Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Κανών (Παναγία Παντάνασσα)

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΤΗΝ «ΠΑΝΤΑΝΑΣΣΑΝ»

Ποίημα
τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου.

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Παντανάσσης ἀδελφοὶ Θεοτόκου, δεῦτε προσπέσωμεν πιστῶς τῇ Εἰκόνι, καὶ ὡς ἐξ ἑνὸς στόματος, βοήσωμεν αὐτῇ· Δέσποινα Πανάχραντε, ἡ Χριστὸν τὸν Σωτῆρα, κτίσεως τὸν ἄνακτα, ἀποῤῥήτως τεκοῦσα, ὑπὲρ ἡμῶν ἱκέτευε αὐτόν, τῶν εὐλαβῶς προστρεχόντων τῇ σκέπῃ σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».

Ὠιδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Δέσποινα Μαρία, τῶν ἀνθρώπων καταφυγή, πρόσδεξαι ἡμῶν τὴν ἱκεσίαν, καὶ δίδου πᾶσι τὴν ἄφθονον χάριν σου.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Ἄχραντε Παρθένε, τῶν Ἀγγέλων ἡ βασιλίς, δεῦρο πρὸς ἡμᾶς τοὺς ἀναξίους, τὴν προστασίαν σου πᾶσι παρέχουσα.

Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Πανύμνητε Κόρη, ἡ ἀντίληψις τῶν πιστῶν, ῥῦσαι τοῦ ἐχθροῦ τῆς πονηρίας, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.

Κινδύνων παντοίων καὶ συμφορῶν, Παντάνασσα Μῆτερ, ταῖς πρεσβείας σου πρὸς Θεόν, ἐκλύτρωσαι πάντας τοὺς φωνοῦντας, ἐν κατανύξει τὸ θεῖόν σου ὄνομα.

Ὠιδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ω῏ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, ἀπὸ χαλεπῶν συμπτωμάτων, νόσων καὶ θλίψεων, πάντας διάσωσον, τοὺς τῇ σεπτῇ σου Εἰκόνι, πόθῳ καταφεύγοντας, καὶ ἀνυμνοῦντάς σε.

Ω῏ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, πρόσχες τῇ θερμῇ ἱκεσίᾳ, τῶν προστρεχόντων σοι, αὐτοῖς τὰ κρείττονα, ὡς ἀγαθὴ χορηγοῦσα· εἰς σὲ γὰρ ἐλπίζομεν, Θεομακάριστε.

Ω῏ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, δέξαι τὰς θερμὰς παρακλήσεις, ἡμῶν τῶν τέκνων σου· σὲ γὰρ κεκτήμεθα, καταφυγὴν ἐν ἀνάγκαις, καὶ θερμὴν ἀντίληψιν, ἐν περιστάσεσιν.

Υ῾περύμνητε Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, παρὰ τοῦ ἐκ σοῦ σαρκωθέντος, δι᾿ ἀγαθότητα, εἰρήνης αἴτησαι, ἀστασίαστου τὴν χάριν, ταῖς ψυχαῖς Παντάνασσα, τῶν ὑμνολόγων σου.

Διάσωσον Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι σου τῇ τιμίᾳ.

Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Παρθένε Ἁγνή, Θεοῦ Μῆτερ Παντάνασσα, προστάτις θερμή, γενοῦ καὶ καταφύγιον, κραταιὰ ἀντίληψις, καὶ ταχεῖα ἐν πᾶσι βοήθεια, τοῖς εὐσεβῶς προσνέμουσι τιμήν, ἀεὶ τῇ Εἰκόνι σου Θεόνυμφε.

Ὠιδὴ δ´. Εἰσακήκοα Κύριε.

Ω῏ Παντάνασσα Δέσποινα, δέξαι τὴν ἐκ πίστεως ταύτην δέησιν, καὶ ἐλέησον τοὺς δούλους σου, τοὺς γονυπετοῦντας τῇ Εἰκόνι σου.

Ω῏ Παντάνασσα Δέσποινα, ἐν ἡμέρᾳ θλίψεως καὶ κακώσεως, μὴ παρίδῃς τοὺς οἰκέτας σου, τοὺς τῇ προστασίᾳ σου ἐλπίζοντας.

Ω῏ Παντάνασσα Δέσποινα, αἴγλῃ τῶν χαρίτων σου καταλάμπρυνον, τὰς καρδίας τῶν τιμώντων σου, τὴν σεπτὴν Εἰκόνα μετὰ πίστεως.

Ρ῾ῶσιν δίδου καὶ δύναμιν, Πάναγνε Παντάνασσα τοῖς προστρέχουσι, τῇ Μονῇ σου μετὰ πίστεως, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα σου.

Ὠιδὴ ε´. Φώτισον ἡμᾶς.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, τοῦ ἁγίου σου προσώπου τῷ φωτί, τὰς ψυχὰς τῶν οἰκετῶν σου καταλάμπρυνον.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, πρὸς μετάνοιαν ὁδήγησον ἡμᾶς, τοὺς τιμῶντας ὀρθοδόξως τὴν Εἰκόνα σου.

Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, μὴ ἐλλίπης ἐφορῶσα ἐφ᾿ ἡμᾶς, τοὺς προστρέχοντας τῇ σκέπῃ τῆς πρεσβείας σου.

Ι῎ασαι ἡμῶν, τὴν ἀσθένειαν Παντάνασσα, ἐξ Εἰκόνος σου ἐκβλύζουσα ἡμῖν, τοῦ ἐλέους σου τὴν χάριν τὴν σωτήριον.

Ὠιδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.

Παντάνασσα, Παναγία Δέσποινα, ἐκτενῶς τὸν Βασιλέα τοῦ κόσμου, τὸν σαρκωθέντα ἐκ σοῦ ἀπειράνδρως, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ἵνα ῥυσθῶμεν διὰ σοῦ, πειρασμῶν ἀδοκήτων καὶ θλίψεων.

Παντάνασσα, Παναγία Δέσποινα, τὰ πολλά σου μεγαλεῖα ὑμνοῦμεν, καὶ ἐν Εἰκόνι τὴν θείαν Μορφήν σου, ἐνατενίζοντες πόθῳ βοῶμέν σοι· Ἀπάλλαξον ὡς ἀγαθή, ὀδυνῶν τῶν κατ᾿ ἄμφω τοὺς δούλους σου.

Παντάνασσα, Παναγία Δέσποινα, παρεστῶτες τῇ σεπτῇ σου Εἰκόνι, καὶ τοῦ Ἀγγέλου τὸ Χαῖρε βοῶντες, παρακαλοῦμέν σε οὕτω κραυγάζοντες· Ἐλέησον ἡμᾶς Ἁγνή, ἡ ἐλέους τεκοῦσα τὸν ἄρχοντα.

Λαμπρύνεται ἡ Μονή σου Ἄχραντε, ὡς ἐχέγγυον τῆς σῆς προστασίας, τὴν θαυμαστήν σου Εἰκόνα πλουτοῦσα, ἐξ ἧς τὸ ὕδωρ ἀφθόνως ἀνάβλυσον, τῶν μητρικῶν σου οἰκτιρμῶν, τοῖς τιμῶσί σε ὕμνοις Παντάνασσα.

Διάσωσον Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι σου τῇ τιμίᾳ.

Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Τῆς Παντανάσσης Παρθένου προσπέσωμεν, τῇ ὑπερτίμῳ Εἰκόνι κραυγάζοντες· Ἀπείρανδρε Πάναγνε Δέσποινα, τὸν σαρκωθέντα ἐκ σοῦ καθικέτευε, σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Προκείμενον. Ἦχος δ´.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Α῎χραντε Παντάνασσα, Εὐλογημένη Μαρία, τῇ σεπτῇ Εἰκόνι σου, πάντες καταφεύγομεν, οἱ ἀνάξιοι, καὶ χεῖρας αἵροντες, πρὸς σὲ ἱκεσίας, ἐκ καρδίας ἀνακράζομεν· Δέσποινα Πάναγνε, ἡ τὸν Βασιλέα τῆς κτίσεως, τεκοῦσα ὑπὲρ ἔννοιαν, καὶ Παρθένος ἄφθορος μείνασα, ἀεὶ ἐκδυσώπει, αὐτὸν ἐν παῤῥησίᾳ μητρικῇ, ἵνα σωθῶμεν Πανύμνητε, οἱ ὑμνολογοῦντές σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠιδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ω῏ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡμᾶς τῆς μητρικῆς σου, ἀξίωσον ἀγάπης, τοὺς ἐκ πόθου βοῶντάς σοι· Χαῖρε πασῶν δωρεῶν, Πάναγνε τὸ ταμεῖον.

Ω῏ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δυσώπει παῤῥησίᾳ, ἵνα τῆς ἀκηράτου, χαρμονῆς ἀπολαύσωμεν, οἱ τῆς σεπτῆς σου Μορφῆς, τὸ Ἔκτυπον τιμῶντες.

Ω῏ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, μὴ παρασιωπήσῃς, ὑπὲρ ἡμῶν ἀπαύστως, τοῦ βοᾶν πρὸς τὸν Κύριον, τῶν προσιόντων τῇ σῇ, ἐκ πίστεως Εἰκόνι.

Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, τὸν Βασιλέα Χριστόν, Παντάνασσα Παρθένε, ἡμᾶς τοὺς ταπεινούς σου, ὑμνολόγους ὡς εὔσπλαγχνος, λύτρωσαι πάσης ὀργῆς, τῇ θείᾳ χάριτί σου.

Ὠιδὴ η´. Τὸν Βασιλέα.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἡμῖν ἴαμα ἡ χάρις σου γενέσθω, τοῖς ἀσπαζομένοις, τὴν θείαν σου Εἰκόνα.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἐξ Εἰκόνος σου τὸ φῶς τῶν οἰκτιρμῶν σου, ἀνάτειλον πᾶσι, τοῖς σὲ ὑμνολογοῦσι.

Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, σκέπε φύλαττε τὴν ποίμνην σου καί σῷζε, ὡς τῇ προστασίᾳ, τῇ σῇ ἀνακειμένην.

Ο῎μβρισον Κόρη, τῆς χάριτός σου τὸ ὕδωρ, ἐκ τῆς θείας σου Εἰκόνος τῷ λαῷ σου, τῷ σὲ εὐλογοῦντι, Παντάνασσα ἐκ πόθου.

Ὠιδὴ θ´. Κυρίως Θεοτόκον.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τοῦ γλυκασμοῦ τῆς θερμῆς συμπαθείας σου, ἡμᾶς ἀξίωσον πάντας, τοὺς προσιόντας σοι.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῇ μητρικῇ σου στοργῇ περιποίησαι, τοὺς τῇ σεπτῇ σου Εἰκόνι, τιμὴν προσνέμοντας.

Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῆς τῶν παθῶν τυραννίδος ἀπάλλαξον, τοὺς εὐλαβῶς ἀνυμνοῦντας, τὰ μεγαλεῖά σου.

Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, Εὐλογημένη Παρθένε Παντάνασσα, ὡς ἀγαθὴ τῇ φωνῇ μου, πρόσχες καὶ σῶσόν με.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Δεῦτε Παντανάσσης τὴν ἱεράν, Εἰκόνα ἐν πίστει, ἀσπασώμεθα ἀδελφοί˙ βρύει γὰρ θαυμάτων, τὰ ῥεῖθρα ἀενάως, παθῶν τὰς βορβορώδεις, πηγὰς ξηραίνουσα.

Χαίροις Παντευλόγητε Μαριάμ, Παντάνασσα Κόρη, ἡ τῆς κτίσεως βασιλίς, ἡ τὸν Βασιλέα, Χριστὸν φρικτῶς τεκοῦσα, τὸν σώσαντα κατάρας, γένος τὸ βρότειον.

Δέσποινα Μαρία Μῆτερ Θεοῦ, Παντάνασσα Κόρη, τὸν Υἱόν σου ὑπὲρ ἡμῶν, θερμῶς ἐκδυσώπει, ἵνα τοῦ Παραδείσου, τοῦ γλυκυτάτου κάλλους, καταπολαύσωμεν.

Γόνατα καρδίας ὦ ἀδελφοί, καὶ σώματος ἅμα, ὑποκλίνωμεν εὐλαβῶς, τῇ σεπτῇ Εἰκόνι, Μητρὸς τῆς Παντανάσσης, αὐτῇ ἀναβοῶντες· Σῷζε τοὺς δούλους σου.

Δέξαι παρακλήσεις ὡς ἀγαθή, Παντάνασσα Κόρη, τῶν ἀθλίων σου ἱκετῶν, αὐτοὺς ἐκ κινδύνων, δεινῶν ἐξαιρουμένη, καὶ πειρασμῶν καὶ νόσων, τῇ προμηθείᾳ σου.

Χαίροις Παναγία Μῆτερ Θεοῦ, Παντάνασσα Μῆτερ, τῶν ἀνθρώπων καταφυγή· χαίροις ἡ προστάτις, τῶν ἐπικαλουμένων, τὴν μητρικήν σου χάριν, ἐν περιστάσεσι.

Ταύτην σου τὴν ποίμνην Μῆτερ Θεοῦ, ἴθυνον τῇ ῥάβδῳ, τῆς θερμῆς σου ἐπισκοπῆς, πρὸς τὰς σωτηρίους, νομὰς τῆς εὐσεβείας· εἰς σὲ γὰρ τὴν ἐλπίδα, ἔχει Παντάνασσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε μετὰ πίστεως θερμῆς, τῇ θαυματοβρύτῳ Εἰκόνι, τῆς Παντανάσσης Μητρός, ἅπαντες προσπέσωμεν, καὶ ἀνακράξωμεν· Ὡς οὐράνιος ἄνασσα, τῆς κτίσεως πάσης, καὶ παντοβασίλισσα, σκέπε καὶ φύλαττε, Δέσποινα Ἁγνὴ τὸν λαόν σου, τὸν τῇ φοβερᾷ προστασίᾳ, τῆς σεπτῆς σου χάριτος καυχώμενον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι᾿ εὐχῶν τῶν ἁγίων...

Δίστιχον.
Κύριλλον Κόρη Παντάνασσα τὸν Ῥόδου,
Σκέπε ἐν βίῳ πρεσβείαις μητρικαῖς σου. 

 

Share: