Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Ακολουθία (Παναγία Τσαμπίκα)

 

ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΗΝ ΑΝΑΜΝΗΣΙΝ ΤΗΣ ΕΛΕΥΣΕΩΣ ΚΑΙ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΤΣΑΜΠΙΚΑΣ».

Ψαλλομένη τῇ Κυριακῇ τῆς Σταυροπροσκυνήσεως

Ποιηθεῖσα
ὑπὸ τοῦ Μητροπολίτου Ρόδου Κυρίλλου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ΄, τοῦ Τιμίου Σταυροῦ γ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου γ΄, τὰ κάτωθι.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἡ τιμία Εἰκών, τῆς Ἁγνῆς Θεόπαιδος, ἐκ Κύπρου ὧδε φρικτῶς, πάλαι ἐλήλυθε. Χορεύσωμεν ἀδελφοί, πανηγυρίζοντες ταύτης τὴν ἔλευσιν, καὶ χάριτος ἐξ αὐτῆς, τὰς δωρεὰς ἀπαντλοῦντες βοήσωμεν· Κεχαριτωμένη χαῖρε, Τσαμπίκα Πανάχραντε, τῶν Ῥοδίων τὸ κλέος, καὶ πιστῶν τὸ καταφύγιον.

Βαβαὶ τῆς σῆς εὐδοκίας Ἁγνή! σὺ γὰρ ἐκ τῆς Κύπρου, ἡμῖν παραγέγονας, Βασίλισσα ὡς τερπνή, ἐν τῇ Εἰκόνι σου, καὶ θρόνον σου ὑψηλόν, ἐκλεξαμένη τὸ ὄρος Ζαμβύκιον, θαυμάτων σου ἐξ αὐτοῦ, ἐξανατέλεις τὸ φέγγος τοῖς κράζουσι· Κεχαριτωμένη χαῖρε, Τσαμπίκα Μητρόθεε, Ὀρθοδόξων ἡ σκέπη, καὶ Ῥοδίων τὸ προπύργιον.

Τῆς σῆς Εἰκόνος τὴν ἔλευσιν, ἐν ἀγαλλιάσει, Μῆτερ ἑορτάζοντες, κηρύττομεν οἱ πιστοί, τὰ μεγαλεῖά σου· πηγάζεις γὰρ ἐξ αὐτῆς, ὡς ἐκ πηγῆς ζωηφόρου τὰ νάματα, θαυμάτων σου τῶν φρικτῶν, πρὸς εὐφροσύνην ἡμῶν τῶν βοώντων σοι· Κεχαριτωμένη χαῖρε, Τσαμπίκα Θεόνυμφε, ἡ τῆς Ῥόδου προστάτις, καὶ ἀνθρώπων ἡ ἀντίληψις.

Δόξα. Ἦχος γ΄.

Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιον Σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ δακτύλους αἱματώσας, τοῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν· ἀλλ᾿ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς Παντοδύναμος.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ τυχόντος ἤχου ἐκ τῆς Ὀκτωήχου.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄, 27-μδ΄, 4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄, 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Εὐφραίνονται ἐν Κυρίῳ, οἱ εὐθεῖς τῇ καρδίᾳ, Θεοκυῆτορ Τσαμπίκα Ὑπερένδοξε, ἐν τῷ ναῷ τῆς δόξης σου συνελθόντες, καὶ τῆς Εἰκόνος σου τὴν ἔλευσιν ἑορτάζοντες· ἀπαύστως γὰρ ἐξ αὐτῆς, τὰς διαδόσεις ἐφαπλοῖς τῶν χαρίτων σου, τοῖς εὐσεβῶς ἀναβοῶσι· Χαῖρε, ὦ Κυρία Θεοτόκε, δι᾿ ἧς ὁ κόσμος σήμερον, τὸν ἰαματοποιὸν Σταυρὸν προσκυνεῖ, ἐν ᾧ ὁ Υἱός σου τὰς χεῖρας ἁπλώσας, σωτηρίαν ἐν μέσῳ τῆς γῆς, δαυϊτικῶς εἰργάσατο. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τοῦ λαοῦ σου Πανάχραντε.

Ἦχος β΄.

Δεῦτε πάντες οἱ πιστοί, τῆς ἐγκρατείας τὸν καιρὸν μεσοπονήσαντες, τὸν Σταυρὸν τὸν τίμιον προσκυνήσωμεν, καὶ τῆς Εἰκόνα τῆς Πανάγνου Μητρός, ἐν φόβῳ καὶ χαρᾷ ἀσπασώμεθα· ἐλήλυθε γὰρ πάλαι θαυμαστῶς, ἐκ τῆς Κύπρου ἀεροβάμων ἡμῖν, ἁγιασμοῦ δωρεὰς κομίζουσα· ὧν μυστικῶς τὰς ἐκφάνσεις δεχόμενοι, τὴν χάριν ὁμολογοῦμεν, καὶ τὴν εὐεργεσίαν κηρύττομεν ψάλλοντες· Χαῖρε Κεχαριτωμένη, Θεοτόκε Τσαμπίκα Ἀειπάρθενε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος δ΄.

Σήμερον τῶν ἡμερῶν τῆς Νηστείας, ἡ μεσότης ἐφέστηκε, τοῦ Σταυροῦ τὸ πανάγιον ξύλον, εἰς προσκύνησιν φέρουσα. Δεῦτε οὖν φαιδρῷ τῷ προσώπῳ, χορεύσωμεν φιλέορτοι, οὐ μόνον τὸν Σταυρὸν προσκυνοῦντες, ἀλλὰ καὶ τὴν τιμίαν Εἰκόνα τῆς Παρθένου, ἐν κατανύξει ἀσπαζόμενοι· ἀεροδρόμος γὰρ ἡμῖν ποτὲ παραγενομένη, καὶ εἰς περίοπτον καθέδραν ἑαυτῆς, τοῦτο τὸ ὄρος ἐκλεξαμένη, ἐν πλείστοις τεκμηρίοις καὶ θαυμάτων ἐνεργείας, εὐεργετεῖ τοὺς κραυγάζοντας· Χαῖρε Κεχαριτωμένη, Τσαμπίκα Μῆτερ Ἀειπάρθενε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τῆς Πανάγνου, καὶ εἰσέλθωμεν ἐν Ναῷ ἁγίῳ, τῆς Ἀειπαρθένου Μητρὸς τοῦ Θεοῦ, ἔνθα ἡ τιμία αὐτῆς Εἰκὼν ἀποκειμένη, τῷ φωτὶ τῶν θαυμάτων ἀπαστράπτει, καὶ φωτίζει τὰς ψυχάς, τῶν εὐλαβῶς σὺν τῷ Ἀγγέλῳ ἀναβοώντων· Χαῖρε Κεχαριτωμένη, Τσαμπίκα Κυρία Ὑπερένδοξε, ὁ Κύριος μετὰ σοῦ, ὁ ἐνανθρωπήσας Λόγος τοῦ Πατρός, ὁ διὰ Σταυροῦ τοῖς ἀνθρώποις, τὴν σωτηρίαν δωρησάμενος, καὶ ταῖς πρεσβείας σου παρέχων ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός.

Ο῾ρῶσά σε ἡ κτίσις ἅπασα, ἐπὶ Σταυροῦ γυμνὸν κρεμάμενον, τὸν Δημιουργὸν καὶ Κτίστην τῶν ἁπάντων, ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο· ὁ ἥλιος δὲ τὸ φῶς συνέστειλε, καὶ ἡ γῆ ἐκυμαίνετο· πέτραι δὲ ἐσχίζοντο, καὶ Ναοῦ φαιδρότης διεῤῥήγνυτο· νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων, καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐξίσταντο λέγουσαι· ῍Ω τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων, διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, τὰ κατ᾿ Ἀλφάβητον Ἀναστάσιμα μετὰ τῶν Στίχων αὐτῶν.

Δόξα. Ἦχος δ΄.

Θεοτόκε Ἀειπάρθενε, ὡς Βασίλισσα πεποικιλμένη, ἐν τῇ τιμίᾳ Εἰκόνι σου, ἐκ τῆς Κύπρου τῇ Ῥόδῳ ἐπεδήμησας, καὶ τὸ ἅγιον τοῦτον ὄρος, ᾑρετίσω εἰς θρόνον σου περίοπτον· ὃ καὶ ἐμφανὲς τοῖς πᾶσιν ἐποίησας, τῇ ἀστραπτούσῃ ἐκεῖθεν αἴγλῃ, τῶν ὑπὲρ νοῦν ἀπείρων θαυμασίων σου. Ὅθεν σήμερον οἱ πιστοί, εἰς αὐτὸ ἀναβάντες, καὶ ἐν Ναῷ ἁγίῳ σου ἑστῶτες, τὰ μεγαλεῖά σου διηγούμεθα, δαυϊτικῶς ἀναβοῶντες· Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ἀλλ᾿ ὦ Θεονύμφευτε, Κυρία Τσαμπίκα Ὑπερένδοξε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων ἐν πίστει, τὴν ἑόρτιον σου Σύναξιν.

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός.

Ο῾ συμμαχήσας Κύριε, τῷ πρᾳοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ, κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν· δεῖξον Εὔσπλαγχνε, εἰς ἡμᾶς τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως, τῆς Ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ τυχόντος ἤχου. Δόξα, τοῦ Σταυροῦ· Σῶσον Κύριε τὸν λαόν σου... Καὶ νῦν. Τὸ κάτωθι τῆς Ὑπεραγίας Θεοτόκου.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ω῾ς οὐράνιον γέρας, ἐκ τῆς Κύπρου ἐφέστηκε, πάλαι ἡ Εἰκών σου τῇ Ῥόδῳ, παραδόξως Θεόνυμφε, ἐκβλύζουσα θαυμάτων ποταμούς, καὶ χάριτος ἀεὶ τῶν δωρεῶν, διανέμουσα τὸν πλοῦτον τὸν μυστικόν, τοῖς πόθῳ ἐκβοῶσί σοι· Δόξα τῇ εὐδοκίᾳ σου Ἁγνή· δόξα τοῖς θαυμασίοις σου· δόξα τῇ θαυμαστῇ περὶ ἡμᾶς, Τσαμπίκα προνοίᾳ σου.

Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.

Κρήνην ἔχουσα, τῶν δωρεῶν σου, τὴν Εἰκόνα σου, ἡ νῆσος Ῥόδος, Θεοτόκε Τσαμπίκα γεραίρει σε, καὶ καυχωμένη ἐνθέως σοῖς θαύμασι, τὸν ἀσπασμὸν τοῦ Ἀγγέλου προσᾴδει σοι, Χαῖρε κράζουσα, Παρθένε Θεοχαρίτωτε, λαοῦ τοῦ χριστωνύμου τὸ διάσωσμα.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, τὰ Ἀναστάσιμα Καθίσματα τοῦ τυχόντος ἤχου. Εἰς τὸ Καὶ νῦν, ἀντὶ τοῦ Θεοτοκίου αὐτῶν ψάλλομεν τὸ κάτωθι τῆς Ὑπεραγίας Θεοτόκου.

Ἦχος α΄. Τὸν τάφον σου.

Ο῾ρῶντες οἱ πιστοί, ἐν Εἰκόνι σου θείᾳ, ἐκλάμπουσα φαιδρῶς, τὴν ἁγίαν μορφήν σου, Τσαμπίκα Ἀειπάρθενε, εὐφροσύνης πληρούμεθα, καὶ προσάγομεν, τῇ εὐδοκίᾳ σου αἶνον, μεγαλύνοντες, τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους, ἀπόῤῥητον τόκον σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, τὰ Ἀναστάσιμα Καθίσματα τοῦ τυχόντος ἤχου. Εἰς τὸ Καὶ νῦν, ἀντὶ τοῦ Θεοτοκίου αὐτῶν ψάλλομεν τὸ κάτωθι τῆς Ὑπεραγίας Θεοτόκου.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Εἰκών σου ἡ πάντιμος, ἀπὸ τῆς Κύπρου ἡμῖν, φρικτῶς ἐπεδήμησε, τῇ ἐπινεύσει τῇ σῇ, Τσαμπίκα Θεόνυμφε, βλύζουσα ἀενάως, τὰς πηγὰς τῶν θαυμάτων, πᾶσι τοῖς προσιοῦσι, καὶ πιστῶς ἐκβοῶσι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς Εἰκόνος σου Μῆτερ τῆς θαυμαστῆς, ἐν ψυχῆς κατανύξει οἱ εὐσεβεῖς, πιστῶς ἑορτάζομεν, τὴν παράδοξον ἔλευσιν, καὶ τὴν ἐν ὄρει τούτῳ, παράδοξον εὕρεσιν· ἐν γὰρ αὐτῇ Παρθένε, φρικτῶς παραγέγονας, πάλαι ἐκ τῆς Κύπρου, τῶν Ῥοδίων τῇ νήσῳ, τὸν πλοῦτον τῆς θείας σου, διανέμουσα χάριτος, τοῖς ἐκ πόθου βοῶσί σοι· Χαῖρε Θεοτόκε Ἁγνή, Παναγία Τσαμπίκα Πανάχραντε, ἡ βοήθεια πάντων, τῶν πίστει ὑμνούντων σε.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς

Ε᾿ν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν· τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες προσκυνούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκος αὐτοῦ.

Οἱ Ἀναβαθμοὶ τοῦ ἤχου καὶ τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. Μετὰ δὲ τό, Ἀνάστασιν Χριστοῦ, καὶ τὸν Ν΄ ψάλλομεν τὰ Ἰδιόμελα τοῦ Τριῳδίου. Εἶτα οἱ Κανόνες· Ὁ Ἀναστάσιμος, ὁ Σταυροαναστάσιμος, τοῦ Τιμίου Σταυροῦ ἐκ τοῦ Τριῳδίου καὶ ὁ ἐφεξῆς Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Η῾μέρα ἑόρτιος, τῆς παραδόξου ἐλεύσεως, τῆς θείας Εἰκόνος σου, ἐπέστη Μῆτερ ἡμῖν, τῶν χαρίτων σου, ἀστράπτουσα τῇ αἴγλῃ, καὶ πάντας φωτίζουσα, τοὺς προσιόντας σοι.

Ω῾ς ἄνασσα ἔνδοξος, ὑπερφυῶς ἐπεδήμησας, τῇ θείᾳ Εἰκόνι σου, τῇ Ῥόδῳ Μῆτερ Ἁγνή, ἥτις σήμερον, λαμπρῶς εὐφραινομένη, κηρύττει τοῖς πέρασι, τὰ μεγαλεῖά σου.

Βαβαὶ Θεονύμφευτε, τῆς θαυμαστῆς εὐδοκίας σου! σὺ γὰρ τὴν Εἰκόνα σου, τοῖς ἀναξίοις ἡμῖν, ὡς ἀστείρευτον, ἀνέδειξας Τσαμπίκα, πηγὴν ἀναβλύζουσαν, θαυμάτων νάματα.

Καρδίας καθάρωμεν, καὶ τῇ Εἰκόνι προσπέσωμεν, πιστοὶ τῆς Θεόπαιδος, ἀναβοῶντες αὐτῇ· Χαῖρε Ἄχραντε, Πανύμνητε Τσαμπίκα, τῆς Ῥόδου τὸ καύχημα, καὶ τὸ κραταίωμα.

Ὠιδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Η῾μέρα ὑπέρλαμπρος ἐφάνη, Τσαμπίκα Πανάχραντε ἡμῖν, ἡ μνήμη τῆς ἐλεύσεως, τῆς θαυμαστῆς Εἰκόνος σου, δι᾿ ἧς ἐκφαίνεις πάντοτε, τὴν πρὸς ἡμᾶς προστασίαν σου.

Ω῍ θαῦμα παράδοξον Τσαμπίκα! Εἰκών σου γὰρ ἦλθεν ἡ σεπτή, ἐπὶ πτερύγων Δέσποινα, ἀνέμων ἁγιάζουσα, ἀέρα, γῆν καὶ θάλασσαν, καὶ τὰς ψυχὰς τῶν τιμώντων σε.

Χαρίτων δαψίλειαν ἐκβλύζει, Εἰκών σου ἡ πάνσεπτος ἀεί, Τσαμπίκα Μῆτερ Ἄχραντε, πνευματικῶς εὐφραίνουσα, τοὺς ᾄδοντας τῇ δόξῃ σου, μετ᾿ εὐλαβείας τὸν ἔπαινον.

Υ῾μνοῦντες τὴν ἔλευσιν Παρθένε, Εἰκόνος τῆς θείας σου πιστῶς, τὰ ἄπειρα σου θαύματα, δοξολογοῦμεν κράζοντες· Χαῖρε Τσαμπίκα Δέσποινα, τῶν εὐσεβῶν παραμύθιον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ε῾ορτὴ ὑπέρλαμπρος, ἡμῖν ἐπέστη, τῆς σεπτῆς Εἰκόνος σου, ἡ ξένη ἔλευσις Ἁγνή, χαρᾶς πληροῦσα τοὺς κράζοντας· Χαῖρε Τσαμπίκα, ἡ πάντων βοήθεια.

Ὁ Οἶκος.

Πῶς μὴ θαυμάσωμεν Ἁγνή, τὴν πρόνοιαν σου πρὸς ἡμᾶς, καὶ τὴν πολλήν ἀγαθότητα; ἐν γὰρ τῇ θαυμασίᾳ Εἰκόνι σου, ἐκ τῇ Κυπρονήσου ποτὲ ἐπιδημήσασα, τοῦτον τὸ ὄρος ἐξελέξω, εἰς καθέδραν τῆς δόξης σου περίοπτον, ἐν αὐτῷ ὡς ἄνασσα τοῖς θαύμασι διαλάμπουσα, καὶ παρέχουσα ἰάματα, τοῖς ἐκ πίστεως προσερχομένοις. Διό σήμερον ἐν αὐτῷ συναθροισθέντες, τὰ μεγαλεῖᾳ σου ἐν ἀγαλλιάσει διηγούμεθα, καὶ ἱκετηρίαν σοι προσάγομεν λέγοντες· Θεοτόκε Ὑπερύμνητε, σκέπη καὶ προστασία καὶ παράκλησις, τοῖς τὸ γλυκύ σου ὄνομα φωνοῦσι, γενηθήτω ἡ οὐράνιος χάρις σου, καὶ ἔσο πάντοτε μεθ᾿ ἡμῶν, τῶν εἰς σὲ τὴν ἐλπίδα ἐχόντων, καὶ ἐν χαρᾷ ἐκβοώντων σοι· Χαῖρε Τσαμπίκα, ἡ πάντων βοήθεια.

Εἶτα ψάλλομεν τὰ ἐν τῷ Τριῳδίῳ Σταυρώσιμα Καθίσματα, ἀντὶ δὲ τοῦ Θεοτοκίου αὐτῶν, εἰς τὸ, Καὶ νῦν, τὸ κάτωθι τῆς Ὑπεραγίας Θεοτόκου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου οἱ πιστοὶ τῇ Εἰκόνι, δεῦτε προσπέσωμεν, αὐτῇ ἐκβοῶντες· Τσαμπίκα Ὑπερένδοξε, Κυρία Ἀγαθή, ὡς ποτὲ ηὐδόκησας, ἐν τῇ Ῥόδῳ γενέσθαι, ταύτην περισκέπουσα, εἰς αἰῶνας μὴ παύσῃ· σὺ γὰρ αὐτῆς ὑπάρχεις ἀληθῶς, ἐν τοῖς κινδύνοις ἐλπὶς καὶ βοήθεια.

Ὠιδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Α᾿εροδρομήσασα Μῆτερ Ἁγνή, πάλαι ἡ Εἰκών σου ἐφέστηκε, τῇ Ῥοδονήσῳ, ἐν ᾗ μένει τοῖς πιστοῖς, τὸν γλυκασμὸν σταλάζουσα, τῆς ὑπερφυοῦς σου χρηστότητος.

Δρόμον διανύσασα ἡ σὴ Εἰκών, ἐπὶ τοῦ ἀέρος παράδοξον, ᾧδε ἀφίχθη, καὶ ἐδόθη τοῖς πιστοῖς, ὡς θησαυρὸς οὐράνιος, Κόρη τῆς θερμῆς εὐσπλαγχνίας σου

Χαίρουσι τῇ δόξῃ σου οἱ οὐρανοί, Ῥόδος δὲ ἡ νῆσος ἀγάλλεται, τῇ σῇ Εἰκόνι σου, καρπουμένη ἐξ αὐτῆς, τῆς μητρικῆς εὐνοίας σου, δόσεις ὦ Τσαμπίκα τὰς κρείττονας.

Ρ῾ῦσαι πάσης θλίψεως ὡς ἀγαθή, πάσης συμφορᾶς καὶ κακώσεως, τοὺς προσκυνοῦντας, τὴν Εἰκόνα σου πιστῶς, ὡς ἐκμαγεῖον τίμιον, Ἄχραντε Τσαμπίκα τῆς δόξης σου.

Ὠιδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Τρισσάκις Πανάχραντε, Εἰκών σου ἡ ὑπέρτιμος, ἐν τῇ κυπαρίσσῳ εὑρεθεῖσα, ἔπλησε θάμβους, τοὺς εὐσεβεῖς καὶ χαρᾶς, οἵτινες ἐβόων σοι πιστῶς· Χαῖρε ἀγαλλίαμα, οἰκουμένης Πανύμνητε.

Ναόν σοι πανάγιον, οἱ εὐσεβεῖς ἀνήγειραν, ἐν τῇ κορυφῇ Μῆτερ τοῦ ὄρους, ἔνθα εὑρέθη, ἡ εὐαγής σου Εἰκών, ἐν ᾧ προσερχόμενοι ἡμεῖς, τὰς αἰτήσεις πάντοτε, ὦ Τσαμπίκα λαμβάνομεν.

Πῶς εἴπωμεν Δέσποινα, Τσαμπίκα οἱ ἀνάξιοι, τὴν περὶ ἡμᾶς σου εὐσπλαγχνίαν; χάριν γὰρ πᾶσι, βλύζεις καὶ ἔλεος, σήμερον ἐν πλούτῳ οἰκτιρμῶν, τοῖς πανηγυρίζουσι, σῆς Εἰκόνος τὴν ἔλευσιν.

Ι᾿άματα πάντοτε, οἷα πηγὴ ζωήῤῥυτος, Εἰκών σου ἡ πάντιμος ἐκβλύζει, νόσων παντοίων, ἀποκαθαίρουσα, Τσαμπίκα Κυρία ἀγαθή, τοὺς πιστῶς φωνοῦντάς σου, τὸ γλυκύτατον ὄνομα.

Ὠιδὴ στ΄. Τήν θείαν ταύτην.

Ω῾ς ξένη Μῆτερ ἐγένετο, ἡ ἔλευσις ἡμῖν τῆς Εἰκόνος σου! οὐρανοφοῖτις γάρ, ἀπὸ τῆς Κύπρου ἐφέστηκε, κηρύττουσα τὸ πλῆθος τῶν θαυμασίων σου.

Λαμπρύνεις Μῆτερ ἑκάστοτε, τῇ αἴγλῃ τοῦ ἁγίου προσώπου σου, τοὺς ἀτενίζοντας, δέει πολλῷ τὴν Εἰκόνα σου, ὡς σκήνωμα Τσαμπίκα τῆς θείας δόξης σου.

Ι᾿δοὺ σοὶ πόθῳ κραυγάζομεν, τὸ Χαῖρε τοῦ Ἀγγέλου οἱ δοῦλοι σου, Τσαμπίκα Ἄχραντε· σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, ἐκ πειρασμῶν τοῦ βίου καὶ περιστάσεων.

Λιμένα θεῖον ἀνέδειξας, Τσαμπίκα τὴν τιμίαν Εἰκόνα σου, τοῖς κινδυνεύουσιν, ἐν τρικυμίαις τῶν θλίψεων, καὶ τῶν δεινῶν σκανδάλων τοῦ πολεμήτορος.

Κοντάκιον καὶ Οἶκον ἐκ τοῦ Τριωδίου

Μηνολόγιον καὶ Συναξάριον τοῦ Μηναίου καὶ ἀκολούθως τοῦ Τριωδίου. Εἶτα τὸ παρόν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ἄγομεν τῆς ἐλεύσεως καὶ εὑρέσεως τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας τῆς ἐπονομαζομένης «Τσαμπίκας», ἥτις πάλαι ἐκ Κύπρου τῇ Ῥόδῳ παραδόξως παραγέγονε καὶ ἐν τῇ φερωνύμῳ Μονῇ, ἐγγὺς τῆς κωμοπόλεως τοῦ Ἀρχαγγέλου, τεθησαύρισται.

Στίχοι.
Πάλαι ἐκ Κύπρου ἡ Εἰκών σου Παρθένε,
Ἧκε τῇ Ῥόδῳ θαυμαστῶς δι᾿ ἀέρος.

Συναξάριον.

Αὕτη ἡ χαριτόβρυτος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας Εἰκών, ἐκ τῆς Κύπρου παραδόξως δι᾿ ἀέρος τῇ Ῥόδῳ ἐπιδημήσασα, εὑρέθη ὑπὸ τῶν εὐσεβῶν ἐν τῇ κορυφῇ τοῦ ἐγγὺς τῆς κωμοπόλεως τοῦ Ἀρχαγγέλου κειμένου ὄρους, τρόπῳ τοιῷδε. Ποιμὴν ποτέ, νύκτωρ ἀγραυλῶν ἐπὶ φυλακῇ τῆς ἑαυτοῦ ποίμνης ἐν τόπῳ καλουμένῳ παρὰ τῶν γηγενῶν «Ἀϊμαχί» παρετήρησεν ἐπὶ τῆς κορυφῆς τοῦ κατέναντι ὄρους τὴν ἔλλαμψιν ἀμυδροῦ τινός φωτός, ὅπερ ἐφαίνετο αὐτῷ καὶ κατὰ τὰς ἐπιοῦσας νύκτας. Ἐν ἀπορίᾳ δὲ οὗτος γενόμενος ἀνεκοίνωσε τοῖς συμπολίταις αὐτοῦ τὸ παράδοξον θέαμα, οἵτινες ἀναβάντες εἰς τὸ ὄρος εὗρον ἐπὶ τῶν κλάδων μιᾶς τῶν ἐκεῖ αὐτοφυῶν κυπαρίσσων τὴν Εἰκόνα τῆς Θεομήτορος ἔχουσαν ἔμπροσθεν αὐτῆς αἰωρουμένην κανδήλαν τινά, ἧς τὸ φῶς κατὰ τὰς προλαβοῦσας νύκτας ὁ εὐσεβὴς ἑώρα ποιμήν. Ἔκθαμβοι γενόμενοι τῷ παραδόξῳ τοῦ πράγματος προσεκύνησαν μετὰ δέους τὴν παναγίαν Εἰκόνα καὶ κατῆλθον διακηρύττοντες διαπρυσίως τὸ θαῦμα καὶ τὴν εὐδοκίαν τῆς Θεομήτορος.

Πληροφορηθέντες δὲ οἱ ἐν Κύπρῳ εὐσεβεῖς τὸ γενόμενον, ἦλθον ἐν Ῥόδῳ πρὸς ἀναζήτησιν τῆς Εἰκόνος, ἣν παραλαβόντες ἔφερον εἰς τὰ ἴδια. Ἀλλ᾿ οὐ μετὰ πολλὰς ἡμέρας ἡ τιμία Εἰκὼν τρόπῳ ὁμοίῳ παλινδρομήσασα εὑρέθη ἐν τῷ αὐτῷ τόπῳ, ἐπὶ τῶν κλάδων τῆς κυπαρίσσου, ὅπερ ἔτι ἅπαξ ἐπανελήφθη. Τότε, βεβαιωθέντες οἱ πιστοί, ὅτι ἡ Ὑπεραγία Θεοτόκος ᾑρετίσατο εἰς θρόνον ἑαυτῆς τὸ ὄρος ἐκεῖνον, ᾠκοδόμησαν ἐπὶ τῆς κορυφῆς αὐτοῦ ναόν, ἔνθα καὶ ἐθησαύρισαν τὴν πανυπέρτιμον αὐτῆς Εἰκόνα, ὅνπερ ἡ ἐκ τῆς ἱερᾶς Εἰκόνος ἀναβλύζουσα χάρις τῆς Ἀειπαρθένου Μητρὸς τοῦ Θεοῦ νέαν ἀνέδειξε τοῦ Σιλωάμ κολυμβήθρα, τῆς παλαιᾶς ἐκείνης πολλῷ μᾶλλον τιμιωτέραν, οὐχὶ ἕνα τῶν ἀσθενούντων ἅπαξ τοῦ ἐνιαυτοῦ θεραπεύουσα, ἀλλὰ πᾶσι τοῖς μετὰ πίστεως προσερχομένοις τὰς ἰάσεις βραβεύουσα, ἐξαιρέτως δὲ τὴν ἀτεκνίαν τῶν στειρευουσῶν γυναικῶν θεραπεύουσα τῶν ἐν εὐλαβείᾳ τὴν ἀντίληψιν τῆς Θεοτόκου, τῆς ἐπονομαζομένης «Τσαμπίκας» ἐξαιτουμένων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Πάντες σήμερον, ἐν ὄρει τῷ ἁγίῳ σου, πιστῶς ἀνήλθομεν, πανηγυρῖσαι τῆς σῆς, Εἰκόνος τὴν ἔλευσιν, καὶ ἐκβοῶμέν σοι· Χαῖρε Δέσποινα, Τσαμπίκα Παντευλόγητε, εὐσεβῶν ἡ προστασία.

Θαῦμα μέγιστον, Τσαμπίκα ἐπετέλεσας, τῇ εὐδοκίᾳ σου, ὡς ἀγαθὴ δι᾿ ἡμᾶς· ἐκ Κύπρου γὰρ ἤγαγες, ὧδε ὡς εὔπλαγχνος, τὴν Εἰκόνα σου, ἰάματα παρέχουσαν, τοῖς ἀξίως προσιοῦσιν.

Α᾿πολύονται, γυναῖκες αἱ στειρεύουσαι, Θεοχαρίτωτε, τῆς ἀτεκνίας δεσμῶν, τῇ θείᾳ Εἰκόνι σου, πιστῶς προστρέχουσαι, καὶ δοξάζουσαι, ἅπερ ἐργάζῃ θαύματα, εὐσεβῶν εἰς σωτηρίαν.

Λαμπρὸν δέδωκας, τεκμήριον Πανάχραντε, τῆς προστασίας σου, τοῖς ἀναξίοις ἡμῖν, τὴν θείαν Εἰκόνα σου, πρὸς ἣν ἐκ πίστεως, ἀτενίζοντες, χαρᾶς πολλῆς πληρούμεθα, καὶ δυνάμεως Τσαμπίκα.

Ὠιδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Ω῾ς νεφέλη ζωῆς Θεονύμφευτε, γλυκασμὸν χαρισμάτων οὐράνιον, σταλάζει ὑπὲρ ἔννοιαν, ἡ ἁγία Εἰκών σου, παραμυθοῦσα, τοὺς ἐν πόνοις Τσαμπίκα καὶ θλίψεσι.

Καθαροὶ τῇ καρδίᾳ προσπέσωμεν, τῇ Εἰκόνι τῆς μόνης Θεόπαιδος, Τσαμπίκα ἀνακράζοντες, τῶν ἁπάντων Κυρίᾳ, τὴν τῶν Ῥοδίων, κληρουχίαν μὴ παύσῃ φυλάττουσα.

Η῾ Εἰκών σου ἐνταῦθα καθέστηκεν, ὡς ἐν θρόνῳ ἁγίῳ Πανάχραντε· διὸ αὐτῇ προστρέχοντες, ὡς Βασίλισσαν πάντων, δοξάζομέν σε, καὶ αἰτοῦμεν Τσαμπίκα τὴν χάριν σου.

Ο῎νομά σου τὸ θεῖον ἐν χείλεσιν, οἱ ἀκάθαρτοι ἄνθρωποι φέροντες, Τσαμπίκα ἀποβάλλομεν, τῶν παθῶν τὴν πικρίαν, καὶ ἐν καρδίᾳ, μυστικὴν εὐφροσύνην λαμβάνομεν.

Ὠιδὴ θ΄. Ἅπας γηγενής.

Ω῍ τῶν ὑπὲρ νοῦν, φρικτῶν μυστηρίων σου, Τσαμπίκα Ἄχραντε· σὺ γὰρ παραγέγονας, νεφελοδρόμος, ἐν τῇ Εἰκόνι σου, τῇ Ῥόδῳ διανέμουσα, τοῖς προσιοῦσί σοι, οἰκτιρμῶν σου μητρικῶν τὰς χάριτας, καὶ θαυμάτων ἀπείρων τὰ νάματα.

Μνήμην εὐλαβῶς, τελοῦντες οἱ δοῦλοί σου, νῦν τῆς ἐλεύσεως, τῆς σεπτῆς Εἰκόνος σου, χάριν Τσαμπίκα, ὁμολογοῦμέν σοι, ὅτι ἐκ ταύτης βλύζουσα, ῥεῖθρα ἰάσεων, θεραπεύεις, χαλεπὰ νοσήματα, καὶ βραβεύεις τὴν ῥῶσιν τοῖς κάμνουσιν.

Ψάλλομεν πιστῶς, Παρθένε τῇ δόξῃ σου, αἶνον γηθόμενοι, καὶ ἀναβοῶμέν σοι· Χαῖρε Τσαμπίκα, Κυρία Ἄχραντε· μὴ παύσῃ περισκέπουσα, ταύτην τὴν νῆσον σου, καυχωμένην, τῇ σεπτῇ Εἰκόνι σου, καὶ τῷ πλήθει τῶν ξένων θαυμάτων σου.

Υ῞μνοις καὶ ᾠδαῖς, Τσαμπίκα τιμῶμέν σε, ἀγαλλιώμενοι, καὶ περικυκλοῦντές σου, τὴν σεβασμίαν Εἰκόνα κράζομεν· Ὡς ἀγαθὴ ὑπάρχουσα, φωνῆς ἐπάκουσον, τοῦ λαοῦ σου, τοῦτον διασῴζουσα, ἀπὸ πάσης ὀδύνης καὶ θλίψεως.

Ἐξαποστειλάριον τὸ Ἑωθινὸν Ἀναστάσιμον, τὸ τοῦ Τιμίου Σταυροῦ καὶ τὸ κάτωθι τῆς Ὑπεραγίας Θεοτόκου.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ε᾿ν θαύματι τὴν θείαν σου, δεδεγμένοι Εἰκόνα, Παρθένε εὐφραινόμεθα, καὶ προσπίπτοντες ταύτῃ, ἱκετικῶς σοι βοῶμεν· Θεονύμφευτε Μῆτερ, Τσαμπίκα Ὑπεράμωμε, τῶν Ῥοδίων τὸ κλέος, ὡς ἀγαθή, τοὺς ἐν τῷ Ναῷ σου συναθροισθέντας, τῇ αἴγλῃ καταλάμπρυνον, τῆς ἁγίας σου δόξης.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου β΄, τοῦ Τιμίου Σταυροῦ ἐκ τοῦ Τριῳδίου γ΄, καὶ τῆς Ὑπεραγίας Θεοτόκου γ΄, τὰ κάτωθι.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ε᾿ν τῇ μεσότητι πάντες, τῶν ἱερῶν Νηστειῶν, δεῦτε ἐν τῆς Παρθένου, ἀνελθόντες τῷ ὄρει, ὑμνήσωμεν προθύμως πάντες αὐτήν, ὅτι βλύζει ἰάματα, ἐκ τῆς ἁγίας Εἰκόνος ὡς ἐκ πηγῆς, εὐσεβῶν εἰς περιποίησιν.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ε᾿ν τῇ σεπτῇ σου Εἰκόνι, ἐπιδημήσασα, ὡς ἄνασσα Τσαμπίκα, τῷ ἐν Ῥόδῳ λαῷ σου, τὸ ὄρος τοῦτον Μῆτερ εἰς ὑψηλήν, ᾐρετίσω καθέδραν σου, ἐξ ἧς ἐκλάμπεις καὶ πάντας φωταγωγεῖς, φωταυγείᾳ τῶν θαυμάτων σου.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Τῆς εὐαγοῦς σου Εἰκόνος, πανηγυρίζοντες, τὴν ἔλευσιν Τσαμπίκα, εὐλαβῶς σοι βοῶμεν· Θεόνυμφε Κυρία σῷζε ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι οὐκ ἔχομεν πλήν σου μετὰ Θεόν, ἄλλην Ἄχραντε βοήθειαν.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν ὑψηλόφρονα γνώμην, τῶν κακίστων Φαρισαίων, ὁ πάντων Κύριος, παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε, καὶ μὴ ὑψηλοφρονεῖν, παρ᾿ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν, ὑπογραμμὸς καὶ τύπος, ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσε. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν· Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ ἀπαθὴς διαμείνας Θεός, τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὑπερευλογημένη ὑπάρχεις.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τιμίου Σταυροῦ ἡ στ΄ Ὠιδή. Ἀπόστολον καὶ Εὐαγγέλιον τὰ τοῦ Τριῳδίου.

Κοινωνικόν.

Ε᾿σημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.

Στίχοι.
Δίδου Κυρίλλῳ ἀθλίῳ Ἐπισκόπῳ,
Ὑμνήσαντί σε τὴν χάριν σου Παρθένε.

Share: