Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Προεόρτιος (Κύριλλος ο Λούκαρις)


ΙΟΥΝΙΟΥ ΚΣΤ΄
ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΜΝΗΜΗΣ
ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ
ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗι

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Προϋπαντὴν τῆς ἐνδόξου, μνήμης σου Κύριλλε, ποιούμενοι ἐκ πόθου, τῇ παρούσῃ ἡμέρᾳ, Χριστὸν δοξολογοῦμεν οἱ εὐσεβεῖς, τὸν τρανῶς σε δοξάσαντα, ὡς Ἐκκλησίας ποιμένα καὶ ἀθλητήν, εὐσεβείας ἀκατάπληκτον.

Η῾ φωτοφόρος σου μνήμη, σήμερον Κύριλλε, ὥσπερ ἀστὴρ προλάμπει, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐν ᾗ συναθροισθέντες πάντες πιστοί, εὐφημοῦμέν σε κράζοντες· Πατριαρχῶν ἡ ἀκρότης χαῖρε σοφέ, καὶ Μαρτύρων ἐγκαλλώπισμα.

Προεορτίως τὸν ὕμνον, δεῦτε προσφέροντες, τῷ θαυμαστῷ Κυρίλλῳ, οἱ πιστοὶ ὁμοφώνως· τὴν ποίμνην γὰρ Κυρίου, οὗτος καλῶς, ἐν σοφίᾳ ἐποίμανε, καὶ ὑπὲρ ταύτης ἐτέλεσεν ἀνδρικῶς, μαρτυρίου τὸ ἀγώνισμα.

Καὶ τοῦ Ὁσίου ἐκ τοῦ Μηναίου γ΄.

Δόξα. Ἦχος β΄.

Δεῦτε πιστοί, χορείαν συγκροτήσαντες, τὴν μνήμην προεορτάσωμεν, Κυρίλλου τοῦ πανευφήμου, καὶ πρὸς αὐτὸν οὕτως εἴπωμεν· Χαίροις Ἱερομάρτυς Χριστοῦ, τῆς Κρητονήσου τὸ βλάστημα, Ἀλεξανδρείας ὁ ποιμήν, Βυζαντίου ὁ πρόεδρος, καὶ δόξα τῆς Ἐκκλησίας· παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, μετὰ Δαυῒδ τοῦ Ὁσίου, τὴν εἰρήνην αἴτει, ταῖς ψυχαῖς τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον τῆς ἡμέρας.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.

Α῎ισματα τερπνά, προεόρτια συμφώνως, ᾄσωμεν πιστοί, τοῦ Χριστοῦ τῷ στεφανίτῃ, ποιμένι τῷ καλλίστῳ, Ἐκκλησίας καὶ Μάρτυρι, πόθῳ πρὸς αὐτὸν ἀναβοῶντες· Ἐν παῤῥησίᾳ ἐκδυσώπει, Θεὸν Κύριλλε, ἐλεηθῆναι τὰς ψυχάς, τῶν μακαριζόντων σε.

Στίχ. Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Ποίμνης τοῦ Χριστοῦ, τὸν χρηστότατον ποιμένα, τὸν μαρτυρικῶς, ἐκτελέσαντα τὸν δρόμον, τιμήσωμεν ἐκθύμως, προεόρτιον ἔπαινον, φέροντες αὐτῷ καὶ ἐκβοῶντες· Ὑπὲρ λαοῦ τῶν Ὀρθοδόξων, Θεῷ πρέσβευε, τῷ ἐν Τριάδι ἐκτενῶς, πανεύφημε Κύριλλε.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Θεία προσφορά, εὐαπόδεκτος θυσία, ὁ ἱερουργός, τοῦ Θεοῦ τῶν μυστηρίων, τυράννων ἐτελέσθης, ταῖς χερσὶ Πάτερ Κύριλλε· ὅθεν ἐν ζωῆς νῦν τῇ τραπέζῃ, τῇ οὐρανίῳ μετὰ δόξης, παριστάμενος, τῶν εὐφημούντων σε πιστῶν, μνημόνευε πάντοτε.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν προεισόδιον ταύτην, ἡμέραν τῆς μνήμης σου, ἐν ἀγαλλιάσει ἐπιτελοῦντες, Κύριλλε Ἱερομάρτυς σοφέ, οἱ εὐσεβεῖς ἀναβοῶμέν σοι· Δεῦρο ὡς συμπαθέστατος, πρὸς ἡμᾶς τοὺς ἀγαπῶντάς σε, δωρούμενος ταῖς πρεσβείαις σου ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς πανσέπτου σου μνήμης, προεόρτια σήμερον, ἐν ἀγαλλιάσει τελοῦντες, εὐφημοῦμέν σε Κύριλλε· ὁσίως ἱερεύσας γὰρ Θεῷ, θυσία προσενήνεξαι αὐτῷ, ἐκτελέσας κἂν ἐν γήρᾳ νεανικῶς, τὸν δρόμον τοῦ μαρτυρίου. Δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, πᾶσι τὰ κρείττονα.

Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου.

Ποιούμενοι τῆς σῆς, Πάτερ Κύριλλε μνήμης, φαιδρῶς τὴν προπομπήν, τῇ παρούσῃ ἡμέρᾳ, προσφέρομεν ἐκ πόθου σοι, προεόρτια ᾄσματα, χαίροις λέγοντες, Πατριαρχῶν ἡ ἀκρότης, ἐγκαλλώπισμα, τῶν καλλινίκων Μαρτύρων, καὶ πίστεως καύχημα.

Θεοτοκίον.

Κυρία Ὀρφανή, Παναγία Παρθένε, Μονῆς σου τῆς σεπτῆς, ἁγιώτατος γόνος, ὁ μέγας Ἱερόαθλος, ἀναδέδεικται Κύριλλος, μεθ̉ οὗ πρέσβευε, τῷ σαρκωθέντι ἀφράστως, ἐξ αἱμάτων σου, ὑπὲρ ἡμῶν τῶν αἰνούντων, τὴν ἄφθαρτον δόξαν σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ε᾿κκλησίας Κύριλλε, ὑπερμαχήσας, μαρτυρίῳ ἔδραμες, πρὸς τὸν ποθούμενον Χριστόν, αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἐκτελοῦσι τὴν πάντιμον μνήμην σου.

Θεοτοκίον.

Ο᾿ρφανὴ Παντάνασσα, Θεοκυῆτορ, τῆς Μονῆς σου βλάστημα, ὤφθη ὁ Κύριλλος τερπνόν, μεθ̉ οὗ ἀπαύστως ἱκέτευε, ἵνα σωθῶμεν, οἱ σὲ μακαρίζοντες.

Ὁ Ν’. Εἶτα· οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, τοῦ Ἱερομάρτυρος εἰς δ΄ καὶ τοῦ Ὁσίου Δαυΐδ, ἐκ τοῦ Μηναίου, εἰς δ΄. Κανὼν τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχὶς κατ̉ Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος πλ. β΄. Κύματι θαλάσσης.

Α῎νω σε δοξάζει, Θεὸς ὁ τῆς δόξης, θεόφρον Κύριλλε· ἡμεῖς δὲ ᾄσμασιν, οἱ ἐπὶ γῆς σε ὑμνοῦμεν, ὡς κλεινὸν Ἱερομάρτυρα, τὴν ἁγίαν μνήμην σου, φαιδρῶς προεορτάζοντες.

Βίον διανύσας, κατηγλαϊσμένον, ταῖς ἀριστείαις σου, αὐτὸν ἐσφράγισας, τοῦ μαρτυρίου τοῖς ἄθλοις· διὰ τοῦτο καὶ ἀπέλαβες, οὐρανόθεν Κύριλλε, ἀμάραντον τὸν στέφανον.

Γνώσει τῇ κατ̉ ἄμφω, ὡς κεκοσμημένος, τὸν νοῦν σου Κύριλλε, φωστὴρ ἀνέτειλας, τῇ Ἐκκλησίᾳ φωσφόρος, καὶ λαὸν τὸν χριστεπώνυμον, τῷ φωτὶ τῶν ἔργων σου, ἐνθέως κατεφώτισας.

Θεοτοκίον.

Κόσμον ἁμαρτίας, Ἀδὰμ τοῦ γενάρχου, σὺ ἀπελύτρωσας, ἀποκυήσασα, ἄνευ ἀνδρὸς συναφείας, τοῦ Πατρὸς τὸν Λόγον Πάναγνε· διὰ τοῦτο πάντες σε, ἐν ὕμνοις μακαρίζομεν.

Ὠιδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.

Δύναμιν σὺ ἐξ ὕψους, δεξάμενος Πάτερ τοῦ Παρακλήτου, παράκλησις ἐφάνης, ἀναψυχή τε καὶ ἴαμα, ἐν ταῖς ἡμέραις Κύριλλε, μεγίστης θλίψεως, Ὀρθοδόξων τῷ πληρώματι.

Ε῎νθεος Ἱεράρχης, τοῦ βίου σου αἴγλῃ γεγενημένος, ὑπὲρ τοῦ λογικοῦ σου, ποιμνίου χαίρων ἐτέλεσας, μαρτυρικῶς τὸν δρόμον σου· διό σε Κύριλλε, ὁ Δεσπότης ἐμεγάλυνε.

Ζήλῳ Ὀρθοδοξίας, ἐτρώθη σου Κύριλλε ἡ καρδία· διὸ τῶν κακοδόξων, τὰς φληναφίας διήλεγξας, πρὸς φυλακὴν τῆς ποίμνης σου· ποιμὴν γὰρ γέγονας, Ἐκκλησίας φιλοπρόβατος.

Θεοτοκίον.

Υ῞μνοις χαριστηρίοις, τὸν ξένον σου τόκον δοξολογοῦμεν· ἐκ σοῦ γὰρ ἐσαρκώθη, ὡς οἶδε Λόγος ὁ ἄναρχος, καὶ ὡς Θεὸς φιλεύσπλαγχνος, τῆς παραβάσεως, τὸ ἀνθρώπινον ἐλύτρωσε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Α᾿ρεταῖς διαπρέψας ποιμαντικαῖς, ἀπτοήτως προέκρινας τὸ θανεῖν, τυράννων αὐθάδειαν, ψευδαδέλφων τε φρύαγμα, μηδόλως δειλιάσας, ἀνδρείας ὡς ἔμπλεως, τῇ ἀψευδεῖ μιμήσει, Χριστοῦ ᾿Αρχιποίμενος. ῞Οθεν σου τὸ σῶμα, ἐκ βυθοῦ τῆς θαλάσσης, ἐδόθη ἀλώβητον, εἰς πιστῶν ἀγαλλίασιν, Ἱερόαθλε Κύριλλε. Πρέσβευε οὖν Πάτερ ἀεί, ἵνα χάριν εὕρωμεν καὶ ἔλεος, οἱ προεόρτιον ὕμνον, σήμερον κροτοῦντές σοι.

Καὶ τοῦ Ὁσίου Δαυΐδ μετὰ τοῦ Θεοτοκίου ἐκ τοῦ Μηναίου.

Ὠιδὴ δ΄. Τὴν ἐν Σταυρῷ σου.

Η῎θλησας χαίρων κἂν ἐν γήρατι, ὡς Χριστοῦ μιμητής, νεανικῇ ἀνδρείᾳ, καὶ πρὸς αὐτὸν ἀνέδραμες, Κύριλλε σοφέ, τῶν Μαρτύρων τῇ αἴγλῃ, ὡραϊζόμενος.

Θλίψεις μυρίας καθυπέμεινας, ἐξορίας πικράς, καὶ διωγμοὺς ποικίλους, ὑπερμαχῶν ὡς γνήσιος, ὅσιος ποιμήν, τῆς λαχούσης σοι ποίμνης, ἔνδοξε Κύριλλε.

Ι῞να τηρήσῃς ἐν τῆς πίστεως, τῇ νομῇ ἀσφαλῶς, τὴν λογικήν σου ποίμνην, ὑπὲρ αὐτῆς ἐτήρησας, ἄγρυπνον σαυτόν, ἀφειδήσας κινδύνων, Ὅσιε Κύριλλε.

Θεοτοκίον.

Ρ῾ύου Παρθένε ὡς φιλεύσπλαγχνος, χαλεπῶν συμφορῶν, καὶ πειρασμῶν παντοίων, καὶ ἐξ ἐχθροῦ τῆς μήνιδος, Ἄχραντε ἡμᾶς, τοὺς προστρέχοντας πίστει, τῇ προστασίᾳ σου.

Ὠιδὴ ε΄. Θεοφανείας σου, Χριστέ.

Καταφρονήσας ὁλικῶς, τῶν κοσμικῶν ἀγαθῶν ὡς προσκαίρων, τοῦ Δεσπότου τὸν Σταυρὸν ἀνέλαβες, Κύριλλε παμμάκαρ ἐπ̉ ὤμων σου, καὶ ἐμπρέψας τῶν ἀρετῶν, τοῖς προτερήμασιν ἁγίῳ ἐν θρόνῳ, ἀνῆλθες Ἀρχιερέων πανσεβάσμιε.

Λόγον σοφίας θεϊκῆς, ὡς καθαρὸς τῇ ψυχῇ κεκτημένος, διδαχαῖς σου τῶν πιστῶν τὸ φρόνημα, Κύριλλε πανσόφως ἐπαίδευσας· θεολόγοις δὲ λαλιαῖς, τὰ φληναφήματα τῶν λατινοφρόνων, ἀράχνης ὥσπερ ἱστὸν Πάτερ διέλυσας.

Μακαριζέσθω εὐσεβῶς, ὁ τοῦ Χριστοῦ ἀληθὴς ὑπηρέτης, Ἀγκαράθου τῆς Μονῆς τὸ βλάστημα, καὶ τῆς Κρητονήσου τὸ καύχημα, Ἐκκλησίας ὁ στολισμός, ὁ θεῖος Κύριλλος ὅτι ἐν σοφίᾳ, προέστη τῶν Ὀρθοδόξων τοῦ πληρώματος.

Θεοτοκίον.

Ι῞λεων Μῆτερ τὸν ἐκ σοῦ, ὑπερφυῶς δι̉ ἡμᾶς σαρκωθέντα, μητρικῇ σου ἐν στοργῇ ἀπέργασαι, τοῖς ἐν κατανύξει βοῶσί σοι· Χαῖρε Δέσποινα Μαριάμ, τὸ παρθενόφυτον τῆς ἁγνείας ἄνθος, καὶ κλῆμα τῆς σωτηρίας θεοφύτευτον.

Ὠιδή στ΄. Συνεσχέθη, ἀλλ̉ οὐ κατεσχέθη.

Νικηφόρος, κατὰ τῶν τυράννων, Κύριλλε ὤφθης ἀληθῶς· σὺ γὰρ ἀνδρεῖον ἔχων, τῆς ψυχῆς σου ἐν Χριστῷ τὸν τόνον, τοῦ μαρτυρίου τὴν ὁδὸν ἐβάδισας, καὶ εὐχόμενος ἐτελειώθης· διὸ τὸν στέφανον ἔλαβες τῆς ζωῆς, δόξῃ καὶ τιμῇ καλλωπιζόμενος.

Ξενηκούστους, ἀτρύτους ἀγῶνας, ἐπιτελέσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἀγάλλῃ, σὺν Μαρτύρων καὶ Δικαίων δήμοις· διὸ δυσώπει ἐκτενῶς τὸν Κύριον, παῤῥησίαν παρ̉ αὐτῷ ὡς ἔχων, τοῦ δωρηθῆναι ὡς εὔσπλαγχνος ἱλασμόν, ἔλεος καὶ χάριν ἡμῖν Κύριλλε.

Ο῾λοθέρμως, Χριστὸν ἀγαπήσας, κατὰ τὴν θείαν ἐντολήν, τῶν ἀρετῶν σου πόνοις, ἠκολούθησας αὐτοῦ ταῖς τρίβοις, καὶ ποιμασίας διαπρέψας χάρισι, τῇ ἀθλήσει σου αὐτῷ συνήφθης· διὸ αὐτὸν καθικέτευε ἐκτενῶς, Κύριλλε σωθῆναι τοὺς τιμῶντάς σε.

Θεοτοκίον.

Λογισμῶν με, ὁ τῆς πονηρίας, σάλος χειμάζει χαλεπῶς, καὶ πειρασμῶν ὁ κλύδων, πρὸς βυθόν με ἀπωλείας ἕλκει· διὸ προστρέχω τῇ πολλῇ σου χάριτι, καὶ κραυγάζω σοι ἐν μετανοίᾳ· Σῶσόν με, σῶσόν με Δέσποινα ἀγαθή· εἰς σὲ γὰρ ἐλπίζω ὁ πανάθλιος.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ι῾ερεύσας Ὅσιε, ἀγγελικῶς τῷ Κυρίῳ, καὶ αὐτοῦ τὸ ποίμνιον, ἐν ἀληθείᾳ ποιμάνας, ἤθλησας, ὑπὲρ τῆς πίστεως καὶ καθεῖλες, φρύαγμα, τῶν ἀλλοφύλων ἐχθρῶν εἰς τέλος· διὰ τοῦτο ὑπεδέξω, ἀθανασίας, διάδημα Κύριλλε.

Ὁ Οἶκος.

Α᾿κολουθήσας τῷ Χριστῷ, ἐκ πρώτης ἡλικίας, καὶ Μελετίῳ τῷ σοφῷ, μαθητεύσας ἐπιμμελῶς, σοφίας τὴν χάριν ἐθησαύρισας, καὶ ἀρετῆς τὰς ἀναβάσεις κατώρθωσας· ἐντεῦθέν σε ὁ Θεός, ἐπί καθέδρας ὑψηλῆς ἀνέδειξε, καὶ ὡς λύχνον ἐν τῇ λυχνίᾳ ἀνεβίβασε, ποιμένα ψυχῶν ἐξελέξατο, καὶ κυβερνήτην Ἐκκλησίας κατέστησε· σὺ δὲ ἀξίως τοῦ χαρίσματος, ἐν δυνάμει Πνεύματος πολιτευσάμενος, μαρτυρικῶς τὸν βίον σου ἐτέλεσας, καὶ τῶν τυράννων τὴν ἔπαρσιν κατῄσχυνας· διὰ τοῦτο ὑπεδέξω, ἀθανασίας, διάδημα Κύριλλε.

Μηνολόγιον καὶ Συναξάριον ἐκ τοῦ Μηναίου.

Ὠιδὴ ζ΄. Ἄφραστον θαῦμα.

Πόλεως Πάτερ, Ἀλεξανδρείας προβέβλησαι, Πατριάρχης ψήφῳ θεϊκῇ, καὶ ἄλλος Μωσῆς, ἀπεστάλης Κύριλλε, τῷ ἐν Αἰγύπτῳ λαῷ τῶν Ὀρθοδόξων, χαλεπῶς, ἐξ ἐχθρῶν χειμαζομένῳ.

Ρ῾εῖθρα πηγάσας, ἐκ θεοσόφων χειλέων σου, Ὀρθοδόξου μάκαρ διδαχῆς, πιστῶν τὰς ψυχάς, Κύριλλε κατήρδευσας, καρποφορίαν πνευματικὴν προσάγων, τῷ Χριστῷ, τῷ σοφίσαντί σε Πάτερ.

Σὲ ἐν τῷ ὕψει, Ἀρχιερέων ἀνύψωσεν, ὁ Δεσπότης Κύριλλε σοφέ, καὶ ἐν τῇ σεπτῇ, Κωνσταντινουπόλεως, ὡς ἀγαθός σε ἀνήγαγε καθέδρᾳ, εἰς λαοῦ, φυλακὴν καὶ προστασίαν.

Θεοτοκίον.

Λόγων ἰσχύος, τὸ μέγα θαῦμα ὑπέρκειται, τοῦ σοῦ τόκου Δέσποινα Ἁγνή· σὺ γὰρ τὸν Θεόν, ἀπειράνδρως ἔτεκες, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὠιδὴ η΄. Ἔκστηθι φρίττων.

Τύραννον Κύριλλε σοφέ, τὸν παναλάστορα, καταβέβληκας εἰς γῆν· Χριστοῦ γὰρ τοῦ Θεοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσας καλῶς, προέστης πιστῶν τῆς Ἐκκλησίας, καὶ ἤθλησας Μαρτύρων, ὡς τὴν πίστιν κατέχων, μεθ̉ ὧν ἐστεφανώθης, καὶ ζῇς εἰς τοὺς αἰῶνας.

Υ῞μνοις τιμῶμεν οἱ πιστοί, τὰς ἀριστείας σου, καὶ τὰ ἔπαθλα σοφέ· Χριστῷ γὰρ τῷ Θεῷ ἱέρευσας, ἀγγελικῶς ἐπὶ γῆς, καὶ θῦμα αὐτῷ ἡγιασμένον, εὐῶδες προσηνέχθης, ἐν στάσει μαρτυρίου, ὦ Κύριλλε ἀνδρείως, τὸν δρόμον ἐκτελέσας.

Φαίνεις τῷ κόσμῳ ὡς φωστήρ, Κύριλλε ἄδυτος, καταυγάζων τοὺς λαούς· φωτὸς γὰρ εὐκλεῶς εἰσέδραμες, εἰς τὰς ἀφθάρτους σκηνάς, ἐν ἔργοις φωτὸς περιπατήσας, καὶ σκότους ἀσεβείας, τὰ νέφη διαλύσας· διὸ προεορτίως, τὸν ὕμνον φέρομέν σοι.

Θεοτοκίον.

Ο῎μβροις Μαρία μυστικοῖς, τῆς εὐσπλαγχνίας σου, δρόσισόν μου τὴν ψυχήν, καὶ ῥάβδῳ μητρικῆς προνοίας σου, πρὸς σωτηρίας νομήν, Παρθένε Ἁγνὴ ὁδήγησόν με· σὲ γὰρ ἐπικαλοῦμαι, ἀσπόρως τὴν τεκοῦσαν, τὸν Ἕνα τῆς Τριάδος, εἰς κόσμου σωτηρίαν.

Ὠιδὴ θ΄. Μὴ ἐπωδύρου μου Μῆτερ.

Χαίρων διήνυσας Πάτερ, μαρτυρίου τὸν δρόμον, καὶ εἰσελήλυθας ζωῆς, εἰς θάλαμον φαιδρόν, καὶ παρέστης Χριστῷ, Ἅγιε Κύριλλε, παῤῥησίᾳ πρεσβεύων, αὐτῷ ὑπὲρ ἡμῶν, τῶν τελούντων σῆς μνήμης, τὰ προεόρτια.

Ψάλλομεν Κύριλλε Πάτερ, ἐκ ψυχῆς σοι τὸν ὕμνον, προεορτάζοντες τὴν σήν, ἡμέραν οἱ πιστοί· ποιμασίας σὺ γάρ, ἔργοις ἠρίστευσας, καὶ ὑψώθης ἐν δόξῃ, ὡς Μάρτυς εὐκλεής, πρὸς ζωὴν τὴν ἀγήρω, καὶ ἀτελεύτητον.

Ω῍ τῶν ἀγώνων σου Πάτερ! ὢ ἧς δόξης ἀφθάρτου, κατηξιώθης καὶ τιμῆς, ἐν χώρᾳ τῆς ζωῆς! ἀλλ̉ ἐξαίτει θερμῶς, Κύριλλε ἔνδοξε, τῶν πταισμάτων τὴν λύσιν, καὶ ἔλεος ἡμῖν, τοῖς τελοῦσι σῆς μνήμης, τὰ προεόρτια.

Θεοτοκίον.

Υ῞μνοις τὸν θεῖόν σου τόκον, εὐλογοῦμεν, ὑμνοῦμεν, δι̉ οὗ ἐῤῥύσθημεν βροτοί, ἀρᾶς προγονικῆς, καὶ βοῶμεν πιστῶς· Κόρη Θεόνυμφε, μητρικῇ σου προνοίᾳ, διάσωσον ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, νόσου καὶ θλίψεως.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Πανηγυρίζει σήμερον, ἡ Χριστοῦ Ἐκκλησία, προεορτίως Κύριλλε, τὴν λαμπράν σου ἡμέραν, καὶ γηθοσύνως βοᾷ σοι· Χαίροις ἄνερ θεόφρον, Πατράσιν ὁ τοῖς πρόπαλαι, ἐν Ἐδὲμ συγχορεύων, ὡς ἐπὶ γῆς, μιμητὴς γενόμενος τούτων Πάτερ, μεγέθει τῶν ἀγώνων σου, ὑπὲρ τῆς εὐσεβείας.

Θεοτοκίον.

Α᾿γάλλεται ἡ Μάνδρα σου, Ὀρφανὴ Θεοτόκε, τῆς Ἀγκαράθου σήμερον, τοῦ ἐνδόξου Κυρίλλου, ὡς τέκνου ἡγιασμένου, τὴν πανσέβαστον μνήμην, φαιδρῶς προεορτάζουσα, ὅτι οὗτος ἐμπρέψας, ποιμαντικαῖς, ἀρεταῖς τὸ πρότερον θεοφρόνως, μαρτυρικῶς ἐσύστερον, ἐκ Θεοῦ ἐδοξάσθη.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Δεῦτε προεόρτια, ᾄσωμεν ᾄσματα σήμερον, κατὰ χρέος φιλέορτοι, ὑμνοῦντες, γεραίροντες, τὸν ἐν Πατριάρχαις, Μάρτυρα Κυρίου, Κύριλλον πάντες τὸν σοφόν, τὸν ἐκ τῆς Κρήτης ἐξανατείλαντα, ὡς ἄστρον παμφαέστατον, καὶ Ἐκκλησίας τὸ πλήρωμα, τηλαυγῶς καταυγάσαντα, ἐν ἐσχάτοις τοῖς ἔτεσι.

Σήμερον τῆς μνήμης σου, τὰ προεόρτια ἄγοντες, οἱ πιστοὶ ἑορτάζομεν, χορεύοντες Κύριλλε, ἐν ἀγαλλιάσει, ὅτι Ἱεράρχης, γεγενημένος ἀληθής, καὶ Ἐκκλησίας ποιμὴν χρηστότατος, Μαρτύρων ἐν τῷ σκάμματι, καθηγιάσθης πολύαθλε, καὶ ναὸν εἰς οὐράνιον, στεφηφόρος εἰσέδραμες.

Αὕτη ἡ ὑπέρτιμος, ἡμέρα Κύριλλε ἔνδοξε, γλυκυτάτη ἐπέφανε, τρανῶς προαγγέλλουσα, τὸ μνημόσυνόν σου· διὸ συνελθόντες, ἀνευφημοῦμεν οἱ πιστοί, οὓς ἐκοπίασας παναοίδιμε, ἀγῶνας ὑπὲρ ἄνθρωπον, πρὸς φυλακὴν τῶν προβάτων σου, Ἐκκλησίας κυβέρνησιν, καὶ ψυχῶν περιποίησιν.

Στῦλος ἀῤῥαγέστατος, τῆς Ἐκκλησίας γενόμενος, ἐν ἡμέραις τῶν θλίψεων, μακάριε Κύριλλε, τῆς πικρᾶς δουλείας, νῦν ἐπαπολαύεις, τῆς γλυκυτάτης ἐν Ἐδέμ, τῶν πρωτοτόκων θείας μεθέξεως, ὑπὲρ ἡμῶν πρὸς Κύριον, θερμὴν πρεσβείαν ποιούμενος, τῶν τελούντων τῆς μνήμης σου, τὰ σεπτὰ προεόρτια.

Δόξα. Ἦχος πλ. α΄.

Ο῞σιε Πάτερ, Ἱερομάρτυς Κύριλλε, εἰς προϋπαντὴν συναθροισθέντες, τῆς μνήμης σου σήμερον, τὰ θαυμαστὰ τῆς ζωῆς σου, κροτοῦμεν προτερήματα, καὶ ἐκ καρδίας ἱκετεύομεν· Πατριαρχῶν ἐγκαλλώπισμα, οἰκουμένης τὸ στήριγμα, κραταίωμα τῆς εὐσεβείας, μετὰ Δαυῒδ τοῦ Ὁσίου, τοῦ ἐν Θεσσαλονίκῃ ἀσκητικῶς, δίκην ἀστέρος ἀναλάμψαντος, τὸν ἐν Τριάδι ἱκέτευε Θεόν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.

Δεῦτε προεόρτιον οἱ πιστοί, ᾄδοντες τὸν ὕμνον, τῷ Κυρίλλῳ τῷ εὐκλεεῖ, ὅτι ἐν καθέδρᾳ, Πατριαρχῶν ἐμπρέψας, Μαρτύρων ἀνεδείχθη, θεῖος ὁμότροπος.

Στίχοι.
Ὕμνους, Πάτερ Κύριλλε, προεορτίους,
Ὁ τῆς Ῥόδου Κύριλλος ἐξύφανέν σοι.

 

Share: