Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Οκτώηχος (Άγιος Φανούριος)


ΚΑΝΟΝΕΣ ΟΚΤΩΗΧΟΙ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΦΑΝΟΥΡΙΟΝ

ΚΑΝΩΝ Α΄
φέρων Ἀκροστιχίδα κατ᾿ Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις·
«Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.

Α῎νωθεν προκύψας συμπαθῶς, ἐξ οὐρανίων ἁψίδων Φανούριε, ἔλαμψον πλουσίως μοι τὸν φωτισμόν, τῆς θεαυγοῦς σου χάριτος, ὡς ἂν Ἀθλοφόρε, τὴν ὑμνωδίαν προσφέρω σοι.

Βήματι τυράννων παραστάς, καὶ τὸν Σωτῆρα κηρύξας Φανούριε, εἴδη ὥσπερ ἄσαρκος τὰ τῶν πολλῶν, κολαστηρίων ἤνεγκας, καὶ καθεῖλες πλάνης, εἰδωλικῆς τὰ ὑψώματα.

Γνώσει εὐσεβείας κοσμηθείς, πάλαι Μαρτύρων τοῖς ἄθλοις διέπρεψας· ἄρτι δὲ ἀνέτειλας Μάρτυς ὡς φῶς, τῆς θαυμαστῆς Εἰκόνος σου, τῇ ἀποκαλύψει, φωτίζων κόσμου τὰ πέρατα.

Θεοτοκίον.

Κύριον τεκοῦσα καὶ Θεόν, σωματωθέντα δι᾿ ἄφατον ἔλεος, ἔσωσας τὸν ἄνθρωπον ἐκ τῆς φθορᾶς, Εὐλογημένη Δέσποινα· ὅθεν σὲ ὑμνοῦμεν, ὕμνον τῇ δόξῃ σου ᾄδοντες.

Ὠιδὴ γ΄. Ὁ μόνος εἰδώς.

Δυνάμει Φανούριε σοφέ, Σταυροῦ καθοπλισάμενος, πρὸς συμπλοκὴν ἀνδρείως ἐχώρησας, κατὰ τῆς πλάνης καὶ ταύτης ᾔσχυνας, τὰς ἐπάρσεις· ὅθεν σε, ἀμαράντῳ ἔστεψε, θείας δόξης στεφάνῳ ὁ Κύριος.

Ε᾿πέστης ἀνόμων δικαστῶν, τῷ βήματι Φανούριε, καὶ παρ᾿ αὐτῶν ἀδίκως κρινόμενος, ἑδραῖος ὤφθης ἐν στάσει πίστεως· ἡλικίας ἄνθος δέ, παριδὼν ὡς πάνσοφος, τοῖς βασάνοις τὸ σῶμα ἠνάλωσας.

Ζηλώσας τὸ πάθος τοῦ Χριστοῦ, Φανούριε μεγάλαθλε, τῆς τῶν ἐχθρῶν μανίας ἠλόγησας, καὶ λίθων χαίρων ἐπὶ τοῦ στόματος, καὶ τῆς κάρας ἔφερες, διακρούσεις ἔνδοξε, τὰς σφοδρὰς ὡς ἀδάμας στεῤῥότατος.

Θεοτοκίον.

Υ῾μνοῦντες τὸν τόκον σου πιστῶς, Παρθένε Θεονύμφευτε, δι᾿ οὗ ἀρᾶς τῆς πάλαι ἐῤῥύσθημεν, ἐν κατανύξει ἀναβοῶμέν σοι· Χαῖρε Μῆτερ Πάναγνε, οἰκουμένης καύχημα, καὶ ἀνθρώπων τὸ θεῖον διάσωσμα.

Ὠιδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Η῞πλωται τὸ σῶμα σου, ἐδάφει Φανούριε, Μάρτυς τῆς γῆς καὶ δικαστοῦ, τῇ θεομάχῳ προσταγῇ, ἐδάρη σφοδρότατα, σοῦ μηδαμῶς καταβληθέντος πολύαλθε, ἀλλὰ Χριστῷ τῷ Θεῷ ὕμνον ψάλλοντος.

Θέλοντες συλήσασθαι, τὸν πλοῦτον Φανούριε, τῆς σῆς ψυχῆς οἱ δυσμενεῖς, ὄνυξι Μάρτυς σιδηροῖς, τὰς σάρκας σου ἔξεσαν, ἀλλὰ τῇ σῇ ἀκαταπλήκτῳ στεῤῥότητι, τὴν καταισχύνην μισθὸν ἐκληρώσαντο.

Ι῎σχυσας Φανούριε, ἐχθρῶν τὴν παράταξιν, καταβαλεῖν περιφανῶς· σὺ γὰρ πολλοῖς ἐν αἰκισμοῖς, σφοδρῶς ἐταζόμενος, καὶ ἐν εἱρκτῇ τῇ ζοφερᾷ κακουχούμενος, Θεοῦ πρὸς αἶνον ἐκίνης τὰ χείλη σου.

Θεοτοκίον.

Ρ῾ῦσαί με τὸν δοῦλόν σου, ἐχθροῦ τοῦ ἀλάστορος, τῶν πονηρῶν μεθοδειῶν, δι᾿ ὧν παθῶν εἰς μολυσμόν, βυθίσαι σπουδάζει με, ἵνα πιστῶς Θεοκυῆτορ κραυγάζω σοι· Χαῖρε Παρθένε ἀνθρώπων βοήθεια.

Ὠιδὴ ε΄. Θεὸς ὢν εἰρήνης.

Καμίνου ἐπέβης, τὸ πῦρ εὐθαρσῶς, δροσιζόμενος δρόσῳ τοῦ Πνεύματος, τοὺς Παῖδας μιμησάμενος, Φανούριε τοὺς τρεῖς, τοὺς ἐν τῇ Βαβυλῶνι· σὺ γὰρ Χριστοῦ ὑπῆρχες, τοῦ Θεοῦ τῷ ἔρωτι, ἀκατασχέτως πυρπολούμενος.

Λαμπάσι τὴν σάρκα, φλεχθεὶς ἀπηνῶς, ἡγεμόνος ἀθέου τῷ δόγματι, εἰδώλων ματαιότητος, λατρείας ἐναγοῦς, κατέκαυσας τὸ σέβας, ὡς ὕλην σαθροτάτην, θαυμαστὲ Φανούριε· διὸ ὁ Κτίστης σε ἐδόξασε.

Μαγγάνῳ τὸ σῶμα, σοφὲ προσδεθεὶς, τὴν ψυχὴν ἐλευθέραν ἀνύψωσας, Χριστῷ τῷ παρασχόντι σοι, ὑψόθεν τὴν ἰσχύν, καὶ γέγονας τοῦ πάθους, ἐκείνου ἰχνηλάτης, ᾧ ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.

Θεοτοκίον.

Ι῾λέωσαι Μῆτερ, Παρθένε Ἁγνή, τὸν ἐκ σοῦ σαρκωθέντα Φιλάνθρωπον, Χριστὸν τὸν πάντων Κύριον, ἡμῖν τοῖς ταπεινοῖς, βοῶσί σοι ἐκ πόθου, τὸ Χαῖρε τοῦ Ἀγγέλου· Χαῖρε Θεονύμφευτε, τῆς εὐσπλαγχνίας μέγα πέλαγος.

Ὠιδή στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Νέος πέλων κομιδῇ, τῇ σαρκὶ τὸν παλαιόν, ἐταπείνωσας Σατάν, ἐν τοῖς ἄθλοις σου στεῤῥῶς, ὃς ᾤχετο, ἐν τῷ ἀέρι, κλαίων Φανούριε.

Ξενωθεὶς τῶν ἐπὶ γῆς, ἀνενέργητος ἐν σοί, καθωράθη ἡ ὁρμή, τῶν θηρίων ἀληθῶς, Φανούριε, Μεγαλομάρτυς· ὅθεν ὑμνοῦμέν σε.

Ο῾ τῇ πέτρᾳ πιεσθείς, καὶ οὐδόλως συντριβείς, καὶ συντρίψας ὑπ᾿ αὐτήν, τὴν μανίαν τῶν ἐχθρῶν, Φανούριε, σὲ εὐφημοῦμεν, ὅτι δεδόξασαι.

Θεοτοκίον.

Λάμπρυνόν μου τὴν ψυχήν, χάριτός σου τῷ φωτί, σκοτισθεῖσαν χαλεπῶς, ἁμαρτίαις ταῖς πολλαῖς, Θεόνυμφε, ἵνα γεραίρῳ, τὰ μεγαλεῖά σου.

Ὠιδὴ ζ΄. Οἱ Παῖδες εὐσεβείᾳ.

Παρέστης ἐν εἰδώλων τῷ τεμένει, ἀνημμένους ἄνθρακας, φέρων παλάμαις σου, καὶ τοὺς δυσμενεῖς ἐχθροὺς κατέπληξας, μὴ φλεγόμενος σοφέ, ἐν τῷ κραυγάζειν σε· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητός εἶ.

Ρ῾ημάτων προσευχῆς σου ἐπακούσας, Ἀθλητὰ Φανούριε, Χριστὸς ὁ Κύριος, καμίνου τὸ πῦρ σοφὲ ἐδρόσισεν, ἐν ᾧ ἵστασο αὐτῷ, ψάλλων ἐκ πίστεως· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Σαρκός σου ἀπανθούσης ἀλογήσας, μαρτυρίου ἤνυσας, πάλαι τὸ στάδιον, καὶ πᾶσι γνωστὸς ἐγένου Ἅγιε, τῇ εὑρέσει τῆς σεπτῆς, ἄρτι Εἰκόνος σου, ἐν ᾗ ὁρῶνται ἀγώνων σου τὰ εἴδη.

Θεοτοκίον.

Λαόν σου Θεοτόκε τὸν ὑμνοῦντα, τὸ φρικτὸν μυστήριον, τοῦ θείου τόκου σου, ἐκ πάσης ὀργῆς καὶ περιστάσεως, καὶ παντοίων πειρασμῶν, ῥῦσαι ὡς ἔχουσα, πρὸς τὸν Δεσπότην πολλὴν τὴν παῤῥησίαν.

Ὠιδὴ η΄. ῝Ον φρίττουσιν Ἄγγελοι.

Τοὺς τρεῖς ἀπελύτρωσας, ἐκ Κρήτης Ἱερεῖς, τῇ ἐπιστασίᾳ σου, δουλείας τῆς πικρᾶς, πατάξας τυφλώσει, τοὺς κυρίους αὐτῶν, καὶ μελῶν παρέσει, Φανούριε παμμάκαρ.

Υ῾μνεῖ ἡ Ῥοδόνησος, τὴν χάριν σου πιστῶς, προστάτην σὲ ἔχουσα, Φανούριε καλόν, ἣν τήρει ἑδραῖαν, ἐν τῇ πέτρᾳ ἀεί, τῆς θεοσεβείας, θερμῇ ἐπισκοπῇ σου.

Φωτίζεις Φανούριε, θαυμάτων σου φωτί, τοὺς πίστει προστρέχοντας, τῷ θείῳ σου Ναῷ, ἐν ᾧ συνελθόντες, εὐλαβῶς καὶ ἡμεῖς, τὸ φῶς ἐξαιτοῦμεν, τῆς θείας χάριτός σου.

Θεοτοκίον.

Ο᾿ρθρίζει τὸ πνεῦμά μου, Πανάχραντε πρὸς σέ, καὶ ᾄδων σοι ᾄσματα, κραυγάζω ἐκ ψυχῆς· Ὡς εὔσπλαγχνος Μήτηρ, βοηθός μοι γενοῦ, τῇ σῇ ἀντιλήψει, ἐν βίου ταῖς ἀνάγκαις.

Ὠιδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.

Χαίροις Ἀθλητὰ Φανούριε, τῶν τοῦ Χριστοῦ Μαρτύρων, ἔνθεον καύχημα· σὺ μαρτυρικῶς, ἐπιτελέσας τὸν δρόμον σου, τῶν θαυμάτων τὴν χάριν ἐπλούτησας, καὶ πανταχοῦ προφθάνων, σῴζεις ἐν τάχει τοὺς καλοῦντάς σε.

Ψάλλων τῷ Θεῷ Φανούριε, ἐν οὐρανοῖς τὸν ὕμνον, δέχου τὰ ᾄσματα, τῶν σῶν ἱκετῶν, καὶ τὰ αἰτήματα πάρεχε, ἃ θαῤῥοῦντές σοι Μάρτυς προσάγομεν, ἵνα σε ὡς εὐεργέτην, ἡμῶν ἀπαύστως μακαρίζομεν.

Ω῍ τῆς ὑπὲρ νοῦν Φανούριε, ἧς ἐν Μαρτύρων δόμοις, δόξης ἐπέτυχες! ὢ τῆς θαυμαστῆς, οὐρανίου σου χάριτος· δι᾿ ἧς φαίνεις τῷ κόσμῳ ὡς ἥλιος, ἅπαντας φερωνύμως, καταπυρσεύων τοὺς τιμῶντάς σε.

Θεοτοκίον.

Υ῞μνοις εὐλαβῶς τιμῶμέν σε, Θεοκυῆτορ Κόρη, καὶ ἀνακράζομεν· Πρόφθασον Ἁγνή, τῷ ἀμετρήτῳ ἐλέει σου, τὴν εἰρήνην ἡμῖν πρυτανεύουσα, τοῖς ἐκ τῆς ἁμαρτίας, ἀπεγνωσμένοις Παμμακάριστε.

 

ΚΑΝΩΝ Β΄
φέρων Ἀκροστιχίδα τήνδε·
«Φάνηθί μοι, Φανούριε, προστάτης. Ἀμήν». Ποίημα Δημητρίου Δασκαλάκη.

Ὠιδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.

Φωτισμὸν παράσχου μοι κλεινέ, καὶ πάντα τὸν ζόφον ψυχῆς τῆς ἐμῆς, παραχρῆμα διάλυσον, ὅπως ᾄσω ἄθλους σου, καὶ αἰνέσω τὴν σήν, Φανούριε ἔνστασιν, ἥν γενναιοφρόνως ἔδειξας, τυράννους τροπωσάμενος.

Α᾿ρνηθεὶς τοῦ κόσμου τὰ τερπνά, καὶ τῆς αἰωνίου ζωῆς ἀληθῶς, διὰ πόθου γενόμενος, ὤφθης ἀπερίτρεπτος, καὶ διέλυσας διαβόλου τὰ ἔνεδρα· ὅθεν σε ὑμνοῦμεν ἅπαντες, Φανούριε, γηθόμενοι.

Νικητὴς ἐδείχθης ἀληθῶς, καὶ τῆς ἀϊδίου χαρᾶς καὶ τρυφῆς, κληρονόμος γεγένησαι· τῷ γὰρ μαρτυρίῳ σου, ἐξενεύρισας τοῦ ἐχθροῦ τὴν κακότητα· ἔστεψέ σε ὅθεν Κύριος, ὡς μέγα αὐτοῦ Μάρτυρα.

Θεοτοκίον.

Η῾ τὸν κόσμον σώσασα Ἁγνή, καὶ ἀνθρώπων γένος τῷ σῷ τοκετῷ, ἐκ θανάτου λυτρώσασα· τὸν Χριστὸν ὅν ἔτεκες, ἀενάως Κόρη, ἱκέτευε ῥύσασθαι, τοὺς ἐν συντριβῇ καρδίας σοι, ἑκάστοτε προσπίπτοντας.

Ὠιδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.

Θαυμάσιος ἡ εὕρεσις, σῆς Εἰκόνος γέγονεν, ἐν ᾗ τρανῶς τῶν ἄθλων σου, ἀκριβῶς εἴδη ἐπεγνώσθησαν, δι᾿ οὓς ἐστεφανώθης, ὦ Φανούριε.

Ι᾿σχύν σοι ἐχορήγησεν, ἐναθλοῦντι Κύριος, καὶ τὸν ἐχθρὸν κατέτρωσας, τὸν οἰόμενόν σε ἐκτρέπεσθαι, ἐκ τοῦ θείου σου ζήλου, ἀξιάγαστε.

Μετέδωκεν ἡ εὕρεσις, σῆς Εἰκόνος ἔνδοξε, χαρὰν τὴν ἀνεκλάλητον, τοῖς Ῥοδίοις, οἳ καὶ σεμνύνονται, ὡς πλοῦτον ἀδαπάνητόν σε ἔχοντες.

Θεοτοκίον.

Ο῾λόκληρος ἡ φύσις, ἡ τῶν ἀνθρώπων Πάνσεμνε, σὲ ὕμνοις ἐμεγάλυνε, κεκτημένη τὴν μεσιτείαν σου, ὡς θησαυρὸν ἀνέκλειπτον, Μητρόθεε.

Ὠιδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

Ι᾿θύνας σου τῆς καρδίας, εὐτόνως τὴν ἔφεσιν, ὅλην πρὸς τὸν Κύριον, καὶ εἰς ἐκπλήρωσιν ἔνδοξε, πάντων προσταγμάτων, τῶν αὐτοῦ ἐκραύγαζες· Σὺ Θεὸς ὑπάρχεις μου, Κύριε.

Νενέκρωσαι τῆς σαρκός σου, τὰ μέλη Φανούριε, ὑπεριδὼν πανένδοξε, τὰ γῆς ἡδέα καὶ ἤνεγκας, πᾶσάν σου τὴν ὕπαρξιν εἰς τὸ μαρτύριον, δόξαν ἀναπέμπων τῷ Κτίστῃ σου.

Υ῾πήνεγκας ἀνυποίστους, βασάνους καὶ μάστιγας, καταισχύνας δ᾿ ἅπασαν, τῶν αἰκιζόντων ἐπίνοιαν, ὅλην πεφανέρωκας, τὴν σὴν ἀγάπησιν, ἥνπερ πρὸς Θεὸν εἶχες ἔνδοξε.

Θεοτοκίον.

Ναὸς καὶ θρόνος καὶ πύλη, ὑπάρχεις Πανύμνητε, καὶ παστὰς καὶ ῥάβδος τῆς σωτηρίας· ἐν σοὶ γὰρ ἐσκήνωσεν ὁ Ὕψιστος, πρὸς ὅν νῦν ψάλλομεν· Δόξα Λυτρωτὰ τῇ κενώσει σου.

Ὠιδὴ ε΄. Μεσίτης Θεοῦ.

Φωτὶ τοῦ Χριστοῦ αὐγασθεὶς Φανούριε, τρανῶς τὴν ψυχήν, ὁλοψύχως ἔδραμες, πρὸς τὰ τῆς ἀθλήσεως παλαίσματα, νικητὴς ἐξελθὼν δέ, εὐκλεῶς ἐστεφάνωσαι.

Α᾿ξίως σε νῦν τῶν πιστῶν ὁ σύλλογος, ἐν ὕμνοις τιμᾷ· ἐξαιρέτως Ῥόδος δέ, ἐν τῇ πανηγύρει νῦν τὴς μνήμης σου, ἐν χαρᾷ άνεκφράστῳ, συνδραμοῦσα γεραίρει σε.

Νευρώσας ψυχήν, τῇ δυνάμει τοῦ Πνεύματος, βασάνων πληθύν, ἀνδρικῶς ὑπέμεινας, καὶ τῆν φοβερὰν πυρὸς κατάφλεξιν, διαθέρμῳ καρδίᾳ, θαυμασίως ἐναπέσβεσας.

Θεοτοκίον.

Ο῾δήγει Θεοῦ, εἰς ὁδοὺς Πανάχραντε, πάντας τοὺς πιστούς, καὶ συντήρει πάντοτε, ἐκ τῶν συμφορῶν ἀλλὰ καὶ τῶν θλίψεων, ἀσινεῖς Παναγία, Παρθένε Ὑπεράγαθε.

᾿Ωιδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Υ῾πεδείχθη Εἰκών σου Φανούριε, ἐν γῇ κεκρυμμένη, Ῥοδίοις δεικνύουσα, τὴν θαυμαστήν σου ἄθλησιν, καὶ μορφὴν τῆν σεπτήν σου ἀήττητε.

Ρ῾ητορεύει Εἰκών σου ἡ πάνσεπτος, καὶ διατρανοῖ τοῖς πιστοῖς τοὺς ἀγῶνάς σου, οὕς ὑπελθὼν ἐνίκησας, τοῦ ματαίου βελίαρ τὴν δύναμιν.

Ι῾ερεῖς θαυμασίως διέσωσας, ἐν αἰχμαλωσίᾳ τελοῦντας Φανούριε, οὕς εἰς τὴν Κρήτην ἔπεμψας, τοῦ κηρύττειν σου Μάρτυς τὰ θαύματα.

Θεοτοκίον.

Ε᾿ξαιρέτως Παρθένε κηρύττομεν, τὰ σὰ μεγαλεῖα ἐξίως ὑμνοῦντές σε, ἥν ἀληθῶς ἐδόξασεν, ὁ Υἱὸς καὶ Θεός σου καὶ Κύριος.

Ὠιδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.

Παράδοξον θέαμα αἰκιζομένου, τοῦ Μάρτυρος ἔβλεπον, οἱ τοῦτον πέτραις βάλλοντες, καὶ λίθῳ μεγίστῳ συνθλίβοντες σῶμα αὐτοῦ· ὅμως Χριστοῦ δύναμις, αὐτὸν φυλάξασα σῶον ἔδειξε.

Ρ῾ωννύμενος ἔνδοξε, παντοδυνάμῳ ἰσχύι Κυρίου σου, τὰς μάστιγας ὑπήνεγκας, τὰς ξέσεις δὲ ὄνυξι τοῖς σιδηροῖς καρτερῶν, ὤφθης ἀκατάβλητος, Φανούριε ἔνδοξε, Ῥόδου τὸ καύχημα.

Ο῾λόκληρος δέδοσαι τῷ σῷ Κυρίῳ, θυσία εὐπρόσδεκτος προθύμως σὺ θυόμενος· ἐχθρὸν δὲ κατῄσχυνας, διὰ τῶν ἄθλων τῶν σῶν, ὅστις καὶ ἐδήλωσε τὴν ἧτταν αὐτοῦ φεύγων καὶ ὀδυρόμενος.

Θεοτοκίον.

Σωτήριος δέδειξαι καὶ ζωηφόρος, παράδεισος Ἄχραντε, ἀνθρώπων γένει σύμπαντι· Χριστὸς γὰρ εἰσήγαγε, τὴν πεπτωκυῖαν ἡμῶν φύσιν αὐτοῦ πάθεσιν, εἰς τὴν προτέραν πάλιν μακαριότητα.

Ὠιδὴ η΄. Κάμινος ποτέ.

Τραύματα πολλὰ δεξάμενος θεόφρον, τῇ σῇ ἀνδρείᾳ ἀναδέδειξαι ὄντως ἀκατάπληκτος, καὶ πορφύραν περιβέβλησαι πεφοινιγμένην σοῖς κλεινὲ αἵμασιν, Εὐλογεῖτε κράζων τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Α῎φλεκτος πυρὶ παρέμεινας ὁπλῖτα, σὲ τοῦ Κυρίου περισκέποντος καμίνου τε σῴζοντος· ἡ γὰρ φλὸξ σῆς ἀγαπήσεως πρὸς τὸν Θεὸν τὴν κάμινον ἔσβεσε· εὐλογῶν γᾶρ ὕμνεις, ὡς παῖδες οἱ τρεῖς τὸν σὸν Κύριον.

Τέταξαι σοφὲ Χριστοῦ στρατολογίᾳ, καὶ τῶν ἐν κόσμῳ κατεφρόνησας, τοῖς θείοις προστάγμασι πειθαρχῶν καὶ συμμορφούμενος· νῦν δὲ χοροῖς Ἀγγέλων ἠρίθμησαι· Εὐλογεῖτε ψάλλων, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Η῎νεσαν τρανῶς Ἀγγέλων σε δυνάμεις, τὴν πλατυτέραν πάσης κτίσεως· Θεὸν γὰρ συνέλαβες καὶ ἐγέννησας παρέχουσα τοῖς σὲ πιστῶς γεραίρουσι λύτρωσιν· εὐλογοῦμεν ὅθεν σε, ὕμνοις ἀεὶ μακαρίζοντες.

Ὠιδὴ θ΄. Ἀνάρχου Γεννήτορος.

Στεφάνων ἠξίωσε, Χριστὸς ὁ μέγας ἥλιος, καὶ κριτὴς δικαιότατος, καὶ ἐδόξασε, σὲ ὁμολογοῦντα ἀνδρείως αὐτοῦ τὸ ὄνομα ἐν ἀπίστοις· διὸ νῦν Φανούριε, τὴν σὴν μνήμην ἑορτάζομεν.

Α᾿φόβως ὁρμήματα, τὰ τῶν θηρίων ἔφερες, καὶ πληγὰς τῶν βασάνων καὶ ξέσεις ἔνδοξε, καὶ φλόγα καμίνου καὶ λίθους, ἵνα Χριστὸν τὸν Θεὸν κερδήσῃς· διὸ νῦν Φανούριε, Θεοῦ θρόνῳ παρίστασαι.

Μεγάλως ἠρίστευσας ἄθλοςι τοῖς σοῖς καὶ θαύμασι, παῤῥησίαν ὡς ἔχων, πιστοὺς διέσωσας Ἱερεῖς δεσμίους αἰτοῦντας τὴν σήν, Φανούριε προστασίαν· αὐτοὶ γὰρ σωθέντες, τὸ μέγα θαῦμά σου ἐκήρυξαν.

Η῾ Ῥόδος σεμνύνεται, τὴν σὴν Εἰκόνα ἔχουσα· καὶ γὰρ ταύτης εὑρέσει αὐτῇ ἐπέφανες, καὶ Βαλσαμονέρου ἐν Κρήτῃ, Μονὴ ἀγάλλεται σὲ τιμῶσα· διὸ τοὺς πιστοὺς τοὺς ἐν αὐταῖς, ὄντας διαφύλαττε.

Θεοτοκίον.

Νεφέλη ὑπάρχουσα, τῆς ἀϊδίου φαύσεως, τοῦ Θεοῦ ὦ Παρθένε, ἡμᾶς ἐν σκέπῃ σου τοὺς ἐσκοτισμένους, φυλάξαις παθῶν θανάτου ἐκλυτρουμένη, τοὺς σὲ τὴν Πανάχραντον, Θεοτόκον μακαρίζοντας.

 

ΚΑΝΩΝ Γ΄
φέρων Ἀκροστιχίδα τήνδε·
«Ῥοδίων κλέος Φανούριον ὑμνῶ ἐν πόθῳ. Εὐ(αγγέλου)». Ποίημα Ἱερέως Εὐαγγέλου Παχυγιαννάκη.

Ὠιδὴ α’. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.

Ρ῾ιζοτόμον ῥομφαῖαν, δός μοι Οἰκτίρμον, ἵνα ἐκτάμω παθῶν τὰς ἀκάνθας· φωτισμὸν πνεύματος αἰτοῦμαι δὲ ἐν ταὐτῷ, ἔνδοξον Φναούριον, ὅπως ἀξίως ὑμνήσω, τῆς πίστεως ἔνδοξον Μεγαλομάρτυρα.

Ο῾ λαμπρῶς ἐκτελέσας, ἄθλους γενναίους, Φανούριος τοῦ Χριστοῦ ἀνεδείχθη, ἀθλητὴς ἔνδοξος ἐν τοῖς ἐσχάτοις καιροῖς, ἀποκαλυφθεὶς ἡμῖν, τῇ τοῦ Κυρίου προνοίᾳ, εἰ καὶ χρόνους πλείονας, ἔμεινεν ἄγνωστος.

Δεδρακέναι τὰ ἔργα, Πνεύματος Θείου, ἐν τοῖς ἐσχάτοις γνωσθεὶς καταπλήττεις, τοὺς πιστοὺς Ἅγιε ἔρωτι θείῳ τρωθείς· ὤφθης δ᾿ ἀκατάβλητος, ἐν τοῖς κινδύνοις προστάτης, καὶ στεῤῥὸς ὑπέρμαχος, πάντων Φανούριε.

Θεοτοκίον.

Ι῾κετεύω Παρθένε, μὴ ἐπιλάθη, σῶν δούλων τὰς ἐκ ψυχῆς παρακλήσεις, ἀλλ᾿ ἡμᾶς φρούρησον ἐκ πολυτρόπων δεινῶν, ὅπως ἀνυμνήσωμεν, τὰ ὑπὲρ νοῦν μεγαλεῖα, ἅπερ σοὶ ἐποίησε, δόξης ὁ Κύριος.

Ὠιδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.

Ω῞σπερ ἀστὴρ φαεινότατος ὁ κλεινός, Φανούριος ἔλαμψε, καταυγάζων τὰ πέρατα, καίπερ γῇ κρυπτόμενος, φανερωθεὶς παραδόξως σῴζει κόσμον.

Νεοθαλὴς ἀνατέταλκεν ὡς βλαστός, τοῦ Λόγου πανάριστος, ὁ ἀθλητὴς Φανούριος, φερωνύμως ἔκτοτε, ὑπερεκτρέφων πιστῶν τὰς διανοίας.

Καταφρονήσας ἁπάντων τῶν γεηρῶν, τὸν νοῦν ὑπερύψωσεν, εἰς τὰ ἄνω βασίλεια, ὁ σεπτὸς Φανούριος, ἐν οἷς πρεσβεύει πιστῶν εἰς σωτηρίαν.

Θεοτοκίον.

Λιτὰς Πανάμωμε δέχου τῶν εὐσεβῶς, τιμώντων τὸν τόκον σου, καὶ εἰς σὲ καταφευγόντων· σὲ γὰρ πάντες ἔχομεν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως προστάτην.

Ὠιδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.

Ε῎γκαρπον ἡμῖν, ἀνεδείχθης δένδρον Φανούριε, καὶ θαυμάτων θεῖος ποταμός· διὸ θερμὸν προστάτην σε ἔγνωμεν, καὶ σοὶ πίστει κράζομεν, εὐχαριστοῦντες· Δόξα τῇ προνοίᾳ σου Ἅγιε.

Ο῾ νεοφανής, ἀνυμνολογήσθω μοι ἔνδοξος, καὶ ἐν τοῖς Ἁγίοις θαυμαστός, φανερωθεὶς ἐν Ῥόδῳ Φανούριος· ταχὺς γὰρ ἐπέρχεται, πᾶσι παρέχων, θείων δωρημάτων τὴν εὔκλειαν.

Στόματι λαμπρῷ, καὶ ἀκμῇ φαιδρᾷ τῆς νεότητος, καθομολογήσας τὸν Χριστόν, ὑπὲρ αὐτοῦ εἰς θάνατον ἔδραμεν, ὁ κλεινὸς Φανούριος, ὃν ἀνυμνοῦμεν, Μάρτυρα Κυρίου ὡς μέγιστον.

Θεοτοκίον.

Φόβον ἱερόν, τῇ καρδίᾳ στάλαξον Δέσποινα, πάντων τὸν Υἱόν σου καί Θεόν, ὁμολογούντων ἄνθρωπον τέλειον, καὶ Θεὸν ὡσαύτως, πίστει βοώντων· Δόξα τῇ αὐτοῦ ἀγαθότητι.

Ὠιδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.

Α᾿στὴρ ἐφάνης, πνευματικὸς ὦ ἀθλητά, ἐν τοῖς ἐσχάτοις καιροῖς τῇ Ἐκκλησίᾳ, καὶ πάντων τὸν νοῦν καταφωτίζεις, τῶν ἐπικαλουμένων σε.

Νεόσμηκτόν σε, τὸν τοῦ Χριστοῦ ἀθλητήν, ἐκ τοῦ τῆς κόνεως χρόνου Ἀθλοφόρε, πρεσβεύομεν καὶ τὴν ἔνδοξόν σου, μορφὴν κατασπαζόμεθα.

Οὐρανοφοίτης, ὤφθης ἐν γῇ περιφανῶς, τὸν ὑπερήφανον δράκοντα συντρίψας, τῆς σῆς εἰκόνος ἀποκαλύψει, ἣν πίστει ἀσπαζόμεθα.

Θεοτοκίον.

Υ῾περαγία, νόσων ἀπάλλαξον τοὺς σούς, ὑπεραχρείους δούλους σου καὶ κινδύνων, βοῶντάς σοι ἀεὶ ἐκ καρδίας· Παρθένε ἡμᾶς λύτρωσαι.

᾿Ωιδὴ στ΄. Ἄβυσσος ἐσχάτη.

Ρ῾ύου ἐκ κινδύνων ἐπερχομένων τὸν σὸν δοῦλον, Ἀθλοφόρε Φανούριε, καὶ ὡς λύχνος πάμφωτος, τὸ σκότος ἀποδίωξον, ἐκ καρδίας μου, ἱκετεύω πολύαθλε.

Ι῎σμεν Ἀθλοφόρε τὰς πρὸς ἡμᾶς εὐεργεσίας, ἃς παρέχεις ἐν θαύμασι, πανταχοῦ καλούμενος, προσπελάζεις ταχύτατα· ὅθεν πάντες σε, ὁμοφρόνως γεραίρομεν.

Ο῎βριμος ὑπάρχων κατὰ ἐχθρῶν ὑπεναντίων, οὐδαμῶς οὐ σεσάλευσαι· ὅθεν ὦ φερώνυμε, τῆς τρισηλίου Θεότητος, φῶς τὸ ἄκτιστον, σῇ καρδίᾳ ἐφύλαξας.

Θεοτοκίον.

Νάμασιν ἐνθέοις τὴν ξηρανθεῖσάν μου καρδίαν, σὺ Παρθένε κατέρδευσον, ἔχουσα συμπάθειαν, πρὸς τὸν Σωτῆρα Κύριον, ὡς Υἱόν σου, μὴ ἐλλίπῃς πρεσβεύουσα.

Ὠιδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.

Υ῾μνήσωμεν εὐλαβῶς, Φανούριον ἔνδοξον, τὸν τῶν Μαρτύρων ὑπογραμμόν, καὶ ἀδικουμένων αὐτόκλητον φρουρόν, οἰκουμένης καύχημα· χαίροις δ᾿ αὐτῷ βοήσωμεν, ἀκατάβλητε προστάτα ἡμῶν.

Μαρτύρων κλέος φαιδρόν, καὶ νέων ὑπόδειγμα, ὧν τῇ φρονήσει τῶν ἀρετῶν, ἐξιδιασμένῳ Θεότητος νοΐ, σὺ ὑπάρχεις ἔνδοξε· χαίροις διό σοι λέγομεν, ἀπερίγραπτε προστάτα ἡμῶν.

Νεότητος πειρασμούς, σαρκὸς τὰ οἰδήματα, θηρῶν ὁρμὰς καὶ σαρκὸς ξεσμούς, τῇ φωτιστικῇ τῆς Θεότητος ἀλκῇ, ἀνδρικῶς ἠλόγησας· χαίροις διό σοι εἴπωμεν, ὦ Φανούριε προστάτα ἡμῶν.

Θεοτοκίον.

Ω῾ς πύλη σε μυστική, πρεσβεύομεν Δέσποινα, δι᾿ ἧς διῆλθεν ὁ Λυτρωτής, καὶ διὰ σοῦ θύραν εὕρωμεν οἱ πιστοί, πρὸς ζωὴν εἰσάγουσαν, τὴν αἰωνίαν καὶ ἄφθαρτον· διό σε δοξάζομεν ἀεί.

Ὠιδὴ η΄. Ἀστέκτῳ πυρί.

Ε᾿γκράτειαν ἤσκησας Μάρτυς, ἐκ νεότητός σου καὶ παθῶν τὰς διαθέσεις, κατεμάρανας πόθῳ θείῳ· ὅθεν χαίρων ἤθλησας, εὐλογῶν ὥσπερ οἱ Παῖδες τὸν Κύριον, καὶ ὑπερυψῶν αὐτὸν εἰς τοὺς αἰῶνας.

Νενίκηκας βέλη τυράννων, καὶ λεόντων μύλας συνέτριψας ἐμφρόνως· τὸν Σταυρὸν δὲ ἐπ᾿ ὤμων ἄρας, τῷ Κυρίῳ ἔψαλλες· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Παγγάληνος ὤφθης σπεύδων, εἰς σκάμμα μαρτυρίου ὦ Φανούριε παμμάκαρ, τοῦ δὲ λίθου τὴν παντολμίαν, κόνιν ἐναπέδειξας· Εὐλογεῖτε κράζων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ο῾ μέγας κλεινὸς ἐν Προφήταις, προϊδών σε ἔμελψε Παρθένε Θεοτόκε· ἀλλ᾿ ἐγὼ ἄθλιος ὑπάρχων, κρίσεως ὑπεύθυνος, οὺκ ἰσχύω ψάλλειν, ἀλλ᾿ αἰτοῦμαι συγχώρησιν, ὅπως ταῖς πρεσβείαις ταῖς σαῖς ἐλεηθείην.

Ὠιδὴ θ΄. Καινὸν τὸ θαῦμα.

Θεόθεν ἔχεις χάριν δαψιλῆ, καὶ θαυμάτων ῥέουσαν ἀφθόνως κρήνην, Φανούριε μεγαλώνυμε· διὸ ἐν τῷ κόσμῳ, καὶ Ἱερεῖς Κρητῶν φυλακισθέντες ἐν πλῷ, παρὰ Ἀγαρηνῶν παρανόμων, τούτους ἐν τάχει, ὡς ὑπεράγαθος ἠλευθέρωσας.

Ω᾿δήν σοι μέλψαι τὴν θεοπρεπῆ, οὐκ ἰσχύομεν ἐν στωμυλίᾳ ὄντες, Φανούριε ὑπερένδοξε· σοῦ γὰρ ἀθλοῦντος, μαστιχομένου σφόδρα παρ᾿ ἀφρόνων δεινῶς, δεόντως αὐτοὺς ἐξεδικήθης· ἔπαθλα ὅθεν, παρὰ Χριστοῦ ἐκομίσω ἔνδοξε.

Ε᾿σμὸς τυράννων παλαμναιϊκῶν, πολυτρόπους σοι προσήγαγε βασάνους, Φανούριε ἀξιάγαστε· σὺ δὲ ἀνεδείχθης, ἐρηρεισμένος πίστει ἀκλινεῖ τῷ πυρί, τῆς θείας τοῦ Κτίσαντος ἀγάπης, Μάρτυς ἀγήρωρ, καὶ Ἀθλητῶν θεῖον ἐγκαλλώπισμα.

Θεοτοκίον.

Υ῾μνῶ σε πόθῳ καὶ δοξολογῶ, καὶ προσάγω Πάναγνε πιστῶς σοι Χαῖρε, χαρὰ τῶν πιστῶν καὶ καύχημα· διὸ σοι προσπίπτω, ἐν μετανοίᾳ κράζων· Ἐπηρείας ἐχθρῶν, τὸ μἐνος διάλυσον καὶ σῶσον· νεύσει γὰρ μόνῃ, τῇ σῇ πρεσβείᾳ Ἁγνὴ σωθήσομαι.

 

ΚΑΝΩΝ Δ΄
φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε·
«Κυρίλλου». Ποίημα Κυρίλλου Ἀρχιερέως.

Ὠιδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Τὸν μέγαν, ἐν Ἀθληταῖς Φανούριον, δεῦτε τιμήσωμεν, οἱ εὐσεβεῖς ἐν ὕμνοις εὐλαβῶς, ὅτι θεῖος προστάτης ἡμῖν, καὶ ἀντιλήπτορ δέδοται, τῇ εὐδοκίᾳ τοῦ Παντάνακτος.

Α᾿νύσας, ἀθλητικῇ ἐνστάσει σου, Μάρτυς Φανούριε, μαρτυρικῶς τὸν δρόμον ἐπὶ γῆς, ἐν σκηναῖς τῆς ἀφθάρτου ζωῆς, ἐνδόξως κατεσκήνωσας, ἐπαπολαύων τῆς θεώσεως.

Θαυμάτων, ὑπερφυῶς τὰ νάματα, νέμεις Φανούριε, τοῖς τῷ Ναῷ σου σπεύδουσι πιστῶς, καὶ τιμῶσιν ἐκ πόθου ψυχῆς, τὴν ἱερὰν Εἰκόνα σου, ἐν ᾗ τὰ εἴδη τῶν ἀγώνων σου.

Θεοτοκίον.

Καθεῖλες, τοῦ δυσμενοῦς τὴν δύναμιν, Θεοχαρίτωτε, τὸν δυνατὸν κυήσασα Χριστόν, ἐξ ἁγνῶν σου αἱμάτων φρικτῶς· διὸ σε μακαρίζομεν, εἰς τοὺς αἰῶνας ἀγαλλόμενοι.

Ὠιδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Εὐφραίνεται ἐπὶ σοί, Ῥόδος ἡ νῆσος σου πιστῶς κράζουσα· Σύ μου θερμὸς πρόμαχος, Μάρτυς στεφηφόρε Φανούριε.

Σημείῳ τῷ τοῦ Σταυροῦ, καθοπλισάμενος ἐχθρῶν ἅπασαν, τὴν βδελυρὰν ᾔσχυνας, πλάνην Ἀθλοφόρε Φανούριε.

Πρεσβείαις σου πρὸς Θεόν, Μάρτυς Φανούριε ἡμῶν πρόστηθι, καὶ ἐξ ἐχθροῦ μήνιδος, λύτρωσαι ἡμᾶς τοὺς ἱκέτας σου.

Θεοτοκίον.

Υ῾πέραγνε Μαριάμ, Θεοχαρίτωτε Ἁγνὴ Δέσποινα, ἐκ πειρασμῶν πάντοτε, ῥύου τὸν λαόν σου καὶ θλίψεων.

Ὠιδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Υ῞μνος ἀναπέμψωμεν πάντες πιστοί, τὸν κλεινὸν τιμῶντες Φανούριον, ὅτι καθεῖλε, τῶν τυράννων τὴν ὀφρύν, ὑπὲρ Χριστοῦ τὸν θάνατον, ἐν ἀγαλλιάσει δεξάμενος.

Λόγων ὑπερβαίνουσιν ὄντως ἰσχύν, τὰ γενναῖα ἄθλα καὶ τρόπαια, τοῦ Φανουρίου, τοῦ ἐνδόξου Ἀθλητοῦ· ὑπὲρ Χριστοῦ γὰρ ἤθλησε, καὶ ἐν τοῖς ὑψίστοις δεδόξασται.

Δεῦρο ὦ Φανούριε Μάρτυς Χριστοῦ, τὴν ζωὴν ἐκ πάσης λυτρούμενος, κακοπραγίας, τῶν τιμώντων εὐλαβῶς, τοὺς μακαρίους ἄθλους σου, ἐν οἷς τοὺς ἐχθροὺς ἐτραυμάτισας.

Θεοτοκίον.

Ρ῾ῦσαι τοὺς προστρέχοντας πανευλαβῶς, τῇ θερμῇ Παρθένε πρεσβείᾳ σου, τῆς τυραννίδος, τῶν παθῶν ὡς ἀγαθή, ὅτι εἰς σὲ ἐλπίζομεν, τὴν Θεοῦ Μητέρα οἱ ἄθλιοι.

Ὠιδὴ ε΄. Σὺ Κύριε μου φῶς.

Φανούριον πιστοί, τὸν γενναῖον ὑμνήσωμεν· ἐδείχθη γὰρ στρατιώτης, τοῦ Δεσπότου γενναῖος, Μαρτύρων ἐν τῷ σκάμματι.

Εἰκὼν σου ἐκ τῆς γῆς, θαυμαστῶς ἀνατείλασα, τῷ κόσμῳ ἐγνώρισέ σε, τροπαιοῦχον ὁπλίτην, τῆς πίστεως Φανούριε.

Λαμπόμενος φαιδρῶς, ἀγλαῒαις τῆς χάριτος, φωτίζεις πιστῶν καρδίας, ἀστραπαῖς τῶν θαυμάτων, Φανούριε πολύαθλε.

Θεοτοκίον.

Ι῾λέωσαι ἡμῖν, τὸν Φιλάνθρωπον Κύριον, τοῖς πταίουσι καθ᾿ ἑκάστην, δι᾿ ἀσύνετον γνώμην, Παρθένε Θεονύμφευτε.

Ὠιδή στ΄. Ἐβόησε, προτυπῶν.

Η῾ χάρις σου, προσφοιτῶσα Ναῷ ἐν ἁγίῳ σου, τοῖς νοσοῦσιν Ἀθλητά, τὰς ἰάσεις χαρίζεται· εὐλαβῶς διό σε, μακαρίζομεν πάντες Φανούριε.

Η᾿λόγησας, ἡλικίας ἀκμῆς καὶ νεότητος, τὸν Σωτῆρα ἐρασθείς, Ἀθλοφόρε Φανούριε, ὅς σε νῦν δοξάζει, ἐνεργείαις θαυμάτων τοῖς πέρασι.

Α᾿νέτειλεν, ἐκ ταμείων τῆς γῆς ὥσπερ ἥλιος, ἡ Εἰκών σου ἐμφανῆ, Ἀθλοφόρε ποιοῦσά σε, καὶ πιστῶν χορείας, χάριτός σου τῷ φέγγει λαμπρύνουσα.  

Θεοτοκίον. 

 

Λαμπάδα σε, σωτηρίας αὐγῆς ὡς γινώσκοντες, οἱ ἐν σκότει τῶν παθῶν, τῷ φωτί σου προστρέχομεν· Μὴ ἡμᾶς παρίδῃς, τοὺς εἰς σὲ Θεοτόκε ἐλπίζοντας.

Ὠιδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Οὐκ ἐπέθυσας, Φανούριε μεγάλαθλε, ὡς πλήρης πίστεως, τοῖς τῶν εἰδώλων θεοῖς· διὸ καθυπέμεινας, ποικίλας μάστιγας, καὶ κατῄσχυνας, ὡς ἀθλητὴς τῆς πίστεως, τῶν ἐχθρῶν τὴν δυναστείαν.

Ε᾿ν τοῖς ἄθλοις σου, νικήσας τὸν ἀλάστορα, ἐχθρὸν Φανούριε, ὡς δυνατὸς τῇ ψυχῇ, ἐξέξω τὸν ἄφθαρτον, τῆς νίκης στέφανον, καὶ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῇ Τριάδι ἐν ὑψίστοις.

Η῾ Ῥοδόνησος, εὐφραίνεται Φανούριε, καὶ μακαρίζει σε, χρεωστικῶς ἐν ᾠδαῖς· αὐτῆς γὰρ ὑπέρμαχος, ὑπάρχεις μέγιστος, καὶ ὡς ἥλιος, ἐκλάμπεις γῆς τοῖς πέρασιν, ἐξ αὐτῆς Μεγαλομάρτυς.

Θεοτοκίον.

Λόγων Δέσποινα, δυνάμεως ὑπέρκειται, τὸ μέγα θαῦμά σου· σὺ γὰρ φρικτῶς τοῦ Πατρός, τὸν Λόγον ἐκύησας, ἐκ τῶν αἱμάτων σου, καὶ ἐλύτρωσας, τὸ γένος τὸ ἀνθρώπινον, τοῦ ἐχθροῦ τῆς τυραννίδος.

Ὠιδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Λυτρωτὴν τοῦ παντὸς ἀνεκήρυξας, τὸν Χριστὸν Ἀθλοφόρε Φανούριε, καὶ δι᾿ αὐτὸν ἐτέλεσας, μαρτυρίου τὸν δρόμον· ὅθεν ἐδέξω, οὐρανόθεν θαυμάτων ἐνέργειαν.

Ε᾿ν ψυχῇ φέρων πῦρ τὸ οὐράνιον, τῆς Χριστοῦ μυστικῆς ἀγαπήσεως, τὴν τοῦ πυρὸς Φανούριε, κατεπάτησας φλόγα, καὶ τῶν εἰδώλων, τῆς λατρείας τὴν ὕλην κατέφλεξας.

Τὸν Χριστὸν ἐκδυσώπει Φανούριε, ἵνα πάσης ὀργῆς καὶ κακώσεως, ἀσθενειῶν καὶ θλίψεων, πειρασμῶν καὶ κινδύνων, πάντες ῥυσθῶμεν, οἱ τελοῦντες ἀξίως τὴν μνήμην σου.

Θεοτοκίον.

Οὐρανῶν βασιλείας ἀξίωσον, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε, τῆς μητρικῆς πρεσβείας σου, μυστικῇ ἐνεργείᾳ, τοὺς προσκυνοῦντας, ὀρθοδόξως τὸν ἄσπιλον τόκον σου.

Ὠιδὴ θ΄. Λίθος ἀχειρότμητος.

Δεῦτε τὸν γενναῖον ὁπλίτην, τῆς παρατάξεως Κυρίου, ἔνδοξον Φανούριον πόθῳ, στέψωμεν ὕμνοις, ὅτι ἡμῖν προστάτης, ὑπάρχει ἀκαταίσχυντος, καὶ ῥύστης βίου ἐν ταῖς θλίψεσιν.

Ο῞λος ἐξαστράπτων τῇ αἴγλῃ, τοῦ μαρτυρίου σου παρέστης, τοῦ Παμβασιλέως τῷ θρόνῳ, ἡμῖν ἐκεῖθεν, ἐξανατέλλων μάκαρ, Φανούριε τὴν ἔλλαμψιν, τῶν ὑπὲρ ἔννοιαν θαυμάτων σου.

Δεῦρο πρὸς ἡμᾶς Ἀθλοφόρε, ὡς συμπαθέστατος ὑπάρχων, σώζων τῇ θερμῇ σου πρεσβείᾳ, ἀπὸ κινδύνων, καὶ συμφορῶν παντοίων, ἡμῶν τὸν βίον πάντοτε, τῶν εὐφημούντων σε Φανούριε.

Θεοτοκίον.

Υ῞μνοις οἱ πιστοί σε τιμῶμεν, Θεοχαρίτωτε Παρθένε, ὅτι τῆς Τριάδος τὸν ἕνα, φρικτῶς τεκοῦσα, δι᾿ εὐσπλαγχνίαν ἄκραν, ἐῤῥύσω τὸ ἀνθρώπινον, τῆς ἁμαρτίας τοῦ Προπάτορος.

 

ΚΑΝΩΝ Ε΄
φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε·
«Κυρίλλου». Ποίημα Κυρίλλου Ἀρχιερέως.

Ὠιδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.

Τοῦ Σωτῆρος Χριστοῦ, τὸν Ἀθλοφόρον πιστοί, ταῖς ὑμνῳδίαις στεφανώσωμεν, μετ᾿ εὐφροσύνης πρὸς αὐτὸν ἀνακραυγάζοντες· Μαρτύρων τὸ καύχημα, Χαῖρε Φανούριε.

Α᾿γαπήσας θερμῶς, τὸν σαρκωθέντα Θεόν, στεῤῤῶς ὑπέστης τὸ μαρτύριον, καὶ τὸν ἀρχέκακον ἐχθρὸν κατετραυμάτισας· διὸ στέφος ἔλαβες, νίκης Φανούριε.

Ω῾ς Χριστοῦ Ἀθλητής, τὴν παῤῥησίαν πολλήν, παρ᾿ αὐτῷ ἔχεις· διὸ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς ἀνευφημούντων σε, Φανούριε ἔνδοξε, Ῥόδου τὸ καύχημα.

Θεοτοκίον.

Καταιγίς με Ἁγνή, τῶν ἀκαθέκτων παθῶν, δεινῶς χειμάζει τὸν ταλαίπωρον, καὶ ἀπωλείας εἰς βυθὸν καταποντίζομαι· Θεοτόκε σῶσόν με, τῇ ἀντιλήψει σου.

Ὠιδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ.

Δυνάμει τοῦ τιμίου Σταυροῦ, κατὰ τῆς πλάνης προσεχώρησας, καὶ τῶν τυράννων τὴν ἔπαρσιν, ἐταπείνωσας Φανούριε.

Υ῾πέμεινας ἀνδρείως σαρκός, τὰς ἀλγηδόνας δυναμούμενος, τῇ δυναστείᾳ τῆς πίστεως, τοῦ Παντάνακτος Φανούριε.

Α᾿νέτειλας ὡς ἄστρον λαμπρόν, ἐκ γῆς λαγόνων τῇ Εἰκόνι σου, τῆς Ἐκκλησίας Φανούριε, καταυγάζων τὸ στερέωμα.

Θεοτοκίον.

Υ῾μνοῦμέν σε Παρθένε πιστῶς, τὴν ὑπερτέραν πάσης κτίσεως, τὴν τὸν Θεὸν σωματώσασαν, εἰς ἀνθρώπων ἀπολύτρωσιν.

Ὠιδὴ δ΄. Ἀκήκοα Κύριε.

Α᾿κμῆς τῆς νεότητος, γενναιοφρόνως, καταφρονήσας, πρὸς ἀθλήσεως ἔδραμες τὸ στάδιον, ὡς Χριστοῦ τὴν δόξαν, θέλων Φανούριε.

Θηρῶν τὰ ὁρμήματα, τῇ προσευχῇ σου, καθυποτάξας, Δανιὴλ ἄλλος ὤφθης ὦ Φανούριε, τῷ προσώπῳ λάμπων, τοῖς καθορῶσί σε.

Τὸ πῦρ τὸ ὁμόδουλον, καταπατήσας, ὡς τὴν ψυχήν σου, πυρπολούμενος Κυρίου τῷ ἔρωτι, οὐρανῶν τῆς δρόσου, Μάρτυς ἀπήλαυσας.  

Θεοτοκίον. 

 

Ρ῾οαῖς τοῦ ἐλέους σου, Εὐλογημένη, Θεοκυῆτορ, τὴν κατάξηρον ψυχήν μου κατάρδευσον· πιστῶς γὰρ δοξάζω, Μῆτερ τὸν τόκον σου.

Ὠιδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.

Εὐσέβειαν ἠγάπησας ἔνδοξε, καὶ δι᾿ αὐτήν, τυράννων τὰς ἀπειλάς, ὡς ἄσαρκος κατεπάτησας.

Ω῾ς μέγιστον τοῖς θαύμασιν ἅπαντες, οἱ εὐσεβεῖς, τιμῶμέν σε εὐλαβῶς, Φανούριε παμμακάριστε.

Ο῾ ἅγιος Φανούριος οἶκος σου, πέλει πηγή, θαυμάτων σου τοῖς πιστοῖς, ἀεὶ πηγάζων τὰ νάματα.

Θεοτοκίον.

Ι῾λέωσαι Πανάχραντε Δέσποινα, τὸν σὸν Υἱόν, ἵνα τύχωμεν ζωῆς, τῆς αἰωνίου οἱ δοῦλοί σου.

Ὠιδή στ΄. Μαινομένην κλύδωνι.

Αἰχμαλώτων λύτρωσις, καὶ νοσούντων θεῖος ἰατρός, σὺ ὑπάρχεις ἔνδοξε Φανούριε· διὸ πιστοί, γεραίρομέν σου τὴν ἄθλησιν.

Τοῦ φωτὸς κατέβαλες, ἐν τοῖς ὅπλοις σκότους τὸν δεινόν, ἀρχηγέτην Ἅγιε Φανούριε, οὗ τῆς ὀργῆς, τοὺς σὲ ὑμνοῦντας διάσωσον.

Α᾿θλητὰ Φανούριε, τῶν Ῥοδίων κλέος θαυμαστόν, ἀπὸ πάσης λύτρωσαι κακώσεως, καὶ συμφορᾶς, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον.

Λογισμῶν μου κλύδωνα, τῇ γαλήνῃ τῶν σῶν προσευχῶν, Παναγία Δέσποινα κατεύνασον, καὶ τῷ Θεῷ οἰκείωσόν με, ὡς εὔσπλαγχνος.

Ὠιδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.

Φανερωθεὶς θαυμαστῶς, τῶν σὲ καλούντων ἐν ἀνάγκαις, παρίστασαι ἀρωγός, ἀεὶ Φανούριε.

Τὴν μυστικὴν τοῦ Χριστοῦ, ἐνδεδυμένος παντευχίαν, κατέβαλες δυσμενῶν, ὀφρὺν Φανούριε.

Ε᾿ν παῤῥησίᾳ ἀεί, Χριστὸν δυσώπει τοῦ σωθῆναι, ἀπὸ κινδύνων ἡμᾶς, τοὺς εὐφημοῦντάς σε.

Θεοτοκίον.

Λελαμπρυσμένη φωτός, τῇ νοητῇ φωτοχυσίᾳ, καταύγασον μου τὸν νοῦν, Θεοχαρίτωτε.

Ὠιδὴ η΄. Σοὶ τῷ παντουργῷ.

Θείαις ἐνεργῶν, δυνάμεσι θαυμάτων, ὡς μέγας ἐν Μάρτυσι, σοφὲ Φανούριε, πᾶσιν ἐκλάμπεις, νυκτὶ καὶ ἐν ἡμέρᾳ, ὡς ἀστὴρ φωσφόρος, τοῖς σὲ ὑμνολογοῦσι.

Ω῞σπερ Ἱερεῖς, τοὺς τρεῖς ἐκ Κρητονήσου, δουλείας ἐλύτρωσας, στυγνῆς Φανούριε, οὕτω ἐν τάχει, παθῶν αἰχμαλωσίας, καὶ ἡμᾶς οὖν ῥῦσαι, τοὺς σὲ ὑμνολογοῦντας.

Εἴδη τὰ σεπτά, τῶν ἄθλων σου ἐν πίστει, τιμῶμεν Φανούριε, πιστῶς δεόμενοι· πρόφθασον πάντας, φυλάττων ἐν ἀνάγκαις, τοὺς ἐπικαλου-μένους, προστάτην σε καὶ ῥύστην.

Θεοτοκίον.

Ο῾ ὑπερφυῶς, ἐκ σοῦ ἐνανθρωπήσας, δι᾿ ἄφατον ἔλεος, Θεοχαρίτωτε, ἔσωσε πάντας, τοὺς σὲ ὑμνολογοῦντας, ὡς Ἁγνὴν Παρθένον, καὶ μόνην Θεοτόκον.

Ὠιδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.

Σὲ τὸν θαυμαστὸν ὁπλίτην, Χριστοῦ τοῦ Θεοῦ, τὸν ἐκ Ῥόδου ἐκλάμψαντα, τῷ κόσμῳ Φανούριε, οἱ πιστοὶ ὁμοφρόνως μακαρίζομεν.

Δεῦρο συμπαθῶς παμμάκαρ, τοὺς σοὺς ὑμνητάς, πειρασμῶν τε στενώσεων, καὶ νόσων Φανούριε, ὡς ταχὺς εἰς πρεσβείαν ἐξαιρούμενος.

Πάρεσο ἡμῖν ἐν βίῳ, ἀεὶ βοηθός, καὶ προστάτης καὶ φύλαξ, παμμάκαρ Φανούριε· καὶ γὰρ πόθῳ τιμῶμεν τοὺς ἀγῶνάς σου.

Θεοτοκίον.

Υ῞ψωσας ἡμῶν τὴν φύσιν, Ἁγνὴ ἀληθῶς, ἀπειράνδρως τὸν Ὕψιστον, Θεὸν σωματώσασα· διό σε ὀρθοδόξως μεγαλύνομεν.

 

ΚΑΝΩΝ ΣΤ΄
φέρων Ἀκροστιχίδα τήνδε·
«Ἀθλητὰ Φανούριε, τοὺς πιστοὺς φρούρει». Ποίημα Δημητρίου Δασκαλάκη.

Ὠιδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Α᾿μαυρωθεῖσαν ψυχήν μου ἁμαρτιῶν, πλήθει σκοτομήνῃ τε, φωταγώγησον σοφέ, καὶ τὸν νοῦν μου φώτισον ὡς ἄν, ἀνυμνήσω σε καλῶς, Μάρτυς Φανούριε.

Θαυμαστωθεὶς τῇ δυνάμει τοῦ Ἰησοῦ, ἀναβλύζεις θαύματα, τοῖς προστρέχουσι τῷ σῷ, Ἀθλητὰ Φανούριε Ναῷ, καὶ γεραίρουσι φαιδρῶς, τὴν θείαν μνήμην σου.

Λελαμπρυσμένος τῇ αἴγλῃ τῇ τριφαεῖ, δᾳδουχεῖς τὴν σύμπασαν, ἀρετῶν σου ἀστραπαῖς, καὶ λαμπροῖς ἀγῶσί σου· διό, εὐφημοῦμέν σε ἀεί, ἀξιοθαύμαστε.

Θεοτοκίον.

Η῾ κιβωτὸς καὶ λυχνία ἡ φωταυγής, Θεοτόκε Δέσποινα, ἐκ τοῦ σκότους καὶ πυρός, τοῦ ἀσβέστου ῥῦσαί με Ἁγνή, τὸν κατάκριτον πρὸς φῶς, καθοδηγοῦσά με.

Ὠιδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Τῇ θείᾳ μνήμῃ σου κλεινέ, ἅπας δῆμος συντρέχει, τῶν πιστῶν καὶ ὑμνεῖ σε· ἐν γῇ γὰρ ὄντα κρυπτόν, τὸ πάλαι νῦν ἐν χαρᾷ, σὲ φανέντα, ὕμνοις μεγαλύνομεν.

Α᾿θλοῦντα Μάρτυς καρτερῶς, κατεπλάγησαν πάντες, οἱ παρόντες ὁρῶντες, δαιμόνων δὲ στρατιά, ἐν φρίκῃ ἀποχωρεῖ, καὶ Ἀγγέλων, δῆμος θάμβους πίμπλαται.

Φωτὸς ἡμέρας τε υἱός, γεγονὼς ἐξαστράπτεις, καθαρότητι βίου· τῷ πόθῳ δὲ τοῦ Θεοῦ, ἁπάντων τῶν γεηρῶν, ὑπερήρθης, μαρτυρήσας ἔνδοξε.

Θεοτοκίον.

Α᾿ξίως πᾶσά σε, Ἁγνή, φύσις βρότειος ὕμνοις, μεγαλύνει ὡς οὖσαν, Μητέρα ὄντως φωτός, καὶ σῴζουσαν ἐκ φθορᾶς, τῶν ἀνθρώπων, γένος Ἀειπάρθενε.

Ὠιδὴ δ΄. Χριστός μου δύναμις.

Νομίμως ἤθλησας, ἐχθρόν τε ᾔσχυνας, ὑπομονὴν ἐνδειξάμενος κρατεράν, χαίρων σοῖς παθήμασι, τοῖς ἐν βασάνοις χαλεπαῖς, τοῦ Κυρίου δυναμοῦντός σε.

Οὐδὲν προέκρινας, τερπνὸν καὶ ἔνυλον, τοῦ Σωτῆρος ἀγάπης ὡς ἀληθῶς, ἔχων ἐν καρδίᾳ σου, ἔρωτα θεῖον ἀκλινῶς, ὦ Φανούριε μακάριε.

Υ῾μνεῖ σε ἅπασα, πιστῶν ὁμήγυρις, ἡ ἐν Ῥόδῳ καὶ Κρήτῃ σεμνοπρεπῶς, χαίρουσα τοῖς ἄθλοις σου, καὶ τὰ σὰ θαύματα τρανῶς, μεγαλύνουσα γεραίρει σε.

Θεοτοκίον.

Ρ῾ημάτων ἤκουσας, Ἀγγέλου Πάναγνε, τοῦ τὸ Χαῖρέ σοι φήσαντος θαυμαστῶς, χάριν τε κηρύξαντος, τῆς ἐκλεκτῆς ἐν γυναιξί, καὶ τῆς ὄντως Θεομήτορος.

Ὠιδὴ ε΄. Τῷ θείῳ φέγγει σου.

Ι᾿δὼν ὁ δόλιος Ἀθλητά, δύναμιν καὶ χάριν τὴν ἐν σοί, κλαίων καὶ φρίττων ἀπέδραμε, τῶν δ᾿ Ἀγγέλων δῆμος τηρῶν, ἀνδρείαν τὴν σήν, ἐξέστη καὶ τὸν Κύριον ἐμεγάλυνεν.

Ε᾿ν πᾶσι δέδειξαι μιμητής, πάθους τοῦ Δεσπότου σου Χριστοῦ, στρέβλας αἰκίας τε ἤνεγκας, καὶ δοξάσας Κύριον σόν, ἐν μέλεσι σοῖς, ἀξίως ὦ Ὁπλῖτα ἀντιδεδόξασαι.

Τῷ θείῳ πόθῳ ἀναφλεχθείς, πάσας τῶν παθῶν προσβολάς, γενναιοφρόνως ἐξέκρουσας· καὶ ἐχθρῶν τυράννων ὀφρύν, τῷ ὅπλῳ Σταυροῦ, καθεῖλες κρατερόφρον στεῤῥῶς Φανούριε.

Θεοτοκίον.

Οὐκ ἔτι θάνατος καὶ φθορά, φύσιν τῶν βροτῶν ἐκδειματοῖ, τόκῳ τῷ θείῳ σου Ἄχραντε· τῆς ζωῆς γὰρ τὸν θησαυρόν, τὸν Λόγον Θεοῦ, γεννήσασα τοῖς πᾶσι ζωὴν δεδώρησαι.

Ὠιδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Υ῾μνεῖν ἐπειγόμενοι, τοὺς σοὺς ἄθλους Ἀθλητά, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, τοὺς γνωσθέντας κατ᾿ εἶδος θαυμαστικῶς, βοῶμεν· Μεγάλως ὁ δοξασθείς, ὑπὸ σοῦ ἀντιδοξάζει σε.

Σταθεὶς ὡμολόγησας, πρὸ τυράννου εὐθαρσῶς, τοῦ σοῦ Χριστοῦ τὸ ὄνομα, καὶ βασάνων πληγάς τε ὑπενεγκών, ἐβόας· Δοξάζω σε Βασιλεῦ, τὸν ἰσχύν μοι παρεχόμενον.

Πληττόμενος ἔνδοξε, τὸ σὸν στόμα ἀπηνῶς, διὰ πετρῶν καὶ ὄνυξι, σιδηροῖς τε ξεόμενος ἐκ ψυχῆς, ἐβόας· Δοξάζω σε ἀγαθέ, τὸν ἐμὲ νῦν ἐνισχύοντα.

Θεοτοκίον.

Ι᾿λύος με Πάναγνε, τῶν πολλῶν ἀνομιῶν, καὶ τῶν παθῶν τοῦ κλύδωνος, ῥυομένη με φέρε εἰς γαληνόν, λιμένα ποιοῦντα τοῦ σοῦ, Υἱοῦ, ἐν τῷ βίῳ μου τὸ θέλημα.

Ὠιδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Στρατιώτης τοῦ Κυρίου ἀκατάπληκτος, τρόπαιον τοῦ Σταυροῦ δὲ κρατῶν, ταῖς χερσί σου καὶ τὴν λαμπάδα, φέρων τὴν φαιδράν, τὸν τύραννον ᾔσχυνας βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς καμίνου ἐν τῷ μέσῳ σὺ ἱστάμενος, ὕψωσας τὰς σὰς χεῖρας Θεῷ, αἷς τὸ πρῶτον τοὺς ἀνημμένους, ἄνθρακας κρατῶν, τὰ εἴδωλα ἤλεγξας βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ο᾿λεθρίων σὺ βασάνων ὄντως σέσωσαι, μάστιξιν ἀπηνέσι πληγείς, καὶ λαμπάσι ταῖς ἀνημμέναις, κέκαυσαι πλευράς, τοὺς ὄχλους δὲ ἤγειρας βοᾶν· Εὐλογητὸς καὶ θαυμαστός, ὁ Φανουρίου Θεός.

Θεοτοκίον.

Υ῾μνῳδίαις ἱεραῖς Κόρη ὑμνοῦμέν σε, ἅπαντες οἱ σωθέντες θνητοί· ἐκ θανάτου γὰρ καὶ τοῦ σκότους, ἔσωσας ἡμᾶς, τεκοῦσα τὸν μόνον Λυτρωτήν· Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.

Ὠιδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Συνεκλείσθης εἱρκτῇ τε, θηρίοις δέδοσαι, ὑπὸ λίθον ἐτέθης, ὄντως τεράστιον· ἔσωσε δὲ σὲ τοῦ Κυρίου ἡ δύναμις, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφόρος ἐδείχθης, ὄντως Φανούριε, ταῖς ἀστέκτοις ἀκτῖσι, Πνεύματος ἔνδοξε· φώτισον ἡμῶν, νῦν καρδίαις σαῖς λάμψεσιν, ἵνα σε ὑμνῶμεν, ὡς Μάρτυρα Κυρίου.

Ρ῾ιπτασθέντας Λευῒτας, καὶ ὑπομείναντας, τῆς δουλείας τοὺς βρόχους, ἔνδοξε ἔσωσας· ἔπεμψας δ᾿ αὐτούς, εἰς τὴν Κρήτην κηρύττειν σου, θεῖα μεγαλεῖα, καὶ χάριν ἀϊδίως.

Θεοτοκίον.

Οὐρανῶν αἱ δυνάμεις, οὐ διαλείπουσι, σὲ ὑμνεῖν ἀενάως, Κόρη Πανύμνητε· ἄνωθεν αὐτῶν, σὲ ὁρῶσαι ὁρῶσαι ὑπάρχουσαν, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.

Ὠιδὴ θ΄. Θεὸν ἀνθρώποις.

Υ῾μνοῦμεν ἅπαντες, σὲ Φανούριε, τὸν ἐκ χειρὸς Κυρίου, νίκης στέφος δεξάμενον· σευατὸν γὰρ ἔνδοξε, ὡς θῦμα τερπνόν, τούτῳ ἁγνῶς προσῆξας· ὅθεν γεραίρομεν, τὰ σὰ κατορθώματα τρανῶς, σὲ μακαρίζοντες.

Ρ῾οδίων νῆσος, καὶ Κρήτης ἅπασα, διαφερόντως ὕμνοις, σὲ τιμῶσι Φανούριε· ἐν αἷς καὶ ἰάτρευσον, νοσοῦντας πιστούς, λύτρωσον αἰχμαλώτους· σὲ γὰρ κεκτήμεθα, οἱ ἐν τοῖς κινδύνοις ἀληθῶς, πρέσβυν θερμότατον.

Ε᾿χθροῦ δολίου, ἡμᾶς ἐξάρπασον, διασπαράξαι πάντας, βουλομένου τοῖς πταίσμασι· σὺ γὰρ ἔχεις πάντοτε, κλεινὲ πρὸς Χριστόν, ἄφθονον παῤῥησίαν, ὡς παριστάμενος, θρόνῳ τοῦ Θεοῦ τοῦτον αἰνῶν, μάκαρ Φανούριε.

Θεοτοκίον.

Ι᾿ῷ τοῦ ὄφεως, νεκρωθέντα με, Κόρη Ἁγνὴ δυνάμει, πρεσβειῶν σου ἀνάστησον· διὰ σοῦ γὰρ Ἄχραντε, ἐτέχθη ἡμῖν, ὄντως Θεὸς καὶ ῥύστης· ὅν μεγαλύνοντες, καὶ σὲ τὴν κυήσασαν αὐτόν, ὕμνοις γεραίρομεν.

 

ΚΑΝΩΝ Ζ΄
φέρων Ἀκροστιχίδα τήνδε·
«Τὸν ἐν Μάρτυσι σεπτὸν Φανούριον ᾄδω. Εὐ(αγγέλου)». Ποίημα Ἱερέως Εὐαγγέλου Παχυγιαννάκη.

Ὠιδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου πρὸς γεώδη.

Τὸν κραταιὸν ὁπλίτην, καὶ ὑπηρέτην τοῦ Πάθους, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἀξιοχρέως ἅπαντες, δεῦτε τιμήσωμεν πόθῳ, ὕμνον αὐτῷ Χαίροις, Φανούριε ᾄδοντας.

Ο῾ αἰχμαλώτων ῥύστης, καὶ βοηθὸς τῶν πενήτων, ὑπάρχων Φανούριε, βοήθησον τῷ δούλῳ σου, ἵνα πόθῳ σοι μέλψῃ, θεῖα μεγαλεῖα, σεπτῆς παρουσίας σου.

Νοῦν ἡγεμόνα δείξας, κατὰ παθῶν ὀλεθρίων, παμμάκαρ Φανούριε, ἐχθρὸν τρανῶς νενίκηκας· ὅθεν ὡς ἄσαρκος ὤφθης, δήμους τῶν Ἀγγέλων, ἐκπλήττων τοῖς ἄθλοις σου.

Θεοτοκίον.

Ε῎σχες ἐν τῇ γαστρί σου, τὸν συνοχέα τοῦ κόσμου, Μαρία Πανάμωμε, καὶ ἀπειράνδρως τέτοκας, φύσει Θεὸν καὶ Σωτῆρα· ὅθεν σε ὑμνοῦμεν, καὶ πίστει δοξάζομεν.

Ὠιδὴ γ΄. Ὁ κατ᾿ ἀρχὰς τοὺς οὐρανούς.

Νεοφανέντα Ἀθλητήν, ἀνευφημήσωμεν πάντες, ὡς γενναῖον πρόμαχον ἡμῶν, ἐν πολλοῖς τοῦ βίου ἀγωνίσμασι· πάντοτε παρέχοντα ἡμῖν, ἀντίληψίν τε καὶ ῥῶσιν, τὸν κλεινὸν ἐν Μάρτυσι Φανούριον.

Μάρτυς Χριστοῦ πανευκλεής, τροπαιοφόρος ἐδείχθης, ἐν μεθέξει θείου φωτισμοῦ· διὸ σὺν Ἀγγέλοις δοξαζόμενος, μέμνησο ἡμῶν τῶν εὐσεβῶς, νῦν ἐκτελούντων σὴν μνήμην, ἀξιομακάριστε Φανούριε.

Α᾿νθ᾿ ὧν ποιεῖς ὑπὲρ ἡμῶν, πανένδοξε καθ᾿ ἑκάστην, ἐν παντὶ τῶν θλίψεων καιρῷ, πρὸς σὲ καταφεύγομεν ἐκ πίστεως, δόξαν προσφέροντες Θεῷ, τῷ διὰ σοῦ ἐλεοῦντι, πάντας τοὺς πιστοὺς ἀεὶ Φανούριε.

Θεοτοκίον.

Ρ῾άβδον καὶ στάμνον καὶ χρυσοῦν, θυμιατήριον Μῆτερ, καὶ λυχνίαν, θείαν κιβωτόν, πάλαι σκιωδῶς σε προκατήγγειλαν, οἱ θεῖοι Προφῆται καὶ Ἁγνήν, ὡς τοῦ Θεοῦ τὴν Μητέρα, καὶ ἁμαρτανόντων τὴν ἀντίληψιν.

Ὠιδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.

Τὴν τῶν ἐμῶν Μάρτυς συμφοράν, προερχομένην ἐκ δεινῶν, καὶ πλήθους παθῶν, ταῖς πρεσβείαις σου διάλυσον ὡς ἀεὶ Φανούριε, παῤῤησίαν ἔχων θείαν πρὸς Κύριον.

Υ῾πὲρ τῶν πίστει τὴν ἱεράν, τελούντων μνήμην σου σοφέ, Χριστὸν τὸν Θεόν, ἐκτενῶς καθικετέυων μὴ παύσῃ Φανούριε, τὰς καρδίας πάντων σῴζων ὡς εὔσπλαγχνος.

Σαρκὸς ξεσμοὺς ἤνεγκας στεῤῥῶς, καὶ ἀποσπάσεις τῶν μελῶν, καὶ μένος πυρός, ἀλλ᾿ ἀντέστης ὡς ἀτρόμητος Μάρτυς τοῦ Κυρίου σου· διὰ τοῦτο στέφει δόξης σε ἔστεψε.

Θεοτοκίον.

Ι῎δε Ἁγνή πόθον τὸν ἐμόν, καὶ τῆς καρδίας μου πικρούς, ἐκ λύπης στεναγμούς· σῶσόν με Παρθένε Πάναγνε ἐν τάχει τὸν δοῦλόν σου· σκέπασόν με, Μῆτερ ὑπὸ τὴν σκέπην σου.

Ὠιδὴ ε΄. Νὺξ ἀφεγγής.

Σκέπη γενοῦ ἡμῖν Μάρτυς Χριστοῦ, ὁ πρὸς Σωτῆρα πολλήν, τὴν παῤῥησίαν ἔχων Ἅγιε· καὶ κακῶν κουφισμὸν παράσχου, πᾶσι τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Ε῎λεος δεῖξον θεράπον Χριστοῦ, ὁ ἐν Ῥόδῳ δειχθείς, ῥόδον μυρίπνοον ἄριστον, φοινισσόμενον μαρτυρίου, τῷ θείῳ λύτρῳ ἐν τοῖς αἵμασι.

Πίστεως θείας φωστὴρ φωταυγής, νεολαμπέστατον φῶς, φωταγωγῶν κόσμου τὰ πέρατα, φώτισόν μου ψυχὴν ἀθλίαν, καὶ τὴν καρδίαν ὦ Φανούριε.

Θεοτοκίον.

Τάγματα θεῖα Ἀγγέλων Ἁγνή, δοξολογοῦσι πιστῶς, καὶ ἀνυμνοῦσί σε Πανάχραντε· καὶ ἡμεῖς νῦν σε προσκυνοῦμεν, καὶ ἐκζητοῦμεν τὰς πρεσβείας σου.

Ὠιδὴ στ΄. Ναυτιῶν τῷ σάλῳ.

Ο῎μβρισόν μοι νέκταρ, τῆς σῆς εὐσπλαγχνίας παμμάκαρ, Φανούριε ἔνδοξε καὶ προστάτα, τῷ ἐν ἀνάγκαις παντοίαις ὑπάρχοντι· ἀλλὰ νῦν ἀχρεῖον ὑμνῳδόν σου, πρόσδεξαι καὶ σῶσόν με μελλούσης κρίσεως.

Νεόσμηκτον λόγον, σοὶ τῷ Ἀθλοφόρῳ προσφέρω, αἰτούμενος ἔνδοξε θεηγόρε, καὶ εὐσυμπάθητε Μάρτυς Φανούριε, οὕτως ὥσπερ ἔσωσας τριάδα, τὴν τῶν Ἱερέων καὶ ἡμᾶς διάσωσον.

Φάος Φανουρίου, σκότος τῶν ἐχθίστων τυράννων, δι᾿ οὗ καὶ ἐφώτισεν Ἱερέων, ἐν μέσῳ τρόμου ὁδὸν τῆν σωτήριον· ὅθεν ἐν χαρᾷ πολλῇ ἐβόων· Δόξα σοι τῷ μόνῳ ἐκ θανάτου σώσαντι.

Θεοτοκίον.

Α῎νω σοι προσάγω, τὸ τῆς διανοίας μου ὄμμα, καὶ φόβῳ κρυαγάζω ἐν μετανοίᾳ, καὶ συντριβῇ τῆς καρδίας μου· Δέσποινα Ἁγνὴ ἐξάγαγέ με, ἐκ τῆς ἀπωλείας τῶν κακῶν καὶ σῶσόν με.

Ὠιδὴ ζ΄. Κάμινον Παῖδες.

Νέον φανέντα, ἀστέρα ἐν κόσμῳ, καὶ εὐσυμπάθητον Μάρτυρα, εὕρομεν πάντες οἱ πόνοις κυκλούμενοι, τὸν κλεινὸν Φανούριον· διὸ πίστει Θεῷ εὐχαριστήσωμεν.

Ο῾ ἐπηρμένον, τυράννων πατήσας, φρύαγμα Μάρτυς Φανούριος, πάντων ἡμῶν ἰατρεύει τὰ σώματα, καὶ τὰς τῶν ψυχῶν ἐκτροπάς, διὰ πρεσβειῶν αὐτοῦ, πρὸς τῶν ὅλων Θεὸν τὸν ὑπεράγαθον.

Υ῞μνον προσφέρει, ἡ Ῥόδος σοι Μάρτυς, ἐγκαυχωμένη σῇ χάριτι, ὅτι προστάτην σε εὗρε, Φανούριε ἔνδοξε, καὶ }ως εὐσυμπάθητον, ἐν τοῖς νόσοις ἰατρὸν ἀκριβέστατον.

Θεοτοκίον.

Ρ῾οὴν δακρύων, ἐμῶν καθορῶσα, τὴν σὴν συμπάθειαν δεῖξόν μοι, Δέσποινα Μῆτερ Θεοῦ καὶ σπλαγχνίσθητι, τὸν ἀχρεῖον δοῦλόν σου, τῶν παθῶν κατευνάζουσα οἰδήματα.

Ὠιδὴ η΄. Ἄφλεκτος πυρί.

Ι῎θυνον ἡμᾶς, πρὸς λαμπρὸν καὶ φωτοφόρον, δρόμον Θεοῦ Φανούριε, διὰ λαμπάδος ἀειφώτου τῆς σῆς· ὁ σῴζων πάντας ἐκ χειρῶν, τοῦ παναθλίου ἐχθροῦ, τῷ Θεῷ λέγοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ο῝λον μου τὸν νοῦν, πρὸς δόξαν τοῦ Κυρίου, Μάρτυς Θεοῦ κατεύθυνον, ὡς στρατευσάμενος Χριστῷ ἀκλινῶς, ἐξ οὗ καὶ εἴληφας φῶς, ὅπερ ἐκχέεις μυστικῶς, τοῖς ἀεὶ ψάλλουσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νέον Ἀθλητήν, καὶ ἐν Μάρτυσι γενναῖον, ὄντως πάντες σε ἔγνωμεν, τῶν Ὀρθοδόξων τὸ σεπτὸν πλήρωμα· διὸ καὶ πίστει τρανῶς, ἐν εὐχαρίστῳ τῇ φωνῇ, τῷ Θεῷ ἀνακράζει· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Α῎λλην βοηθόν, ἐν κινδύνοις οὐ γινώσκω, πλήν σου Ἁγνὴ Πανάχραντε, Εὐλογημένη ἰαμάτων πηγή· διὸ Μητέρα ζωῆς, καὶ θεραπείαν τῶν παθῶν, σὲ ἔχω πάντοτε, ἔνδοξε Κόρη, Μαρία Θεοτόκε· ὅθεν ἀνυμνῶ σε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠιδὴ θ΄. Μὴ τῆς φθορᾶς.

Δρόμον τραχὺν ἐκτελέσας, Μάρτυς Φανούριε, τὰς ἀπειλὰς παρανόμων, σθένει ἠλόγησας, κόσμου δὲ θέλγητρα, τῇ πίστει ὑπερεῖδες, καὶ ὤφθης στεφηφόρος, δυνάμει τοῦ Σταυροῦ, δι᾿ οὗ ἐχθρὸν τὸν δόλιον ἔτρωσας.

Ω῾ς φῶς ἀνέτειλας Μάρτυς, Χριστοῦ Φανούριε, τὴν Ἐκκλησίαν φωτίζων, ὡς λάμπων ἥλιος, ἐν γῇ κρυπτόμενος ἐτῶν ἐν περιόδοις· ἀλλ᾿ ὤφθης πολιοῦχος, λαμπρὸς τῆς νήσου Ῥόδου, τῇ προνοίᾳ τοῦ σὲ δοξάσαντος.

Ε῎λεος δός μοι θεόφρον, Μάρτυς Φανούριε, τῷ παναθλίῳ ἱκέτῃ, καὶ ὑπερπταίσαντι, τῷ πανοικτίρμονι, Θεῷ καὶ πανευσπλάγχνῳ· σὲ γὰρ ἔχω προστάτην, καὶ σὲ πόθῳ γεραίρω, ὡς τῆς πίστεως ἐγκαλλώπισμα.

Θεοτοκίον.

Υ῞μνον προσφέρω σοι Κόρη, ἐπικαλούμενος, τὴν ἀκαρπίαν τῶν ἔργων, τῆς μετανοίας μου, εἶτα τὴν κάκωσιν, ψυχῆς μου τῆς ἀθλίας, εἰς χεῖρας τῆς Μητρός μου, θαῤῥῶν ἐναποθέτω, τὴν ἐλπίδα μου ὁ ἄθλιος.

 

ΚΑΝΩΝ Η΄
Ἄνευ Ἀκροστιχίδος. Ποίημα Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου.

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Αἰνέσωμεν πάντες πιστοὶ Χριστόν, τὸν δόντα τοιαύτην, ἐξουσίαν τοῖς χοϊκοῖς, δολίου τὰ θράση καταλύειν, μεθ᾿ ὧν ὑμνείσθω φαιδρῶς ὁ Φανούριος.

Φῶς θεῖον ἐδείχθης ἀειλαμπές, Φανούριε Μάρτυς, καὶ τὸν κόσμον φωταγωγεῖς, ἐν ᾧ σε φωστῆρα εὑρηκότες, ᾄσμασι πάντες φαιδρῶς εὐφημοῦμέν σε.

Τὸν νέον ὁπλίτην καὶ Ἀθλητήν, φανέντα ἐν Ῥόδῳ, κἄν ἐκρύπτετο πρὸ πολλοῦ, ὡς νέον ὑμνοῦμεν καὶ ὡς πάλαι, ὑπὲρ Χριστοῦ στεῤῥῶς ἀθλήσαντα.

Θεοτοκίον.

Ο῞λον μου τὸν πόθον πρὸς σὲ κινῶ, Ἀνύμφευτε Μῆτερ, ἡ τεκοῦσα τὸν Λυτρωτήν, ψυχήν μου ἀθλίαν ἐν τῇ ὥρᾳ, τῆς καταδίκης Ἁγνὴ ἐλευθέρωσον.

Ὠιδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Υ῞μνοις τὸν Φανούριον, δαυϊτικῶς φαιδρῶς ᾄσωμεν, ὡς θαυμαστὸς τοῖς Ἁγίοις ὄντως, ὁ Θεός ἐστι λέγοντες.

Ρ῾ῶσίν μοι δωρήσασθαι, τῶν ψυχικῶν παθῶν Ἅγιε, σαῖς προσευχαῖς αἴτησαι ταῖς θείαις, ὅπως τύχω ἀφέσεως.

Θεοτοκίον.

Εὕρω σε προστάτιν μου, ἐν τοῖς κινδύνοις Πανάχραντε, Μῆτερ Θεοῦ, μετὰ Φανουρίου, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.

Λίθοις Μάρτυς βαλλόμενον, σοῦ τὸ θεῖον στόμα καὶ τιμιώτατον, δι᾿ οὗ Κύριον ἐδόξαζες, τὸν δοξάσαντά σε ἐν τοῖς θαύμασιν.

Ε᾿πλατύνθη πρὸς αἴνεσιν, τὸ σὸν θεῖον στόμα λίθοις συνθλώμενον, τοῦ Θεοῦ καὶ ἀνεκραύγαζες· Εἵλκυσα σὸν πνεῦμα διὰ στόματος.

Καὶ ἐν ῥάβδοις τυπτόμενος, ἔφερες γενναίως Μάρτυς Φανούριε, τὰς πληγὰς φαιδρῶς τὸ πρόσωπον, ὥσπερ ἄλλου ὄντος σοῦ τοῦ πάσχοντος.

Θεοτοκίον.

Ι᾿σουργὸν τῷ γεννήτορι, Λόγον τὸν ἐκ λαγόνων σου ἐσωμάτωσας· ὅθεν ὤφθης ὑπερέχουσα, ποιημάτων πάντων, Κόρη Δέσποινα.

Ὠιδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ι῞να τί με βιάζῃς, Κύριον ἀρνήσασθαι, ὅν ἐπεπόθησα, ἐκ μητρῴων σπλάγχνων; καὶ αὐτὸν νῦν ποθῶ ἀγκαλίσασθαι, διὰ τῶν βασάνων, καὶ μετ᾿ αὐτοῦ βασιλεῦσαι, τῷ τυράννῳ ἐβόα Φανούριε.

Ι῞να τί ταῖς θωπείαις, σπεύδῃς ἀτονῆσαί μου ψυχῆς τὸ εὔτονον; ἥν θερμαίνει χάρις, ἐπιλάμψεσι θείαις φωτίζουσα, σὺ δὲ νῦν μωραίνεις, αὐτὴν χαυνῶσαι πονηρίαις, τῷ τυράννῳ ἐβόα Φανούριος.

Ι῞να τί ταῖς θωπείαις, σπεύδῃς ἐκχαυνῶσαί μου, ψυχῆς τὸ πρόθυμον; τριχῶν γὰρ οὐκ ἔχεις, κἄν ἐγγίσαι καὶ ταύταις γὰρ Κύριος, ἀριθμῷ κατέχει, σὺ δὲ πονῶν καταλυθήσῃ, ἀνεβόα λαμπρῶς ὁ Φανούριος.

Θεοτοκίον.

Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα· χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα· χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.

Ὠιδή στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Η῾ Ῥόδος νῦν σε φρουρόν, καὶ πᾶσα πόλις συλλήπτορα, ὁ οὐρανὸς οἰκιστήν, οἱ Ἄγγελοι σύσκηνον, ἡ γῆ δὲ ἐπλούτησε, θησαυρὸν χαρίτων, ὦ Φανούριε πανθαύμαστε.

Θεὸς ἐκ βάθρων τῆς γῆς, πηγὴν θαυμάτων ἀνέβλυσε, τὸν Φανουρίου Ναόν, ἐξ οὗ οἱ προστρεχόμενοι, τῶν κινδύνων λύτρωσιν, καὶ σωμάτων ῥῶσιν, καὶ ψυχῆς τροφὴν λαμβάνουσιν.

Ε᾿ν τῇ καμίνου φλογί, αἱ τρίχες οὐ κατεφλέχθησαν· ἐν τῇ καρδίᾳ σου γάρ, ἄλλο πῦρ ἐκρύπτετο, ἀγάπης τοῦ Κτίστου σου, Ἀθλητὰ γενναῖε, ὑπὲρ οὗ τὸ σῶμα προὔδωκας.

Θεοτοκίον.

Η῾ ἀγεώργητος γῆ, τὸν γεωργὸν ἡ κυήσασα, καὶ πάντων δημιουργόν, τὴν ὑλομανήσασαν, ψυχήν μου τοῖς πάθεσι, καρποφόρον δεῖξον, διὰ θείας ἐπιγνώσεως.

Ὠιδὴ ζ΄. Παῖδες Ἑβραίων.

Λίθοις βαρούμενος τὸ σῶμα, ὁ Φανούριος πρὸς σὲ Σωτὴρ ἐβόα· Ἐν τῇ πέτρᾳ τῶν σῶν, Χριστέ μου θελημάτων, στερεωθεὶς τὸ σῶμά μου, ταῖς βασάνοις ἀναλίσκω.

Νῦν στερεοῦται τοῦ Κυρίου, εὐαγγέλιον ὅ ἔφη Ἀποστόλοις· ὁ κρυπτόμενος γάρ, Ναὸς τοῦ Φανουρίου, ὁ ἐν τῇ Ῥόδῳ πρὸ πολλοῦ, εἰς ἡμᾶς νῦν φανεροῦται.

Ε῎στης ἐν μέσῳ τῶν θηρίων, ὦ Φανούριε, παραδοθεὶς εἰς βρῶσιν, ἀλλ᾿ ἐφλέχθη σφοδρῶς, τυράννου ἡ καρδία, ὅτε ὲ εἶδε Δανιήλ, νέον ὄντα ἐν σταδίῳ.  

Θεοτοκίον. 

 

Ο῎ρος κατάσκιον ἐφάνης, ἀχειρότμητος ἐκ οὗ ἐτμήθη λίθος· τὴν λιθώδη διό, κατάνυξον ψυχήν μου, πεπωρωμένην Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.

Ὠιδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.

Τὸν ὡραῖον νυμφίον ἀγαπήσας, σοῦ τὸ νέον καὶ εὐανθοῦν σαρκίον, ὑπὲρ αὐτοῦ ταῖς μάστιξι παρέδωκας, ἐκβοῶν σὺν πόθῳ· Πότε σὲ κερδήσω, συνὼν εἰς τοὺς αἰῶνας.

Τοῖς ξοάνοις οὐκ ἔκλινας τὸ γόνυ, τοῖς εἰδώλοις οὐκ ἔνειμας θυσίαν, ἀλλὰ Χριστὸν ἀνδρείως ἀνεκήρυττες, φέρων τὰς αἰνέσεις, ὡς Θεῷ τῶν ὅλων, εἰς πάντας τοὺς αἰῶνας.

Θαρσαλέως καὶ μᾶλα ῥωμαλέως, τῷ τυράννῳ ἐβόας μετὰ θάρσους· Οὐ δειλιῶ ὦ τύραννε τὰς μάστιγας· ἔχω γὰρ Σωτῆρα, ὅς με ἐξελεῖται, ταχέως τῶν χειρῶν σου.

Θεοτοκίον.

Ι῾σταμένων βεβαίωσις ὑπάρχεις, καὶ πεσόντων ἀνόρθωσις Παρθένε· διὸ καταπτωθέντα με ἀνάστησον, ἵνα σε δοξάζω, τὴν Εὐλογημένην, καὶ Κεχαριτωμένην.

Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.

Εἰς γῆν τὰ τῶν εἰδώλων, ξόανα συντρίβεις, εἰς οὐρανὸν ἀνυψώσας τὰς χεῖράς σου, καὶ τῶν δαιμόνων τὰ στίφη, θρήνων ἐπλήρωσας.

Ω῾ς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαι με πάσης κακίας Φανούριε, τὸν πεποιθότα παμμάκαρ, ἐπὶ τῇ σκέπῃ σου.

Ο῾ τύραννος ᾐσχύνθη, ὅτε σε ἑώρα, ἐν τοῖς κινδύνοις ἀεὶ ἀκμαιότερον, ἐκμυκτηρίζοντα τούτου, τὴν ἀθεότητα.

Θεοτοκίον.

Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν· ὅπως ἐν πίστει καὶ πόθῳ, ἀεὶ δοξάζω σε.

 

Share: