Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Μεθέορτος (Άγιος Φανούριος)

 

ΑΥΓΟΥΣΤΟΥ ΚΗ΄
ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ
ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ
ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἀθλοφόρον; τὸν ἠγλαϊσμένον Φανούριον, τὸν τῇ Ἐκκλησίᾳ ἀστράπτοντα, φερωνύμως φέγγει τῶν θαυμάτων· Ῥοδίων, τὸν ἐν κινδύνοις ἀντιλήπτορα, καὶ πάντων τῶν Ὀρθοδόξων παρακλήτορα· τὸν θαυμαστὸν στεφανίτην, τὸν χοροβατοῦντα, Παραδείσου ἐν ταῖς αὐλαῖς, καὶ πᾶσιν αἰτούμενον, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Ποῖον οἱ εὐσεβεῖς ἔπαινον, προσενέγκωμεν τῷ Ἀθλοφόρῳ; τῷ δεδοξασμένῳ ἐν Μάρτυσι, καὶ περιβοήτῳ τοῖς θαύμασι, τῷ περιποθήτῳ Φανουρίῳ· ἐν Ῥόδῳ, φανερωθεὶς γὰρ νεύσει κρείττονι, ἐκλάμπει, τῇ οἰκουμένῃ ὥσπερ ἥλιος, σκότος παθῶν ἀπελαύνων, καὶ πάντας φωτίζων, τοὺς ἐν ὕμνοις περιχαρῶς, αὐτοῦ ἑορτάζοντας, τὴν παγκόσμιον πανήγυριν.

Ποίοις πνευματικοῖς ᾄσμασι, σὲ ὑμνήσωμεν Μάρτυς θεόφρον; σὺ γὰρ τῶν τυράννων Φανούριε, ᾔσχυνας τὸ θράσος τὸ ἵππειον, καὶ μαρτυρικῶς ἐτελειώθης· ἐντεῦθεν, ἐν τοῖς ὑψίστοις δοξαζόμενος, καὶ αἴγλης, τῆς ἀνεσπέρου ἐμφορούμενος, τοὺς εὐλαβῶς σε καλοῦντας, προφθάνων ἐν τάχει, ἀπαλλάτεις τῶν πειρασμῶν, καὶ βρύεις τοῖς πάσχουσι, τῶν ἰάσεων τὰ νάματα. 

Καὶ τοῦ Ὁσίου γ΄ ἐκ τοῦ Μηναίου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Μαρτυρικῶν σου ἀγώνων τὰ εἴδη, τίς ἐπαξίως εὐφημήσει, Φανούριε Μεγαλομάρτυς ἀήττητε· πάντα γὰρ ὑπομείνας, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, τῶν τυράννων τὸ θράσος ἐταπείνωσας, καὶ εὐσεβείας τὸ τρόπαιον, τοῖς πέρασιν ἤγειρας. Διὸ οἱ πιστοὶ θαυμάζοντες, ἐν κατανύξει δυσωποῦμέν σε· Πρέσβευε Ἅγιε ἐκτενῶς, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ο῾ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλα-βόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον τῆς ἡμέρας.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄.
Ὅτε ἐκ τοῦ ξύλου.

Ο῞τε ἡ ἁγίᾳ σου Εἰκών, οὖσα ὑπὸ γῆν κεχωσμένη, ἐφανερώθη πιστοῖς, τότε θάμβους ἔπλησας, αὐτοὺς Φανούριε, οἳ μαθόντες τὴν κλῆσίν σου, καὶ τοῦ μαρτυρίου, τὰ φρικτὰ παλαίσματα, πίστει ἐκραύγαζον· Μέγας ὁ Θεὸς Φανουρίου, ὁ πρὸς σωτηρίαν ἀνθρώπων, θαυμαστὰ σημεῖα ἐργαζόμενος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ο῞τε τὴν ἁγίαν σου μορφήν, εἶδεν ἐν Εἰκόνι ὁ Νεῖλος, ὁ τῶν Ῥοδίων ποιμήν, τότε κλίνας γόνατα, αὐτὴν ἠσπάσατο, Ἀθλοφόρε πανεύφημε, καὶ τῆς χριστωνύμου, προεξάρχων φάλαγγος, ἔνθους ἐκραύγαζε· Μέγας ὁ Θεὸς Φανουρίου, ὁ πρὸς σωτηρίαν ἀνθρώπων, θαυμαστὰ σημεῖα ἐργαζόμενος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ο῞τε τῶν θαυμάτων σου σοφέ, θαυμαστῶς ἐξῆλθεν ὁ φθόγγος, εἰς ἀκοὴν τῶν πιστῶν, τότε σὴν ἀντίληψιν, ἐπεκαλέσθησαν, Ἱερεῖς οἱ αἰχμάλωτοι, οἳ καὶ λυτρωθέντες, τῶν δεσμῶν ἐδόξασαν, Θεὸν κραυγάζοντες· Μέγας ὁ Θεὸς Φανουρίου, ὁ πρὸς σωτηρίαν ἀνθρώπων, θαυμαστὰ σημεῖα ἐργαζόμενος.

Δόξα. Ἦχος πλ. β΄.

Α᾿θροίσθητε σήμερον, τῶν εὐσεβῶν αἱ χορεῖαι, ἐπὶ τῇ μνήμῃ Φανουρίου τοῦ μάκαρος, ἐν ἀγαλλιάσει ψυχῆς, ὑμνοῦντες αὐτὸν καὶ λέγοντες· Χαίροις ὁ ἀνδρείως πάλαι ἀθλήσας, καὶ μετὰ χρόνους πολλοὺς φανερωθείς, τῇ εὑρέσει τῆς ἁγίας Εἰκόνος σου· χαίροις ὁ τοῦ φωτὸς Χριστοῦ κοινωνήσας, καὶ τὴν γνῶσιν τῶν ἀφανῶν φανερῶν, τοῖς ἐπικαλουμένοις τὸ θεῖόν σου ὄνομα· χαίροις τῆς Ἐκκλησίας τὸ καύχημα, τῆς Ῥόδου προστάτης ἀκοίμητος, καὶ τῶν πιστῶν ἀντιλήπτωρ θερμότατος. Παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν τῆς Ῥόδου προστάτην, καὶ μέγαν πρόμαχον, τὸν παραδόξως γνωσθέντα, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῶν Μαρτύρων τὸ λαμπρόν, κλέος Φανούριον, ἀνευφημήσωμεν πιστοί, ὅτι χάριν ἐκ Θεοῦ, δεξάμενος ἰαμάτων, φερωνύμως ὡς φῶς ἐκλάμπει, ἄδυτον πᾶσι τοῖς τιμῶσι αὐτόν.

Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες· εἷς τῆς Ὀκτωήχου, τοῦ Ἁγίου Φανουρίου καὶ τοῦ Ὁσίου Μωσέως ἐκ τοῦ Μηναίου. Κανὼν τοῦ Ἁγίου Φανουρίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.

Τοῦ Σωτῆρος Χριστοῦ, τὸν Ἀθλοφόρον πιστοί, ταῖς ὑμνῳδίαις στεφανώσωμεν, μετ᾿ εὐφροσύνης πρὸς αὐτὸν ἀνακραυγάζοντες· Μαρτύρων τὸ καύχημα, Χαῖρε Φανούριε.

Α᾿γαπήσας θερμῶς, τὸν σαρκωθέντα Θεόν, στεῤῤῶς ὑπέστης τὸ μαρτύριον, καὶ τὸν ἀρχέκακον ἐχθρὸν κατετραυμάτισας· διὸ στέφος ἔλαβες, νίκης Φανούριε.

Ω῾ς Χριστοῦ Ἀθλητής, τὴν παῤῥησίαν πολλήν, παρ᾿ αὐτῷ ἔχεις· διὸ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς ἀνευφημούντων σε, Φανούριε ἔνδοξε, Ῥόδου τὸ καύχημα.

Θεοτοκίον.

Καταιγίς με Ἁγνή, τῶν ἀκαθέκτων παθῶν, δεινῶς χειμάζει τὸν ταλαίπωρον, καὶ ἀπωλείας εἰς βυθὸν καταποντίζομαι· Θεοτόκε σῶσόν με, τῇ ἀντιλήψει σου.

Ὠιδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ.

Δυνάμει τοῦ τιμίου Σταυροῦ, κατὰ τῆς πλάνης προσεχώρησας, καὶ τῶν τυράννων τὴν ἔπαρσιν, ἐταπείνωσας Φανούριε.

Υ῾πέμεινας ἀνδρείως σαρκός, τὰς ἀλγηδόνας δυναμούμενος, τῇ δυναστείᾳ τῆς πίστεως, τοῦ Παντάνακτος Φανούριε.

Α᾿νέτειλας ὡς ἄστρον λαμπρόν, ἐκ γῆς λαγόνων τῇ Εἰκόνι σου, τῆς Ἐκκλησίας Φανούριε, καταυγάζων τὸ στερέωμα.

Θεοτοκίον.

Υ῾μνοῦμέν σε Παρθένε πιστῶς, τὴν ὑπερτέραν πάσης κτίσεως, τὴν τὸν Θεὸν σωματώσασαν, εἰς ἀνθρώπων ἀπολύτρωσιν.

Τὸ Κοντάκιον τοῦ Ὁσίου καὶ ἀκολούθως τὸ Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Α᾿στὴρ οὐρανόφωτος, ἐκ γῆς λαγόνων φανείς, φωτίζεις Φανούριε, τὴν Ἐκκλησίαν Χριστοῦ, φωτὶ τῶν θαυμάτων σου· βλύζεις γὰρ ἀενάως, τῶν ἰάσεων ῥεῖθρα, πάθη ἀποδιώκων καὶ ἰώμενος νόσους· διό σε εὐφημοῦμεν πιστῶς, τελοῦντες τὴν μνήμην σου. 

Καὶ τοῦ Ὁσίου Μωσέως τοῦ Αἰθίοπος ἐκ τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου.

Ὠιδὴ δ΄.  Ἀκήκοα Κύριε.

Α᾿κμῆς τῆς νεότητος, γενναιοφρόνως, καταφρονήσας, πρὸς ἀθλήσεως ἔδραμες τὸ στάδιον, ὡς Χριστοῦ τὴν δόξαν, θέλων Φανούριε.

Θηρῶν τὰ ὁρμήματα, τῇ προσευχῇ σου, καθυποτάξας, Δανιὴλ ἄλλος ὤφθης ὦ Φανούριε, τῷ προσώπῳ λάμπων, τοῖς καθορῶσί σε.

Τὸ πῦρ τὸ ὁμόδουλον, καταπατήσας, ὡς τὴν ψυχήν σου, πυρπολούμενος Κυρίου τῷ ἔρωτι, οὐρανῶν τῆς δρόσου, Μάρτυς ἀπήλαυσας.

Θεοτοκίον.

Ρ῾οαῖς τοῦ ἐλέους σου, Εὐλογημένη, Θεοκυῆτορ, τὴν κατάξηρον ψυχήν μου κατάρδευσον· πιστῶς γὰρ δοξάζω, Μῆτερ τὸν τόκον σου.

Ὠιδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.

Εὐσέβειαν ἠγάπησας ἔνδοξε, καὶ δι᾿ αὐτήν, τυράννων τὰς ἀπειλάς, ὡς ἄσαρκος κατεπάτησας.

Ω῾ς μέγιστον τοῖς θαύμασιν ἅπαντες, οἱ εὐσεβεῖς, τιμῶμέν σε εὐλαβῶς, Φανούριε παμμακάριστε.

Ο῾ ἅγιος Φανούριος οἶκος σου, πέλει πηγή, θαυμάτων σου τοῖς πιστοῖς, ἀεὶ πηγάζων τὰ νάματα.

Θεοτοκίον.

Ι῾λέωσαι Πανάχραντε Δέσποινα, τὸν σὸν Υἱόν, ἵνα τύχωμεν ζωῆς, τῆς αἰωνίου οἱ δοῦλοί σου.

Ὠιδή στ΄. Μαινομένην κλύδωνι.

Αἰχμαλώτων λύτρωσις, καὶ νοσούντων θεῖος ἰατρός, σὺ ὑπάρχεις ἔνδοξε Φανούριε· διὸ πιστοί, γεραίρομέν σου τὴν ἄθλησιν.

Τοῦ φωτὸς κατέβαλες, ἐν τοῖς ὅπλοις σκότους τὸν δεινόν, ἀρχηγέτην Ἅγιε Φανούριε, οὗ τῆς ὀργῆς, τοὺς σὲ ὑμνοῦντας διάσωσον.

Α᾿θλητὰ Φανούριε, τῶν Ῥοδίων κλέος θαυμαστόν, ἀπὸ πάσης λύτρωσαι κακώσεως, καὶ συμφορᾶς, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον.

Λογισμῶν μου κλύδωνα, τῇ γαλήνῃ τῶν σῶν προσευχῶν, Παναγία Δέσποινα κατεύνασον, καὶ τῷ Θεῷ οἰκείωσόν με, ὡς εὔσπλαγχνος.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ι῾ερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ᾔσχυνας, τυράννων θράση γενναιοφρόνως· εὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.

Μηνολόγιον καὶ Συναξάριον ἐκ τοῦ Μηναίου.

Ὠιδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.

Φανερωθεὶς θαυμαστῶς, τῶν σὲ καλούντων ἐν ἀνάγκαις, παρίστασαι ἀρωγός, ἀεὶ Φανούριε.

Τὴν μυστικὴν τοῦ Χριστοῦ, ἐνδεδυμένος παντευχίαν, κατέβαλες δυσμενῶν, ὀφρὺν Φανούριε.

Ε᾿ν παῤῥησίᾳ ἀεί, Χριστὸν δυσώπει τοῦ σωθῆναι, ἀπὸ κινδύνων ἡμᾶς, τοὺς εὐφημοῦντάς σε.

Θεοτοκίον.

Λελαμπρυσμένη φωτός, τῇ νοητῇ φωτοχυσίᾳ, καταύγασον μου τὸν νοῦν, Θεοχαρίτωτε.

Ὠιδὴ η΄. Σοὶ τῷ παντουργῷ.

Θείαις ἐνεργῶν, δυνάμεις τῶν θαυμάτων, ὡς μέγας ἐν Μάρτυσι, μάκαρ Φανούριε, πᾶσιν ἐκλάμπεις, νυκτὶ καὶ ἐν ἡμέρᾳ, ὡς ἀστὴρ φωσφόρος, τοῖς σὲ ὑμνολογοῦσι.

Ω῞σπερ Ἱερεῖς, τοὺς τρεῖς ἐκ Κρητονήσου, δουλείας ἐλύτρωσας, στυγνῆς Φανούριε, οὕτω ἐν τάχει, παθῶν αἰχμαλωσίας, καὶ ἡμᾶς οὖν ῥῦσαι, τοὺς σὲ ὑμνολογοῦντας.

Εἴδη τὰ σεπτά, τῶν ἄθλων σου ἐν πίστει, τιμῶμεν Φανούριε, πιστῶς δεόμενοι· πρόφθασον πάντας, φυλάττων ἐν ἀνάγκαις, τοὺς ἐπικαλου-μένους, προστάτην σε καὶ ῥύστην.

Θεοτοκίον.

Ο῾ ὑπερφυῶς, ἐκ σοῦ ἐνανθρωπήσας, δι᾿ ἄφατον ἔλεος, Θεοχαρίτωτε, ἔσωσε πάντας, τοὺς σὲ ὑμνολογοῦντας, ὡς Ἁγνὴν Παρθένον, καὶ μόνην Θεοτόκον.

Ὠιδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.

Σὲ τὸν θαυμαστὸν ὁπλίτην, Χριστοῦ τοῦ Θεοῦ, τὸν ἐκ Ῥόδου ἐκλάμψαντα, τῷ κόσμῳ Φανούριε, οἱ πιστοὶ ὁμοφρόνως μακαρίζομεν.

Δεῦρο συμπαθῶς παμμάκαρ, τοὺς σοὺς ὑμνητάς, πειρασμῶν τε στενώσεων, καὶ νόσων Φανούριε, ὡς ταχὺς εἰς πρεσβείαν ἐξαιρούμενος.

Πάρεσο ἡμῖν ἐν βίῳ, ἀεὶ βοηθός, καὶ προστάτης καὶ φύλαξ, παμμάκαρ Φανούριε· καὶ γὰρ πόθῳ τιμῶμεν τοὺς ἀγῶνάς σου.

Θεοτοκίον.

Υ῞ψωσας ἡμῶν τὴν φύσιν, Ἁγνὴ ἀληθῶς, ἀπειράνδρως τὸν Ὕψιστον, Θεὸν σωματώσασα· διό σε ὀρθοδόξως μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Φανερωθεὶς ἐν Ῥόδῳ, Μεγαλομάρτυς θαυμαστῶς, τῇ Ἐκκλησίᾳ ἐκεῖθεν, ἄστρον ἀνέτειλας λαμπρόν, θαυμάτων σου ταῖς ἀκτῖσι, τοὺς ὀρθοδόξους πυρσεύων.

Καὶ τοῦ Ὁσίου Μωσέως ἐκ τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μέγας ἐν Ἀθληταῖς, Φανούριε ὑπάρχων, τοῖς πέρασιν ὡς μέγας, φωστὴρ ἀεὶ ἐκλάμπεις, τῇ αἴγλῃ τῶν θαυμάτων σου.

Η῞λιος ἐκ τῆς γῆς, λαμπρὸς ἐξανατείλας, Φανούριε φωτίζεις, τῇ χάριτί σου πάντας, τοὺς ἐπικαλουμένους σε.

Πέλαγος ἀληθῶς, δείκνυται θαυμασίων, ὁ ἅγιος ναός σου, ἐν ᾧ συναθροισθέντες, Φανούριε ὑμνοῦμέν σε.

Πρέσβευε τῷ Θεῷ, ὡς ἔχων παῤῤησίαν, ἵνα ῥυσθῶμεν Μάρτυς, κινδύνων πολυτρόπων, οἱ εὐλαβῶς τιμῶντές σε.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλομάρτυρες, εὐσεβοφρόνως ἅπαντες ἐπαινέσωμεν, τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὸν παραδόξως ἐν Ῥόδῳ φανερωθέντα, καὶ φερωνύμως τῇ Ἐκκλησίᾳ φῶς χρηματίζοντα, τὸ καύχημα τῶν Μαρτύρων, καὶ τῶν Ὀρθοδόξων προασπιστὴν ἀκαταίσχυντον· διὸ καὶ πρὸς αὐτόν, ἐν ἀγαλλιάσει βοῶντες κράζωμεν· Φανούριε πανένδοξε, γενοῦ ἡμῶν ἀντίληψις καὶ σκέπη, πρεσβεύων ἀδιαλείπτως ὑπὲρ ἡμῶν, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, τῷ δοξάζοντί σε τοῖς θαύμασι.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἶτα· Σοὶ δόξα πρέπει, ἡ Μικρὰ Δοξολογία καὶ ἀκολούθως τὰ πληρωτικά. Εἰς τὸν Στίχον, ψάλλομεν τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα. Ἦχος πλ. δ΄.

Μεγαλομάρτυς Ἀθλητά, Τροπαιοφόρε Φανούριε, χαῖρε καὶ εὐφραίνου, ὅτι τῶν ἐπιγείων ἁπάντων καταφρονήσας, ἐν τοῖς ὑψίστοις ἐκτήσω τὴν κατάπαυσιν, μαρτυρικῇ εὐκλείᾳ ἐξαστράπτων, καὶ τὸ φῶς τῶν θαυμάτων σου, τῇ οἰκουμένῃ φαιδρῶς ἐξανατέλλων. Διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὴν φωτοφόρον σου πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἡ λοιπὴ Ἀκολουθία ὡς συνήθως καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας. Κοινωνικὸν τὸ τῆς ἡμέρας.Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Στίχοι.
Ὕμνους σοι Φανούριε ὕφανε πόθῳ,
Κύριλλος αἰτούμενος σὴν προστασίαν.

 

 

Share: