.
Θεοτοκίον.
Η῾ ἀγεώργητος γῆ, τὸν γεωργὸν ἡ κυήσασα, καὶ πάντων δημιουργόν, τὴν ὑλομανήσασαν, ψυχήν μου τοῖς πάθεσι, καρποφόρον δεῖξον, διὰ θείας ἐπιγνώσεως.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ι῾ερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ᾔσχυνας, τυράννων θράση γενναιοφρόνως· εὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.
Ὁ Οἶκος.
Ποίους ὕμνους προσοίσω, τῷ ὑπεραπέκεινα ὕμνων ἁπάντων ἀθλήσαντι; ποίοις δὲ ἐγκωμίων ἄνθεσι τὴν κεφαλὴν καταστέψω, τοῦ ὑπ᾿ Ἀγγέλων οὐρανίῳ στέφει τὴν κεφαλὴν κοσμηθέντος; νέος ὤν, ἁπαλῇ τῇ σαρκὶ τῷ δολίῳ προσπλακείς, γενναίως εἰς γῆν κατεῤῥαξε, τὸν τύραννον καταπλήξας· εἰς γῆν δὲ τὸ σῶμα αὐτοῦ καταχωθέν, ἐν οὐρανοῖς μετ᾿ Ἀγγέλων χορεύει αἰωνίως τὸ πνεῦμα. Ὅθεν αὐτῷ ἐκβοήσωμεν· Ῥῦσαι ἡμᾶς ἐκ παντοίων κινδύνων, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.
Μηνολόγιον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνὸς (Αὐγούστου), Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς.
Στίχοι.
Φανούριος φῶς πᾶσι πιστοῖς παρέχει,
Κἂν εἰς σκότος δ᾿ ἔκειτο τῆς γαίας μέγα.
Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.
Συναξάριον.
Οὗτος ὁ ἔνδοξος τοῦ Χριστοῦ Ἀθλητὴς Φανούριος πόθεν ἦν καὶ ποίῳ καιρῷ τοῦ μαρτυρίου τὸν ἀγῶνα ἐτέλεσε καὶ τίνες οἱ τούτου γεννήτορες, οὐδὲν ἔχομεν εἰπεῖν, τῶν περὶ αὐτοῦ ἀφανῶν καὶ ἀγνώστων γενομένων ἄχρι τοῦ ιδ’ αἰῶνος ὅτε ἡ Εἰκὼν αὐτοῦ εὑρέθη παραδόξως ἐν Ῥόδῳ, ἐπὶ τῶν ἡμερῶν τῆς ἀρχιερατείας τοῦ Μητροπολίτου Ῥόδου Νείλου τοῦ Μυρσινιώτου.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἠβουλήθησαν οἱ τῆς Ῥόδου κυριεύοντες ἐπανορθώσασθαι τὰ τείχη τῆς πόλεως καὶ συνάγοντες τὴν πρὸς τοῦτο ἀναγκαῖαν ὕλην ἦλθον εἰς τὸ νότιον μέρος τῆς πόλεως, ἔνθα ὑπῆρχον κατεδαφισμέναι οἰκοδομαί, καὶ ἀνασκάπτοντες αὐτὰς ἀνεκαλύφθη αὐτοῖς Ναὸς ἱερός, κείμενος ἐν ἐρειπίοις. Ποιήσαντες δὲ τὴν ἀνασκαφὴν μέχρι τοῦ δαπέδου εὗρον μεταξὺ τῶν πολλῶν σεσαθρωμένων Εἰκόνων καὶ μίαν ἄσηπτον, ἥτις ἦν ὡς νεωστὶ ἱστορηθεῖσα. Τότε κληθεὶς ὁ προειρημένος Ἀρχιερεὺς Νεῖλος ἀνέγνω τὸ τοῦ εἰκονιζομένου Ἁγίου ὄνομα· γέγραπται γὰρ ἐπ᾿ αὐτῆς ἡ ἐπιγραφή: «Ὁ Ἅγιος Φανούριος».
Ἐν αὐτῇ ἱστορεῖτο ὁ Ἅγιος ἐν νεαρᾷ ἡλικίᾳ, φέρων στρατιωτικὴν περιβολὴν καὶ βαστάζων ἐν τῇ δεξιᾷ χειρὶ Σταυρὸν μετὰ λαμπάδος ἀνημμένης, πέριξ δὲ τῆς ἱερᾶς αὐτοῦ μορφῆς εἰκονίζοντο δώδεκα σκηναὶ ἐκ τῶν αὐτοῦ ἐνδόξων μαρτυρίων, ἐν αἷς ὁ Μάρτυς ἐδείκνυτο· ἱστάμενος ἐν μέσῳ στρατιωτῶν κρινόμενος πρὸ τοῦ ἡγεμόνος, τῶν στρατιωτῶν πληττόντων διά πετρῶν τὸ στόμα καὶ τὴν κεφαλὴν αὐτοῦ· ἡπλωμένος ἐπὶ τῆς γῆς καὶ μαστιζόμενος ὑπὸ στρατιωτῶν· καθήμενος γυμνὸς καὶ ὄνυξι σιδηροῖς ξεόμενος τὰς σάρκας· κεκλεισμένος ἐν τῇ φυλακῇ· ἱστάμενος καὶ ἐταζόμενος ἐπὶ βήματος τυραννικοῦ· κατακαιόμενος τὰ μέλη ὑπὸ λαμπάδων ἀνημμένων· ἐπὶ μαγγάνου προσδεδεμένος καὶ βασανιζόμενος· ἐν μέσῳ θηρίων ἀγρίων ἱστάμενος ἀβλαβής· κείμενος ἐπὶ τῆς γῆς καὶ φέρων ἐπὶ τοῦ σώματος λίθον μέγα· ἐν τῷ ναῷ τῶν εἰδώλων ἱστάμενος βαστάζων ταῖς παλάμαις ἄνθρακας ἀνημμένους, καὶ τις τῷ ἀέρι δαίμων ὀχούμενος, θρηνῶν καὶ ὀδυρόμενος· καὶ, ἱστάμενος ἐν μέσῳ φλεγομένης καμίνου, αἴρων τὰς χείρας πρὸς οὐρανόν.
Θαυμάσας οὖν ὁ μακάριος Νεῖλος καὶ παραλαβὼν τὴν ἁγίαν Εἰκόνα ἐκήρυξε τὴν θαυμαστὴν τοῦ Ἁγίου φανέρωσιν καὶ λαβὼν ἄδειαν παρὰ τοῦ τῆς νήσου ἡγεμόνος ἀνήγειρε τῷ Μάρτυρι περικαλέστατον Ναόν, ἔξω τῆς πόλεως, ἐν τῷ τόπῳ ἔνθα εὑρέθη ἡ αὐτοῦ Εἰκών, ὅστις διὰ τῆς χάριτος τοῦ Ἁγίου ἀνεδείχθη πηγὴ ἰαμάτων καὶ ἰατρεῖον ἄμισθον τοῖς προσερχομένοις.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Στίχοι.
Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου Ποιμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάπα Ῥώμης.
Στίχοι.
Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,
Ὅν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κοδρούβης.
Στίχοι.
Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην,
Πληρῶ θανόντι ἔπαινόν σοι τὸ χρέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος εὐνούχου.
Στίχοι.
Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων·
Λευκαίνεται γὰρ, καὶ πεφυκὼς Αἰθίοψ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφεῖσα, τελειοῦται.
Στίχοι.
Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·
Μεθ᾿ ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανὼν πρῶτος. Ὠιδὴ ζ΄. Οἱ Παῖδες εὐσεβείᾳ.
Παρέστης ἐν εἰδώλων τῷ τεμένει, ἀνημμένους ἄνθρακας, φέρων παλάμαις σου, καὶ τοὺς δυσμενεῖς ἐχθροὺς κατέπληξας, μὴ φλεγόμενος σοφέ, ἐν τῷ κραυγάζειν σε· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητός εἶ.
Ρ῾ημάτων προσευχῆς σου ἐπακούσας, Ἀθλητὰ Φανούριε, Χριστὸς ὁ Κύριος, καμίνου τὸ πῦρ σοφὲ ἐδρόσισεν, ἐν ᾧ ἵστασο αὐτῷ, ψάλλων ἐκ πίστεως· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Σαρκός σου ἀπανθούσης ἀλογήσας, μαρτυρίου ἤνυσας, πάλαι τὸ στάδιον, καὶ πᾶσι γνωστὸς ἐγένου Ἅγιε, τῇ εὑρέσει τῆς σεπτῆς, ἄρτι Εἰκόνος σου, ἐν ᾗ ὁρῶνται ἀγώνων σου τὰ εἴδη.
Θεοτοκίον.
Λαόν σου Θεοτόκε τὸν ὑμνοῦντα, τὸ φρικτὸν μυστήριον, τοῦ θείου τόκου σου, ἐκ πάσης ὀργῆς καὶ περιστάσεως, καὶ παντοίων πειρασμῶν, ῥῦσαι ὡς ἔχουσα, πρὸς τὸν Δεσπότην πολλὴν τὴν παῤῥησίαν.
Κανὼν δεύτερος. Παῖδες Ἑβραίων.
Λίθοις βαρούμενος τὸ σῶμα, ὁ Φανούριος πρὸς σὲ Σωτὴρ ἐβόα· Ἐν τῇ πέτρᾳ τῶν σῶν, Χριστέ μου θελημάτων, στερεωθεὶς τὸ σῶμά μου, ταῖς βασάνοις ἀναλίσκω.
Νῦν στερεοῦται τοῦ Κυρίου, Εὐαγγέλιον ὃ ἔφη Ἀποστόλοις· ὁ κρυπτόμενος γάρ, Ναὸς τοῦ Φανουρίου, ὁ ἐν τῇ Ῥόδῳ πρὸ πολλοῦ, εἰς ἡμᾶς νῦν φανεροῦται.
Ε῎στης ἐν μέσῳ τῶν θηρίων, ὦ Φανούριε, παραδοθεὶς εἰς βρῶσιν, ἀλλ᾿ ἐφλέχθη σφοδρῶς, τυράννου ἡ καρδία, ὅτε σὲ εἶδε Δανιήλ, νέον ὄντα ἐν σταδίῳ.
Θεοτοκίον.
Ο῎ρος κατάσκιον ἐφάνης, ἀχειρότμητος ἐξ οὗ ἐτμήθη λίθος· τὴν λιθώδη διό, κατάνυξον ψυχήν μου, πεπωρωμένην Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.
Κανὼν πρῶτος. Ὠιδὴ η΄. ῝Ον φρίττουσιν Ἄγγελοι.
Τοὺς τρεῖς ἀπελύτρωσας, ἐκ Κρήτης Ἱερεῖς, τῇ ἐπιστασίᾳ σου, δουλείας τῆς πικρᾶς, πατάξας τυφλώσει, τοὺς κυρίους αὐτῶν, καὶ μελῶν παρέσει, Φανούριε παμμάκαρ.
Υ῾μνεῖ ἡ Ῥοδόνησος, τὴν χάριν σου πιστῶς, προστάτην σὲ ἔχουσα, Φανούριε καλόν, ἣν τήρει ἑδραῖαν, ἐν τῇ πέτρᾳ ἀεί, τῆς θεοσεβείας, θερμῇ ἐπισκοπῇ σου.
Φωτίζεις Φανούριε, θαυμάτων σου φωτί, τοὺς πίστει προστρέχοντας, τῷ θείῳ σου Ναῷ, ἐν ᾧ συνελθόντες, εὐλαβῶς καὶ ἡμεῖς, τὸ φῶς ἐξαιτοῦμεν, τῆς θείας χάριτός σου.
Θεοτοκίον.
Ο᾿ρθρίζει τὸ πνεῦμά μου, Πανάχραντε πρὸς σέ, καὶ ᾄδων σοι ᾄσματα, κραυγάζω ἐκ ψυχῆς· Ὡς εὔσπλαγχνος Μήτηρ, βοηθός μοι γενοῦ, τῇ σῇ ἀντιλήψει, ἐν βίου ταῖς ἀνάγκαις.
Κανὼν δεύτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὸν ὡραῖον Νυμφίον ἀγαπήσας, σοῦ τὸ νέον καὶ εὐανθοῦν σαρκίον, ὑπὲρ αὐτοῦ ταῖς μάστιξι παρέδωκας, ἐκβοῶν σὺν πόθῳ· Πότε σὲ κερδήσω, συνὼν εἰς τοὺς αἰῶνας.
Τοῖς ξοάνοις οὐκ ἔκλινας τὸ γόνυ, τοῖς εἰδώλοις οὐκ ἔνειμας θυσίαν, ἀλλὰ Χριστὸν ἀνδρείως ἀνεκήρυττες, φέρων τὰς αἰνέσεις, ὡς Θεῷ τῶν ὅλων, εἰς πάντας τοὺς αἰῶνας.
Θαρσαλέως καὶ μᾶλα ῥωμαλέως, τῷ τυράννῳ ἐβόας μετὰ θάρσους· Οὐ δειλιῶ ὦ τύραννε τὰς μάστιγας· ἔχω γὰρ Σωτῆρα, ὃς με ἐξελεῖται, ταχέως τῶν χειρῶν σου.
Θεοτοκίον.
Ι῾σταμένων βεβαίωσις ὑπάρχεις, καὶ πεσόντων ἀνόρθωσις Παρθένε· διὸ καταπτωθέντα με ἀνάστησον, ἵνα σε δοξάζω, τὴν Εὐλογημένην, καὶ Κεχαριτωμένην.
Κανὼν πρῶτος. Ὠιδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Χαίροις Ἀθλητὰ Φανούριε, τῶν τοῦ Χριστοῦ Μαρτύρων, ἔνθεον καύχημα· σὺ μαρτυρικῶς, ἐπιτελέσας τὸν δρόμον σου, τῶν θαυμάτων τὴν χάριν ἐπλούτησας, καὶ πανταχοῦ προφθάνων, σῴζεις ἐν τάχει τοὺς καλοῦντάς σε.
Ψάλλων τῷ Θεῷ Φανούριε, ἐν οὐρανοῖς τὸν ὕμνον, δέχου τὰ ᾄσματα, τῶν σῶν ἱκετῶν, καὶ τὰ αἰτήματα πάρεχε, ἃ θαῤῥοῦντές σοι Μάρτυς προσάγομεν, ἵνα ὡς εὐεργέτην, ἡμῶν ἀεί σε μακαρίζομεν.
Ω῍ τῆς ὑπὲρ νοῦν Φανούριε, ἧς ἐν Μαρτύρων δόμοις, δόξης ἐπέτυχες! ὢ τῆς θαυμαστῆς, οὐρανίου σου χάριτος· δι᾿ ἧς φαίνεις τῷ κόσμῳ ὡς ἥλιος, ἅπαντας φερωνύμως, καταπυρσεύων τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Υ῞μνοις εὐλαβῶς τιμῶμέν σε, Θεοκυῆτορ Κόρη, καὶ ἀνακράζομεν· Πρόφθασον Ἁγνή, τῷ ἀμετρήτῳ ἐλέει σου, τὴν εἰρήνην ἡμῖν πρυτανεύουσα, τοῖς ἐκ τῆς ἁμαρτίας, ἀπεγνωσμένοις Παμμακάριστε.
Κανὼν δεύτερος. Κυρίως Θεοτόκον.
Εἰς γῆν τὰ τῶν εἰδώλων, ξόανα συντρίβεις, εἰς οὐρανὸν ἀνυψώσας τὰς χεῖράς σου, καὶ τῶν δαιμόνων τὰ στίφη, θρήνων ἐπλήρωσας.
Ω῾ς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαι με πάσης κακίας Φανούριε, τὸν πεποιθότα παμμάκαρ, ἐπὶ τῇ σκέπῃ σου.
Ο῾ τύραννος ᾐσχύνθη, ὅτε σε ἑώρα, ἐν τοῖς κινδύνοις ἀεὶ ἀκμαιότερον, ἐκμυκτηρίζοντα τούτου, τὴν ἀθεότητα.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν· ὅπως ἐν πίστει καὶ πόθῳ, ἀεὶ δοξάζω σε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Νῦν Ῥόδος μεγαλύνεται, τῇ εὑρέσει τοῦ θείου, Ναοῦ σου παμμακάριστε, ὦ Φανούριε Μάρτυς, καὶ χαίρει ἐγκαυχωμένη, σῶν θαυμάτων τῷ πλήθει· Ἱερεῖς γὰρ διέσωσας, τρεῖς δουλείας ἀθέου, ὄναρ φανείς, τοῖς κυρίοις τούτων καὶ ἐπιπλήξας, τυφλότητι, χωλότητι, τὸ σκληρὸν ἐκμαλάξας.
Ἕτερον. Ὅμοιον.
Τὸν πρῴην ὄντα ἄγνωστον, τῇ σεπτῇ Ἐκκλησίᾳ, ἀλλὰ γνωσθέντα ὕστερον, παραδόξῳ εὑρέσει, τῆς θείας αὐτοῦ Εἰκόνος, ἐκ τῆς Ῥόδου τῷ κόσμῳ, Φανούριον ὑμνήσωμεν, τὸν λαμπρὸν στεφανίτην, ὅτι ἡμῶν, τῶν πιστῶν προστάτης ταχὺς ὑπάρχει, καὶ πρέσβυς ἀκαταίσχυντος, πρὸς Χριστὸν τὸν Σωτῆρα.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Φανούριον τιμήσωμεν, τὸν μέγιστον ἐν Μάρτυσι, τὸν ἐκ τῆς Ῥόδου γνωσθέντα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ· θαυμάτων γὰρ τὴν δύναμιν, παρὰ Θεοῦ δεξάμενος, τοῖς αἰχμαλώτοις λύτρωσιν, καὶ τοῖς νοσοῦσι τὴν χάριν, τῶν ἰαμάτων παρέχει.
Θεοτοκίον.
Παρθένε Ἀπειρόγαμε, Ἁγνὴ Θεογεννήτρια, Εὐλογημένη Μαρία, τῆς σωτηρίας ἡ πύλη, τῷ ἐξ ἁγνῶν αἱμάτων σου, φρικτῶς ἐνανθρωπήσαντι, σὺν Φανουρίῳ πρέσβευε, τῷ κραταιῷ Ἀθλοφόρῳ, ἵνα ῥυσθῶμεν κινδύνων.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. ῍Ω τοῦ παραδόξου θαύματος.
Ω῍ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ὅτι γῆθεν ἤνθησε, λύτρον μέγα σωτήριον, Ναὸς ὁ θεῖος καὶ πανυπέρτιμος, τοῦ Φανουρίου· πιστοὶ προσδράμετε, ἅπαντες σήμερον, ἐν ᾀσμάτων ἄνθεσιν, ὅπως δεινῶν, λύσιν ἀπολαύσητε, αὐτοῦ δεόμενοι.
Ω῍ τοῦ παραδόξου θαύματος! παιδίον ὢν κομιδῇ, ὁ γενναῖος Φανούριος, χωρὶς ὅπλων ἵσταται, ἐν σταδίῳ φαιδρότατος, μετὰ ἐνόπλων ἀγωνιζόμενος, μετὰ ἀΰλων χοΐ μαχόμενος. ῍Ω τῆς ἀνδρείας σου, καὶ στεῤῥᾶς ἀθλήσεως, φίλε Θεοῦ! πῶς ἐχθροὺς κατέβαλες, τοὺς πολεμοῦντάς σε.
Ω῍ τοῦ παραδόξου θαύματος! ὁ μαργαρίτης Θεοῦ, ὁ ἀγρῷ πρὶν κρυπτόμενος, νῦν ἐν Ῥόδῳ ηὔγασται, θησαυρὸς ὡς πολύτιμος, πλουτίζων τέρπων φωτίζων ἅπαντας, τοὺς προσιόντας αὐτῷ ἐκ πίστεως· ὅστις Φανούριος, ἔστιν ὁ παμμέγιστος Μάρτυς Χριστοῦ, ὃν ἐγκωμιάζοντες, νῦν μεγαλύνομεν.
Ω῍ τοῦ παραδόξου θαύματος! ἐκ τῶν λαγόνων τῆς γῆς, θαυμαστῶς ἀνατείλασα, ἡ Εἰκών σου ἔνδοξε, Ἀθλοφόρε Φανούριε, ἐποίησέ σε τὸν πρῴην ἄγνωστον, γνωστὸν τῷ κόσμῳ Μεγαλομάρτυρα, μέγαν ἐν θαύμασι, καὶ πιστῶν ἀκοίμητον προασπιστήν, τῶν ἀνευφημούντων σε, θείοις ἐν ᾄσμασι.
Δόξα. Ἦχος πλ. α΄.
Ε᾿πέλαμψε σήμερον εὐφρόσυνος ἑορτή, καὶ θεία πανήγυρις, Φανουρίου τοῦ πολυάθλου καὶ γενναιόφρονος· οὗτος γὰρ ἐν ἀδήλοις ἀθλήσας καιροῖς, ἄδηλος ἦν, Ναός τε καὶ τοὔνομα αὐτοῦ, πᾶσιν ὑπῆρχεν ἀγνώριστος· τυράννων δὲ ἀλλοφύλων, κατακρατησάντων Ῥόδου τῆς περιφήμου, καὶ τὰς κατεδαφισμένας ἑλεπόλεις ἀναχωννύντων, Ναὸς αὐτοῦ καὶ Εἰκὼν ἐφάνη ὑπέρλαμπρος, ὃς ἡγεμονικῇ ἀδείᾳ ἀνακαινισθείς, πηγὴ ἀνεδείχθη θαυμάτων, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ θαυμαστοῦ ὄντος, ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ Ὠιδή. Ἀπόστολον ζήτει τῇ β΄ Σεπτεμβρίου καὶ Εὐαγγέλιον τῇ κστ΄ Ὀκτωβρίου, ἐν τῇ μνήμῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου.
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον
Χαίροις ὁ ἐν Ῥόδῳ φανερωθείς, καὶ ἐξανατείλας, ὥσπερ ἥλιος ἐξ αὐτῆς, πᾶσαν καταυγάζων, Χριστοῦ τὴν Ἐκκλησίαν, θαυμάτων σου τῷ πλήθει, Μάρτυς Φανούριε.
Στίχοι.
Ὁ τῆς Ῥόδου Κύριλλος ἀνύμνησέ σε,
Τὸν καλὸν Φανούριε Ῥόδου προστάτην.