Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Ακολουθία (Παναγία Παντάνασσα)

 

ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ
ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ

Ψαλλομένη τῇ Β΄ Ἰουλίου

Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς θαυμαστῆς σου Εἰκόνος, Ἁγνὴ Παντάνασσα, τὴν Σύναξιν τελοῦντες, τῇ παρούσῃ ἡμέρᾳ, τὸν θεῖον τοῦ Ἀγγέλου πάντες πιστοί, ἀσπασμόν σοι προσᾴδομεν, χαῖρε βοῶντες Μαρία ὅτι ἡμᾶς, τῆς κατάρας ἠλευθέρωσας.

Τῆς εὐαγοῦς σου Εἰκόνος, τίς διηγήσεται, Παντάνασσα Μαρία, τὰ πολλά μεγαλεῖα; ἐκ ταύτης γὰρ Παρθένε ὡς ἐκ πηγῆς, ζωηφόρου τὰ νάματα, τῶν ἰαμάτων ἀφθόνως ὀμβροβλυτοῖς, εὐσεβῶν εἰς περιποίησιν.

Τὸν Βασιλέα τοῦ κόσμου, φρικτῶς κυήσασα, Βασίλισσα ὑπάρχεις, τῶν κτισμάτων Παρθένε· Παντάνασσαν διό σε οἱ εὐσεβεῖς, προσφυῶς ὀνομάζοντες, τὴν ἀρωγήν σου αἰτούμεθα εὐλαβῶς, ἐν παντοίαις περιστάσεσι.

Τὴν θεοσύλλεκτον ποίμνην, ταύτης τῆς Μάνδρας σου, Παντάνασσα Παρθένε, σωστικῆς σου προνοίας, τῇ ῥάβδῳ τῇ ἁγίᾳ πρὸς τὰς νομάς, σωτηρίου ὁδήγησον, ὅτι εἰς σὲ τὴν ἐλπίδα μετὰ Θεόν, τὸν Τρισάγιον ἀνέθετο.

Δόξα. Καί νῦν. Ἦχος β΄.

Δεῦτε φιλεόρτων συστήματα, ἐν τῇ Ναῷ τῆς Παντανάσσης συνελθόντες, τὰ μεγαλεῖα αὐτῆς ἀνυμνήσωμεν· βρύει γὰρ θαύματα, καὶ πηγάζει ἰάματα, ἐκ τῆς ἁγίας Εἰκόνος αὐτῆς, πρὸς θεραπείαν παντοίων παθῶν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε ὦ ἀδελφοί, Μητρὸς τῆς Παντανάσσης, Εἰκόνι τῇ ἁγίᾳ, προσπέσωμεν αἰτοῦντες, ἀπαλλαγὴν τῶν θλίψεων.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Δέσποινα ἀγαθή, Παντάνασσα Μαρία, ἀντίληψις τοῦ κόσμου, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν πίστει ἀνυμνούντων σε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίρει πνευματικῶς, Παντάνασσα Παρθένε, ἡ εὐαγὴς Μονή σου, ὡς θησαυρὸν πλουτοῦσα, τὴν πάνσεπτον Εἰκόνα σου.

Δόξα. Καί νῦν. Ἦχος πλ. β΄.

Δεῦτε πάντες οἱ πιστοί, πνευματικήν χορείαν συστησάμενοι, τήν Μητροπάρθενον Παντάνασσαν Μαρίαν, ἐν κατανύξει μακαρίσωμεν· ἰδοὺ γὰρ δέδωκεν ἡμῖν, ἰαμάτων ἀδάπανον ταμεῖον, τὴν πάνσεπτον Εἰκόνα αὐτῆς, ἣν εὐσεβῶς προσπυσσόμενοι εἴπωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἡ Εἰκὼν τῆς Ἁγνῆς, Παντανάσσης σήμερον, ἐκλάμπει ταῖς δωρεαῖς, φαιδρῶς τῆς χάριτος. Προσέλθωμεν οὖν πιστοί, καὶ χαρμοσύνως αὐτὴν ἀσπασώμεθα, βοῶντες μιᾷ φωνῇ, τῇ Θεοτόκῳ ὡς παῖδες εὐγνώμονες˙ Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμω, διὰ σοῦ τὸ μέγα ἔλεος.

Βαβαὶ τῶν σῶν μυστηρίων Ἁγνή! Σὺ γὰρ μητρικῆς σου, προνοίας ἐχέγγυον, Εἰκόνα σου τὴν σεπτήν, ἡμῖν ἀνέδειξας˙ ἐντεῦθεν πάντες τιμὴν, ὡς ἐδιδάχθημεν ταύτῃ προσνέμοντες, Παντάνασσα Μαριάμ, ἐν ἀκορέστῳ στοργῇ ἐκβοῶμέν σοι˙ Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Τὴν σὴν Εἰκόνα Παντάνασσα, ἐν ἀγαλλιάσει, τιμῶμεν οἱ δοῦλοί σου, κηρύττοντες εὐσεβῶς, τὰ μεγαλεῖά σου˙ πηγάζεις γὰρ ἐξ αὐτῆς, ὡς ἐκ πηγῆς ζωοδόχου τὰ νάματα, θαυμάτων σου τῶν φρικτῶν, εὐεργετοῦσα ἡμᾶς τοὺς βοῶντάς σοι˙ Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν ἁγίαν Εἰκόνα σου, Θεοτόκε Παντάνασσα, εὐλαβῶς οἱ δοῦλοί σου ἀσπαζόμεθα, καὶ ὑποκλίνοντες γόνατα, καρδίας καὶ σώματος, ἐκβοῶμέν σοι πιστῶς· Παῤῥησίαν ὡς ἔχουσα, τὸν ἐκ σπλάγχνων σου, ἀπειράνδρως τεχθέντα ἐκδυσώπει, ὑπὲρ ταύτης σου τῆς ποίμνης, ἀνακειμένης τῇ σκέπῃ σου.

Τῇ Εἰκόνι σου δείκνυσαι, ὡς οὐράνιος ἄνασσα, ἐν ἀγκάλαις φέρουσα ὥσπερ νήπιον, Χριστὸν τοῦ κόσμου τὸν ἄνακτα, Μαρία Θεόνυμφε, ὅν ἱκέτευε ἀεί, τοῦ φυλάττεσθαι πάντοτε, ἀπαράτρεπτον, τὴν ἁγίαν Μονήν σου Μῆτερ ταύτην, ὀρθοδόξως προσκυνοῦσαν, τὸν ἀκατάληπτον τόκον σου.

Ε᾽κ τῆς θείας Εἰκόνος σου, τῶν θαυμάτων τὰ νάματα, δαψιλῶς Παντάνασσα ἀναβλύζουσα, εὐεργετεῖς τοὺς προστρέχοντας, τῇ θείᾳ σου χάριτι, καὶ βοῶντάς σοι πιστῶς˙ Χαῖρε Ἄχραντε Δέσποινα, ἡ κυήσασα, ἀπειράνδρως τὸν πάντων Βασιλέα, δι̉ ἡμᾶς σωματωθέντα, τοὺς ἐξ Ἀδὰμ ὡς φιλάνθρωπος.

Δόξα. Καί νῦν. Ἦχος β΄.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐπὶ τῇ εὐσήμῳ σήμερον πανηγύρει, τῆς Παντανάσσης Μητρός˙ δεῦτε μακαρίσωμεν αὐτήν, ἐν ἀγαλλιάσει βοῶντες καὶ λέγοντες˙ Χαῖρε Κεχαριτωμένη Μαρία, ἡ τὴν ἱεράν σου Εἰκόνα θαυμαστώσασα, καὶ ἐξ αὐτῆς ἀφθόνως ἀναβλύζουσα, τῆς μητρικῆς χάριτός σου τὰ νάματα˙ χαῖρε Εὐλογημένη Παρθένε, ἡ τὸ τίμιον τῆς Μορφῆς σου ἐκτύπωμα, τεκμήριον τῆς κραταιᾶς προστασίας σου, τῇ θεολέκτῳ σου ποίμνῃ δωρησαμένη˙ χαῖρε Παντοβασίλισσα δεδοξασμένη, ἡ τῆς Μονῆς σου ὀξυτάτη ἀντίληψις, καὶ σκέπη τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως. Ἀλλὰ μὴ παύσῃ ὡς ἀγαθὴ πρεσβεύουσα, τῷ ἐκ σοῦ φρικτῶς ἐνανθρωπήσαντι, ἵνα δωρήσηται τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.  

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄, 27-μδ΄, 4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄, 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, Βατοπαιδίου ἡ Μεγίστη Μονή, ὡς θησαυρὸν πολυτάλαντον τῆς χάριτος, τῆς Παντανάσσης Παρθένου, τὴν Εἰκόνα ἐν κόλποις κατέχουσα˙ ἀγάλλου δὲ εὐσεβῶς, καὶ ἡ ἐν Ῥόδῳ νεόδμητος Μάνδρα, τὸ ἱερὸν αὐτῆς ἀντίτυπον, ὡς πηγὴ ἁγιάσματος πλουτήσασα˙ ἀμφότεραι δὲ ὁμοῦ, τὰ μεγαλεῖα τῆς Θεοτόκου, ἐν καυχήσει διηγούμεναι, τῇ ἀπειράνδρῳ Μητρὶ τοῦ Θεοῦ, ὡς δι̉ ἑνὸς στόματος βοήσατε˙ Χαῖρε Κεχαριτωμένη, Θεοκυῆτορ Μαρία, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Ὁ αὐτός.

Εὐφραίνεται ἐκ Κυρίῳ, καὶ χορεύει σήμερον λαμπρῶς, ἡ θεόλεκτος Παντάνασσα ποίμνη σου, τῆς θαυματοβρύτου σου Εἰκόνος, ἐπιτελοῦσα τὴν ἑόρτιον Σύναξιν˙ ἐκ ταύτης γὰρ Πανάχραντε, ὡς ἐκ νεφέλης μυστικῆς, τὴν δρόσον τῆς χάριτός σου ἀποστάζουσα, δροσίζεις τὰς ψυχὰς τῶν βοώντων σοι˙ Χαῖρε Ἁγνὴ Παρθένε˙ χαῖρε Μῆτερ τῆς ζωῆς˙ χαῖρε Εὐλογημένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Ἦχος β΄.

Δεῦτε σήμερον πιστοί, τὴν Παντάνασσαν Παρθένον, εὐλαβῶς μακαρίσωμεν· δῶρον γὰρ θεοδώρητον αὐτῆς, τὴν ὑπέρτιμον ἔχοντες Εἰκόνα, τὰς καρδίας εὐφραινόμεθα, καὶ βοῶμεν ἐν εὐχαρίστῳ φωνῇ· Χαῖρε Θεοτόκε Μαρία, ὅτι παρέχεις τῇ ποίμνῃ σου, ὅ,τι ἂν πιστῶς αἰτήσητε, καὶ διασῴζεις αὐτὴν ὡς ἀγαθή, ἐκ πάσης περιστάσεως, ταῖς μητρικαῖς σου πρεσβείαις, πρὸς τὸν ἐκ σοῦ φρικτῶς ἐνανθρωπήσαντα, Χριστὸν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν Πανύμνητε.

Ὁ αὐτός.

Αι᾿σματικῶς σήμερον οἱ πιστοί, Εὐλογημένη Παντάνασσα, τὰ μεγαλεῖά σου κηρύττομεν, καὶ τὴν ἁγίαν Εἰκόνα σου τιμῶμεν, πνευματικῶς πανηγυρίζοντες· ταύτην γὰρ τῷ πλούτῳ τῶν οἰκτιρμῶν σου, θησαυρὸν ἀσύλητον τῇ ποίμνῃ σου δέδωκας, καὶ ταμεῖον ἀκένωτον τῶν ἀγαθῶν τῆς μητρικῆς προμηθείας σου· ᾗ εὐλαβῶς προσπίπτοντες, Παντοβασίλισσα βοῶμέν σοι· Μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ᾿ ἡμῶν, τῶν σφόδρα ἀγαπώντων σε, καὶ τὸ Χαῖρε τοῦ Ἀρχαγγέλου μελῳδούντων σοι.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Σήμερον οἱ πιστοί, ἐν τῇ Μονῇ τῆς Παντανάσσης συνελθόντες, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσωμεν˙ ὅτι ὡς ἄγκυραν ἐλπίδος, ἀσφαλῆ καὶ βεβαίαν, ἐδωρήσατο ἡμῖν, τὴν Εἰκόνα αὐτῆς. Ὅθεν αὐτῇ προσπίπτοντες, συμφώνως ἀναβοήσωμεν· Χαῖρε Θεοτόκε Παρθένε, Εὐλογημένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, Χριστὸς ὁ φιλάνθρωπος Κύριος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν Πανάχραντε.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε ἀσπασώμεθα πιστοί, ἐν ἀγαλλιάσει καρδίας, τῆς Παντανάσσης Μητρός, τὴν Εἰκόνα σήμερον, ἀγαλλιώμενοι, καὶ πιστῶς ἀνακράξωμεν˙ Παρθένε Μαρία, τῆς κηδεμονίας σου, ἡμᾶς ἀξίωσον, σῴζουσα ἡμᾶς ἐκ κινδύνων, καὶ ἐπηρειῶν ὀλεθρίων, καὶ μεθοδειῶν τοῦ παναλάστορος.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ρ῾όδος ἡ περίφημος λαμπρῶς, ἐπὶ τῇ σεπτῇ σου Εἰκόνι, χαίρει Παρθένε Ἁγνή˙ ταύτην γὰρ ἐκτήσατο, θεῖον τεκμήριον, τῆς θερμῆς προστασίας σου, καὶ τῶν δωρεῶν σου, ἐξ αὐτῆς τὴν κρείττονα, χάριν λαμβάνουσα, αἶνον χαριστήριον ᾄδει, τῇ ἀκαταλήπτῳ σου δόξῃ, Θεοτόκε Δέσποινα Παντάνασσα.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίρει ἡ ἁγία σου Μονή, ἔχουσα ὡς ἄσυλον πλοῦτον, τῆς θαυμαστῆς σου Μορφῆς, τὴν σεπτὴν Ἐμφέρειαν, Ἁγνὴ Παντάνασσα, καὶ πιστῶς τῆς προνοίας σου, ἐκ ταύτης τρυγῶσα, χάριν τὴν σωτήριον, ἀνακραυγάζει σοι˙ Χαῖρε Παναγία Παρθένε, ἡ ἐν τοῖς κινδύνοις προστάτις, τῶν καταφευγόντων σοι ἐκ πίστεως.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Θεοτόκε Ἀειπάρθενε, Εὐλογημένη Παντάνασσα Μαρία, τὸν ἄχρονον Λόγον τοῦ Πατρός, ἐν χρόνῳ ἀπειράνδρως σωματώσασα, τῆς σωτηρίας τὸ ἔαρ, τῷ γένει τῶν ἀνθρώπων ἀνέτειλας˙ ἔνθεν τὴν ἁγίαν Εἰκόνα σου, τῷ πλούτῳ τῶν μητρικῶν σου οἰκτιρμῶν, ἐχέγγυον δέδωκας ἀψευδές, τῆς περὶ ἡμᾶς ἀφάτου σου χρηστότητος˙ θαυμάτων γὰρ ἐνεργεῖ τὰ παράδοξα, καὶ γλυκασμὸν οὐράνιον ἀναβλύζει, τοῖς μεγαλύνουσι εὐσεβῶς, τὸν ἐκ σοῦ σαρκωθέντα Χριστὸν τὸν Θεόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Η῾ ἁγία Εἰκών σου, Θεοτόκε Παντάνασσα, καταρδευομένη τοῖς ῥείθροις, τῆς ἐνθέου σου χάριτος, πηγὴ τῶν μητρικῶν σου ἀγαθῶν, ἀκένωτος ὑπάρχει τοῖς πιστοῖς, τοῖς προστρέχουσι Μονῇ σου τῇ ἱερᾷ, καὶ πόθῳ ἀναβοῶσι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ ἀντιλήψει σου· δόξα τῇ θαυμαστῇ σου πρὸς ἡμᾶς, προνοίᾳ Παντευλόγητε.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ε᾿νθέως ἀγάλλεται, ἡ εὐαγής σου Μονή, ἐχέγγυον ἔχουσα, τῆς μητρικῆς σου στοργῆς, τὴν θείαν Εἰκόνα σου, βρύουσαν ἀφθαρσίας, ὡς οὐράνιον ὕδωρ, χάριτός σου τὰ ῥεῖθρα, τοῖς πιστῶς σοι βοῶσι· Χαῖρε Κεχαριτωμένη, Παρθένε Παντάνασσα.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Εἰκόνα τὴν σεπτήν, τῆς Ἁγνῆς Παντανάσσης, ἐν φόβῳ καὶ χαρᾷ, ἀσπασώμεθα πάντες, βοῶντες μετὰ πίστεως, τῇ Παρθένῳ οἱ ἄθλιοι˙ Χαῖρε Δεσποινα, Εὐλογημένη Μαρία, ἡ συντρίψασα, τῷ ζωηφόρῳ σου τόκῳ, θανάτου τὴν δύναμιν.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὴν χαριτόβρυτον, θείαν Εἰκόνα σου, τῆς προστασίας σου, λαμπρὸν κειμήλιον, ἡ σεβασμία σου Μονή, Παντάνασσα κεκτημένη, ὕμνον χαριστήριον, εὐσεβῶς ἀναφέρει σοι, καὶ ἀνακραυγάζει σοι, ταύτῃ πόθῳ προσπίπτουσα˙ Θαυμάστωσον τῇ ποίμνῃ σου Μῆτερ, τῆς χάριτός σου τὰ ἐλέη.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Παρθένε Παντάνασσα, τὸν ἐξ αἱμάτων τῶν σῶν, δι̉ ἔλεος ἄφατον, σωματωθέντα Θεόν, ἀπαύστως ἱκέτευε, σῴζεσθαι ἐκ κινδύνων, τὴν μερίδα σου ταύτην, πίστει ἐγκαυχωμένην, τῇ σεπτῇ σου Εἰκόνι, ἐξ ἧς ὡς ἐκ πηγῆς δαψιλῶς, ἐκβλύζει ἡ χάρις σου.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον, ζήτει τῇ ιε´ Αὐγούστου.

Ὁ Ν´. Δόξα. Ταῖς τῆς Παντανάσσης... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β´.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὰ ὑπὲρ νοῦν μεγαλεῖα, τῆς σεβασμίας σου Εἰκόνος, τίς ἐπαξίως διηγήσεται, Θεοτόκε Παρθένε Παντάνασσα; βρύεις γὰρ ἐξ αὐτῆς, τῶν ἰαμάτων τὰ ῥεῖθρα τοῖς πάσχουσι, τὰς ψυχικὰς ἀσθενείας ἰατρεύουσα, καὶ σωμάτων τὰς ἀμπλακίας θεραπεύουσα. Ὅθεν ταύτῃ προσπίπτοντες, τὴν θαυμαστήν σου ἀντίληψιν, ἐξαιτούμεθα κράζοντες˙ Χαῖρε Κεχαριτωμένη, Θεοκυῆτορ Ἄχραντε Δέσποινα, μετὰ σοῦ ὁ Κύριος, ὁ ἐκ σοῦ ἐνανθρωπήσας Θεός, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου φέρων Ἀκροστιχίδα ἐν τοῖς Τροπαρίοις τῆς α΄ καὶ θ΄ Ὠιδῆς τήνδε· «Κυρίλλου».

Ὠιδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

Α᾽νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τροπάρια.

Κυρία τῆς κτίσεως, Εὐλογημένη Παντάνασσα, τὸν νοῦν μου καταύγασον, τῆς χάριτός σου φωτί, ὡς ἂν Ἄχραντε, ἀξίως ἀνυμνήσω, τὸ πλῆθος ὁ ἄθλιος, τῶν θαυμασίων σου.

Υ῾πέρλαμπρος δείκνυσαι, ἐν τῇ Εἰκόνι σου ἄνασσα, ὡς βρέφος βαστάζουσα, τὸν Βασιλέα Χριστόν, τὸν ἐκ σπλάγχνων σου, Ἁγνὴ σωματωθέντα, καὶ κόσμον λυτρώσαντα, τῆς παραβάσεως.

Ρ῾οαῖς τοῦ βλυστάνοντος, ἐκ τῆς ἁγίας Εἰκόνος σου, ἐλέους Παντάνασσα, τὰς αὐχμωθεῖσας ψυχάς, καταδρόσισον, ἡμῶν τῶν οἰκετῶν σου, τῶν μακαριζόντων σε, τὴν Ἀειπάρθενον.

Ι᾽δοὺ νῦν συνήχθημεν, ἐν τῷ Ναῷ σου Παντάνασσα, ἐν ᾧ τεθησαύρισται, ἡ εὐαγής σου Εἰκών, τὰ θαυμάσια, αὐτῆς ὑμνολογοῦντες, καὶ πίστει δοξάζοντες, τὸν θεῖον τόκον σου.

Ὠιδὴ γ΄. Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Τροπάρια.

Εἰκόνα σου πάντες τὴν ἁγίαν, Παρθένε Παντάνασσα πιστῶς, τιμῶντες μακαρίζομεν, τὸν τόκον σου τὸν ἄχραντον, δι̉ οὗ ἀπελυτρώθημεν, προγονικῆς παραβάσεως.

Τερπνή σου ἡ ὄψις καθορᾶται, Παρθένε Παντάνασσα Ἁγνή, ἐν τῇ σεπτῇ Εἰκόνι σου, ψυχὰς καταφαιδρύνουσα, τῶν εὐσεβῶς ὑμνούντων σου, τὰ ὑπὲρ ἔννοιαν θαύματα.

Ι᾽ᾶται παντοίας ἀσθενείας, ἡ χάρις Παντάνασσα Ἁγνή, τῆς θαυμαστῆς Εἰκόνος σου, ἣν πόθῳ ἀσπαζόμενοι, τοῦ Ἀρχαγγέλου Δέσποινα, τὸν ἀσπασμόν σοι προσᾴδομεν.

Μονή σου χορεύει ἡ ἁγία, καὶ χαίρει Παντάνασσα Ἁγνή, τῇ ἱερᾷ Εἰκόνι σου, καὶ ἐξ αὐτῆς λαμβάνουσα, τὰ δῶρα τῆς προνοίας σου, χρεωστικῶς μακαρίζει σε.

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Σκεῦος τίμιον, τῶν δωρεῶν σου, ἀναδέδεικται, τῇ σῇ προνοίᾳ, ἡ ἁγία Εἰκών σου Παντάνασσα, ᾗ ἐν κινδύνοις πιστῶς καταφεύγοντες, εὐεργεσίας τῆς σῆς ἀξιούμεθα. Ὅθεν ᾄδομεν, τῇ δόξῃ σου ὕμνον Ἄχραντε, τὸν τόκον σου ἐν πίστει μεγαλύνοντες.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Ὠιδὴ δ´. Ὁ Εἱρμός.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε˙ Δόξα τῇ δυνάμει σου Κύριε.

Τροπάρια.

Ε῎χοντες Εἰκόνα σου τὴν θαυμαστήν, τῆς χρηστότητός σου θησαύρισμα, ἐν εὐλαβείᾳ, ἐκβοῶμέν σοι ἀεί˙ Χαῖρε Ἁγνὴ Παντάνασσα, Μῆτερ τοῦ Θεοῦ Ἀειπάρθενε.

Ε῎νδοξον ὁρῶντές σε οἱ εὐσεβεῖς, ἐν τῇ σῇ Εἰκόνι Βασίλισσαν, πεποικιλμένην διαχρύσῳ στολισμῷ, τῆς χάριτος Παντάνασσα, αἴνεσιν τῇ δόξῃ σου ᾄδομεν.

Α῎νακτα κυήσασα ὑπερφυῶς, τὸν κρατοῦντα πάσης τῆς κτίσεως, δεδοξασμένη, καθορᾶσαι Μαριάμ, ἐν τῇ σεπτῇ Εἰκόνι σου, ἐξ ἧς ἀναβλύζει ἡ χάρις σου.

Θραῦσον τὰ φρυάγματα τῶν δυσμενῶν, πολεμίων Μῆτερ Παντάνασσα, παρεχομένη, τὴν εἰρήνην ταῖς ψυχαῖς, τῶν προστρεχόντων δούλων σου, τῇ χαριτοβρύτῳ Εἰκόνι σου.

Ὠιδὴ ε΄. Ὁ Εἱρμός.

Ε᾽ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου˙ σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Τροπάρια.

Ι᾽δού σοι προστρέχομεν, καρδίας ὑποκλίνοντες, γόνατα τῇ θείᾳ σου Εἰκόνι, καὶ ἐκβοῶμεν, ἐν κατανύξει ψυχῆς˙ Παντάνασσα λύτρωσαι ἡμᾶς, τοὺς εἰς σὲ ἐλπίζοντας, τῶν παθῶν τῆς χειρώσεως.

Τῷ πνεύματι χαίροντες, Παντάνασσαν ὑπέρλαμπρον, καὶ δεδοξασμένην σε καλοῦμεν, καὶ τῷ Ναῷ σου, σπεύδοντες πόθῳ ψυχῆς, κόρον οὐ λαμβάνομεν Ἁγνή, ἐξυμνεῖν τὰ θαύματα, ἃ ἐργάζῃ ἑκάστοτε.

Γενέσθω ἀπόρθητον, τεῖχος ἀκαταμάχητον, ἡ χάρις τῆς θείας σου Εἰκόνος, ἀποσοβοῦσα, τοῦ ἀρχεκάκου ἐχθροῦ, τὰς ἐφόδους Δέσποινα Ἁγνή, καὶ λαόν σου σῴζουσα, ἁμαρτίας χειρώσεως.

Τὰ τραύματα ἴασαι, τῆς ταπεινῆς καρδίας μου, καὶ παῦσον τοῦ σώματος τὰ ἄλγη, τῶν οἰκτιρμῶν σου, τὰς σωτηρίους πηγάς, Παντάνασσα Μῆτερ Ἀγαθή, συμπαθῶς ἐκβλύζουσα, ἐκ τῆς θείας Εἰκόνος σου.

Ὠιδή στ´. Ὁ Εἱρμὸς.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Τροπάρια.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τῆς Εἰκόνος σου, Μῆτερ Παντάνασσα, τὴν πρὸς ἡμᾶς σου χρηστότητα, πιστῶς ὑμνολογοῦντες, σὲ μακαρίζομεν.

Τὸ πρόσωπόν σου Παντάνασσα, πιστῶς κατὰ Δαβὶδ λιτανεύοντες, ἀναβοῶμέν σοι˙ Φύλαττε, σκέπε, διάσῳζε, τοὺς ἀφορῶντας Μῆτερ, τῇ ἀντιλήψει σου.

Ι᾽σχύος πύργος καὶ ἔπαλξις, ὑπάρχει τῆς Μορφῆς σου τὸ τίμιον, Ἁγνὴ ἐκτύπωμα, ᾧ εὐσεβῶς καταφεύγοντες, ἐπιδρομῆς κινδύνων, διασῳζόμεθα.

Α᾽γαλλιᾶται ἡ Μάνδρα σου, ἐνθέως καυχωμένη τῇ κλήσει σου, Ἁγνὴ Παντάνασσα, καὶ εὐλαβῶς μακαρίζει σε, τὰς δωρεὰς τρυγῶσα, τῆς προστασίας σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Παντανάσσης τῇ σεπτῇ Εἰκόνι σήμερον,
μετ᾿ εὐλαβείας οἱ πιστοὶ δεῦτε προσπέσωμεν,
ἀνυμνοῦντες τῆς Παρθένου τὰ μεγαλεῖα·
ὡς ἀκένωτος πηγὴ γὰρ θείας χάριτος,
ἀναβλύζει ἀγαθῶν ῥεῖθρον σωτήριον,
τοῖς κραυγάζουσι· Χαῖρε πάντων βοήθεια.

Ὁ Οἶκος.

Ω῾ς ἁγίασμα θεῖον, ἔχουσα ἡ Μονή σου, Εἰκόνα σου τὴν πάνσεπτον Μῆτερ, ταύτῃ προσπίπτει εὐλαβῶς, καὶ ἐξ αὐτῆς χορηγίας Παντάνασσα, τῶν ὑπὲρ νοῦν σου δωρεῶν, λαμβάνουσα ἀνακραυγάζει·
Χαῖρε, τὸ σκεῦος τῶν χαρισμάτων·
χαῖρε, τὸ πέλαγος τῶν θαυμάτων.
Χαῖρε, ἡ τὸν Κτίστην τοῦ κόσμου κυήσασα·
χαῖρε, ἡ ἀνθρώπους τῆς πλάνης λυτρώσασα.
Χαῖρε, καύχημα σεβάσμιον ποίμνης σου τῆς εὐσεβοῦς·
χαῖρε, στήριγμα ἀκλόνητον Μάνδρας σου τῆς εὐαγοῦς.
Χαῖρε, ὅτι ἐλαύνεις χαλεπὰς ἀσθενείας·
χαῖρε, ὅτι ἰᾶσαι τὰς δεινὰς ἀμπλακίας.
Χαῖρε, Θεοῦ ὁ θρόνος ὁ ἔκλαμπρος.
χαῖρε, Χριστοῦ ἡ Μήτηρ ἡ πάγκαλος.
Χαῖρε, πιστῶν πρὸς Θεὸν μεσιτεία·
χαῖρε, ἡμῶν θαυμαστὴ προστασία.
Χαῖρε πάντων βοήθεια.

Μηνολόγιον.

Τῇ Β΄ τοῦ αὐτοῦ μηνὸς (Ἰουλίου), Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Παντανάσσης».

Στίχοι.
Τῆς Παντανάσσης ἡ Εἰκὼν ἀναβλύζει,
Ῥεῖθρα θαυμάτων δαψιλῶς τοῖς νοσοῦσι.
Δευτερίῃ Παντανάσσῃ Κούρῃ πιστῶς ἀείδῳ.

Συναξάριον.

Ἡ ἁγία αὕτη καὶ χαριτόβρυτος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας Εἰκὼν, ἱστορηθεῖσα ὑπὸ χειρῶν εὐσεβῶν κατὰ τὸν ιζ’ αἰῶνα, εὑρίσκεται ἀπὸ τοῦ ἔτους 1990 ἐν τῇ Μεγίστη Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου, τῇ ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθωνος, μεγάλως τιμωμένη ὑπὸ τῶν Μοναχῶν αὐτῆς καὶ θαύματα ἀναπηγάζουσα τοῖς ἐν πίστει προσερχομένοις. Ἀντίτυπον δὲ αὐτῆς ἐκτήσατο ὡς θησαύρισμα πολύτιμον καὶ ἡ τῶν Ῥοδίων νῆσος, φυλασσόμενον ἐν τῇ φερωνύμῳ Ἱερᾷ Μονῇ, ἔνθα καὶ ἡ Σύναξις αὐτῆς ἐτησίως ἐπιτελεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.

Στίχοι.
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις,
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοΐντου.

Στίχοι.
Θλασθεὶς σκέλη Κοΐντος, ἐῤῥώσθη πάλιν,
Στεφθήσεται πλὴν καὶ θανὼν κοινῷ τέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Στίχοι.
Μνήμην γεραίρω τὴν Ἰουβεναλίου,
Οὗ μνῆμα θεῖον ἡ Παλαιστίνη φέρει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ΄. Ὁ Εἱρμός.

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον˙ Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τροπάρια.

Τὸ Ἐκτύπωμα, Μορφῆς τῆς παναχράντου σου, ἐκφαίνει ἅπασι, τὴν μητρικήν σου στοργήν, Παρθένε Παντάνασσα, ἧς τὰ χαρίσματα, ἀπολαύουσα, ἡ ποίμνη σου κηρύττει σε, ὀρθοδόξως Θεοτόκον.

Ω῾ς τὸν Ἄνακτα, κυήσασαν τῆς κτίσεως, δι᾿ ἀγαθότητα, σὲ οἱ πιστοὶ προσφυῶς, καλοῦμεν Παντάνασσαν, Θεοχαρίτωτε, καὶ αἰτοῦμέν σε, προστάτιν καὶ ὑπέρμαχον, ἀκαταίσχυντον ἐν βίῳ.

Α᾿ντιλήψεως, τρυγῶντες τῆς ἀφάτου σου, Ἁγνὴ Παντάνασσα, τὰς ὑπὲρ νοῦν δωρεάς, καὶ πλούτῳ τερπόμενοι, τῶν θαυμασίων σου, μεγαλύνομεν, τὸν ἐξ ἁγνῶν αἱμάτων σου, δι᾿ ἡμᾶς σωματωθέντα.

Υ῾περύμνητε, Παντάνασσα Θεόνυμφε, τοὺς καταφεύγοντας, τῇ σῇ Εἰκόνι πιστῶς, ἱλέῳ σου ὄμματι, βλέψον ὡς εὔσπλαγχνος, καὶ διάσωσον, ἀπὸ κινδύνων Ἄχραντε, τῇ θερμῇ σου προστασίᾳ.

Ὠιδὴ η΄. Ὁ Εἱρμός.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Μνήμην ἱερὰν ἐπιτελοῦντες, Παντάνασσα Θεοτόκε τῆς Εἰκόνος σου, τῇ Μονῇ σου σπεύδομεν, καὶ παρακαλοῦμέν σε· Ἐν εὐμενείᾳ ἔπιδε, ἐπὶ τοὺς δούλους σου, κινδύνων πολυτρόπων καὶ νόσων, τούτους λυτρουμένη, τῇ σῇ ἐπιστασίᾳ.

Ρ῾όδον ὡς τερπνὸν ἀρωματίζει, Παντάνασσα Θεοτόκε τὴν Ῥοδόνησον, τὸ λαμπρὸν ἀντίτυπον, τῆς σεπτῆς Εἰκόνος σου, ἐπιφοιτήσει κρείττονι, τῆς συμπαθείας σου· διὸ καὶ εὐλαβῶς τῇ Μονῇ σου, προστρέχει ὑμνοῦσα, θαυμάτων σου τὰ πλήθη.

Στόματι λαμπρῷ ὁμολογοῦμεν, τὴν χάριν σου τὴν ἁγίαν ὦ Παντάνασσα, ἧς ἐπιτυγχάνοντες, πλούτῳ εὐσπλαχνίας σου, τῶν πειρασμῶν ῥυόμεθα, καὶ πάσης θλίψεως, καὶ νόσων τῶν κατ᾿ ἄμφω Παρθένε· ὅθεν σε ὑμνοῦμεν, τὴν Κεχαριτωμένην.

Ε῎σο ἀρωγὸς ἐν ταῖς ἀνάγκαις, Παρθένε καὶ ἐν κινδύνοις καταφύγιον, τῶν ἀθλίων δούλων σου, τῇ ἐπικουρίᾳ σου, αὐτοῖς ἀναβλυστάνουσα, ἐκ τῆς Εἰκόνος σου, Παντάνασσα Ἁγία Παρθένε, τὸ σωτηριῶδες, τῶν ἀγαθῶν σου ῥεῖθρον.

Ὠιδὴ θ΄. Ὁ Εἱρμός.

Α῞πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω˙ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Τροπάρια.

Λάμπει μυστικῶς, Παρθένε ἡ χάρις σου, ἐν τῇ Εἰκόνι σου, καὶ ἐκεῖθεν Ἄχραντε, ἐξανατέλλει, καταπυρσεύουσα, τοὺς προσκυνοῦντας Δέσποινα, τὸν θεῖον τόκον σου, καὶ βοῶντας· χαίροις παμμακάριστε, Θεοτόκε Μαρία Παντάνασσα.

Λύχνος φαεινός, Εἰκών σου ἡ πάνσεπτος, ὑπάρχει Ἄχραντε, ἐν Ναῷ ἁγίῳ σου, ὡς ἐν λυχνίᾳ, ἐνθέως λάμπουσα, καὶ πρόσωπα φωτίζουσα, τῶν προστρεχόντων σοι, καὶ βοώντων· χαίροις παμμακάριστε, Θεοτόκε Μαρία Παντάνασσα.

Ο῞ρμον γαληνόν, τὸν ἅγιον οἶκον σου, Παρθένε ἔχοντες, ἐν αὐτῷ προσφεύγομεν, οἱ ἐν θαλάσσῃ, Ἁγνὴ Παντάνασσα, τοῦ βίου κινδυνεύοντες, καὶ τῇ Εἰκόνι σου, τῇ ἁγία, εὐλαβῶς προσπίπτοντες, ἀνυμνοῦμεν Παρθένε τὴν δόξαν σου.

Υ῞μνοις εὐλαβῶς, Παρθένε Παντάνασσα, σὲ μακαρίζομεν, καὶ ἀναβοῶμέν σοι˙ Ἀπὸ κινδύνων, καὶ πάσης θλίψεως, διάσῳζε ὡς εὔσπλαγχνος, ταύτην τὴν ποίμνην σου, κεκτημένην, Μῆτερ τὴν Εἰκόνα σου, ὡς πηγὴν μυστικὴν ἁγιάσματος.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Προσέλθωμεν χορεύοντες, τῷ Ναῷ τῆς Παρθένου, ἐν ᾧ αὐτῆς ἐνίδρυται, ὡς ἐν θρόνῳ ἁγίῳ, Εἰκὼν ἡ τιμιωτάτῃ, καὶ βοήσωμεν πάντες˙ Χαῖρε Ἁγνὴ Παντάνασσα, προστασία τοῦ κόσμου, καὶ τῶν πιστῶν, σκέπη καὶ ἀντίληψις γλυκυτάτη˙ σῷζε ἡμᾶς πρεσβείαις σου, τοὺς εἰς σὲ πεποιθότας.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Α᾽γαλλιᾶται ἡ Ῥόδος, ἐκ τῆς Εἰκόνος σου Ἁγνὴ, Παντάνασσα καρπουμένη, τὰς πολλαπλάς σου δωρεάς, καὶ τῇ Μονῇ σου προστρέχει, τὸν τόκον σου ἀνυμνοῦσα.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ε῎δωκας τῇ ποίμνῃ σου, Θεοκυῆτορ Παντάνασσα, τὴν ἁγίαν Εἰκόνα σου, κειμήλιον ἔνθεον, τῆς χρηστότητός σου, καὶ τίμιον σκεῦος, τῶν μητρικῶν σου ἀγαθῶν, ᾗ μετὰ δέους Ἁγνὴ προσπίπτοντες, δοξάζομεν οἱ δοῦλοί σου, τὸν ἀκατάληπτον τόκον σου, δι᾿ οὗ πάντες ἐῤῥύσθημεν, τῆς πικρᾶς παραβάσεως.

Μάνδρα ἡ φερώνυμος, ἡ τὴν ἁγίαν Εἰκόνα σου, ὥσπερ πλοῦτον κατέχουσα, ἀγάλλεται σήμερον, καὶ πανηγυρίζει, Παντάνασσα Μῆτερ, Θεοκυῆτορ Μαριάμ, καὶ εὐχαρίστως ἀνακραυγάζει σοι· Τῇ ῥάβδῳ τῆς προνοίας σου, τὴν ἐκλογάδα σου Δέσποινα, πρὸς νομὴν τὴν οὐράνιον, ἀσφαλῶς καθοδήγησον.

Ρ῾εῖθρα τῶν ἰάσεων, ἀναπηγάζει ἑκάστοτε, ἡ Εἰκών σου Παντάνασσα, ψυχῶν θεραπεύουσα, καὶ σωμάτων νόσους· διὸ προσελθόντες, ἐν τῷ πανσέπτῳ σου Ναῷ, τὰ μεγαλεῖά σου διηγούμεθα, καὶ δόξαν σου κηρύττομεν, τὴν ἀτελεύτητον Ἄχραντε, εὐλαβῶς ἐξαιτούμενοι, τὴν θερμήν σου ἀντίληψιν.

Ποίμνην τὴν τιμῶσάν σε, καὶ καυχωμένην τῇ δόξῃ σου, Θεοτόκε Παντάνασσα, Εἰκόνος ἁγίας σου, χάριτι Παρθένε, σκέπεις καὶ φυλάττεις, καὶ διασῴζεις ἀληθῶς, ἀπὸ κινδύνων καὶ περιστάσεων· διό σε μακαρίζουσα, ἀξιοχρέως ἐν ᾄσμασι, χαῖρε πάντοτε κράζει σοι, τοῦ Θεοῦ τὸ παλάτιον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Δεῦτε πάντες πιστοί, τὴν Παντάνασσαν Παρθένον, εὐσεβῶς μακαρίσωμεν, καὶ τὴν ἁγίαν Εἰκόνα αὐτῆς, ἐν κατανύξει τιμήσωμεν˙ ἰδοὺ γὰρ πρόκειται ἡμῖν, τῆς δεδομένης αὐτῇ ἀξίας, τὴν χάριν μυστικῶς ἐκφαίνουσα, καὶ ἀπελαύνουσα τὰς νόσους ἐξ ἀνθρώπων, τῶν προστρεχόντων αὐτῇ, καὶ ἐκ πίστεως ἀναβοῶσι˙ Χαῖρε Κεχαριτωμένη, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε, μετὰ σοῦ ὁ Κύριος˙ Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, Χριστὸς ὁ φιλάνθρωπος Κύριος˙ ᾧ πρέσβευε ἐκτενῶς, ἐν μητρικῇ παῤῥησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνα, Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ ιε΄ τοῦ Αὐγούστου Μηνός.

Κοινωνικόν.

Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Μεγαλυνάριον.

Δεῦτε Παντανάσσης τὴν ἱεράν, Εἰκόνα ἐν πίστει, ἀσπασώμεθα ἀδελφοί˙ βρύει γὰρ θαυμάτων, τὰ ῥεῖθρα ἀενάως, παθῶν τὰς βορβορώδεις, πηγὰς ξηραίνουσα.

Στίχοι.
Ἄχραντε Παντάνασσα κινδύνων ῥῦσαι,
Κύριλλον προσπίπτοντα τῇ σῇ Εἰκόνι.

 

 

 

Share: