Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Ακολουθία (Παναγία Υψενή)

 

ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΥΨΕΝΗΣ».

Ψαλλομένη τῇ Τετάρτῃ τῆς Διακαινησίμου

Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρίς, καὶ εἶτα, Ἀπὸ φυλακῆς πρωῒας... καὶ τὰ ἑξῆς Προσόμοια τῆς Θεοτόκου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ε᾿ν τῇ Μονῇ συνελθόντες, τῆς Ὑψενῆς οἱ πιστοί, χορεύσωμεν ἐνθέως, τῇ Παρθένῳ βοῶντες· Θεόνυμφε Μαρία σῷζε ἡμᾶς, τοὺς πρὸς σὲ καταφεύγοντας, ὑπὲρ ἡμῶν δυσωποῦσα ὡς ἀγαθή, τῶν τιμώντων τὴν Εἰκόνα σου.

Τῷ ἱερῷ Μελετίῳ, ἀποκαλύψασα, Θεόνυμφε Παρθένε, τὴν Εἰκόνα σου πάλαι, ἐκ ταύτης νῦν πλουσίως ὀμβροβλυτεῖς, οἰκτιρμῶν σου τὰ νάματα, καὶ κατευφραίνεις τὴν ποίμνην σου Ὑψενή, μεγαλύνουσαν τὴν δόξαν σου.

Ο῾ ἀσκητὴς τοῦ Κυρίου, θεῖος Μελέτιος, ὡς εὕρατο Παρθένε, τὴν σεπτήν σου Εἰκόνα, ἐδείματό σοι οἶκον πανευπρεπῇ, ἐν ᾧ πόθῳ προστρέχοντες, τῶν δωρεῶν ἀξιούμεθα Ὑψενή, τῆς ἀμέτρου εὐσπλαγχνίας σου.

Ι῎δε Θεόνυμφε Μῆτερ, ταύτην τὴν ποίμνην σου, προσπίπτουσαν ἐκ πόθου, τῇ σεπτῇ σου Εἰκόνι, καὶ ταύτῃ οἰκτιρμῶν σου τῶν μητρικῶν, τὰ δωρήματα πάρεχε, διασκεδάζουσαν ἅπασαν Ὑψενῆ, κατ᾿ αὐτῆς ἐχθρῶν ἐνέργειαν.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.

Θεοτόκε Παρθένε, Ὑψενὴ Εὐλογημένη, τῷ θεοφόρῳ Μελετίῳ, τὴν Εἰκόνα σου πάλαι ἀπακαλύψασα, τοῖς θαύμασιν αὐτὴν ἐμεγάλυνας· διὸ ἐν Ναῷ σου συνελθόντες, αὐτῇ ἐκ πόθου προσπίπτομεν, καὶ ὑμνοῦμέν σε κράζοντες· Χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, ὁ ἐκ νεκρῶν τριήμερος ἀναστάς, καὶ τὴν ζωὴν τοῖς ἀνθρώποις δωρησάμενος.

Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀπόστιχα. Πρῶτον τὸ Ἀναστάσιμον, Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ... καὶ εἶτα τὰ ἑξῆς τῆς Θεοτόκου.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Α῎χραντε Ὑψενή, Πανάχραντε Μαρία, τὴν θείαν σου Εἰκόνα, ὡς θησαυρὸν πλουτοῦντες, πιστῶς σε μακαρίζομεν.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Γάνυται Ὑψενή, Μονή σου ἡ ἁγία, ἀπαύστως καρπουμένη, τὴν μητρικήν σου χάριν, ἐκ τῆς σεπτῆς Εἰκόνος σου.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Πρόφθασον Ὑψενῆ, ἡμᾶς ἐξαιρουμένη, ἐκ πάσης δυσπραγίας· καὶ γὰρ προσπίπτομέν σοι, τὴν χάριν σου κηρύττοντες.

Δόξα. Τριαδικόν.

Α῎ναρχε Βασιλεῦ, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ μία Θεαρχία, ἐλέησον τὸν κόσμον, λιταῖς τῆς Θεομήτορος.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Ὑψενή, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ταπεινῶν σου δούλων, ἐν πίστει προσιόντων, τῇ εὐαγεῖ Εἰκόνι σου.

Καὶ εὐθὺς τὸ Χριστὸς ἀνέστη χῦμα ἐκ γ΄, τὸ Ἀπολυτίκιον τῆς Ὑπεραγίας Θεοτόκου ἅπαξ, ὅπερ ὅρα ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Χριστὸς ἀνέστη μετὰ τῶν στίχων αὐτοῦ ὡς συνήθως. Μεθ᾿ ὃ Συναπτὴ Μεγάλη καὶ τὸ Κύριε ἐκέκραξα, ἔνθα ἱστῶμεν στίχ. ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τοῦ γ΄ ἤχου δ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου στ΄, τὰ κάτωθι.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! τὴν Εἰκόνα αὐτῆς, ὡς πηγὴν ἀκένωτον, ἀνέδειξεν ἡ Ἁγνή, ἐνθέου χάριτος. Προσέλθωμεν οἱ πιστοί, καὶ ἀκορέστως ἐκ ταύτης τρυφήσωμεν, ναμάτων τῶν μυστικῶν, τῶν δωρεῶν τῆς Παρθένου κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, Ὑψενὴ Πανάχραντε, τῆς Μονῆς σου τὸ κλέος, καὶ τῆς Ῥόδου ἐγκαλλώπισμα.

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! σὺ γὰρ οὐρανίῳ, φωτὶ φανερώσασα, Εἰκόνα σου τὴν σεπτήν, πάλαι τῷ δούλῳ σου, ἐκλάμπεις νῦν ἐξ αὐτῆς, τῆς μητρικῆς σου προνοίας τὴν ἔλλαμψιν, φωτίζουσα ἀγλαῶς, ταύτην τὴν ποίμνην σου πόθῳ βοῶσάν σοι· Κεχαριτωμένη Χαῖρε, Ὑψενὴ Θεόνυμφε, τῆς Μονῆς σου ἡ σκέπη, καὶ τὸ θεῖον καταφύγιον.

Τῆς σῆς Εἰκόνος Πανάχραντε, ἑορτὴν ἐκ πόθου, συγκροτοῦντες σήμερον, δοξάζομεν οἱ πιστοί, τὰ μεγαλεῖά σου· θαυμάτων γὰρ δι᾿ αὐτῆς, ἐπιτελοῦσα ἀεὶ τὰ τεράστια, εὐφραίνεις πνευματικῶς, τοὺς προσιόντας πιστῶς καὶ βοῶντάς σοι. Κεχαριτωμένη χαῖρε, Ὑψενῆ Μητρόθεε, εὐσεβῶν ἡ προστάτις, καὶ ἀντίληψις καὶ ἔφορος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Θησαυρὸν ὡς πολύτιμον, τὴν ἁγίαν Εἰκόνα σου, Μελετίῳ Δέσποινα ἐφανέρωσας, τῷ ἱερῷ σου θεράποντι, καὶ ταύτην ἀνέδειξας, τεκμηρίοις ἐν πολλοῖς, θαυμαστὸν στηλογράφημα, τῆς προνοίας σου, πρὸς τὴν ποίμνην σου ταύτην καυχωμένην, Ὑψενὴ Εὐλογημένη, τοῖς μεγαλείοις τῆς δόξης σου.

Ο῾ θεόφρων Μελέτιος, θαυμαστῶς ὡς ἀνεύρατο, τὴν σεπτὴν Εἰκόνα σου Μητροπάρθενε, χαρᾶς ἐπλήσθη καὶ ᾔνεσεν, ἐνθέως τὴν χάριν σου, ἧς λαμβάνουσα ἀεί, τὰς ἐκφάνσεις ἡ ποίμνη σου, μεγαλύνει σε, καὶ δοξάζει τὸν ἄσπορον σου τόκον, Ὑψενὴ δι᾿ οὗ τῷ κόσμῳ, ἡ εὐλογία ἐξήνθησε.

Μελετίῳ Πανάχραντε, τῷ κλεινῷ σου θεράποντι, παραδόξως ἔδειξας τὴν Εἰκόνα σου, διὰ φωτὸς ὡς ηὐδόκησας, καὶ τοῦτον ἐκέλευσας, ἀνεγεῖραί σοι Ναόν, ἐν ᾧ αὕτη ἐνίδρυται, διαλάμπουσα, τῷ φωτὶ Ὑψενὴ Εὐλογημένη, τῶν πολλῶν σου χαρισμάτων, καὶ τοὺς πιστοὺς καταυγάζουσα.

Δόξα. Ἦχος δ΄.

Δεῦτε σήμερον οἱ πιστοί, ἐν τῇ τοῦ Σωτῆρος ἐνδόξῳ Ἀναστάσει, ἑορτὴν πνευματικὴν συγκροτήσαντες, τῇ Θεοτόκῳ χαριστήριον αἶνον, ἐν ἀγαλλιάσει ἀναμέλψωμεν· ὅτι ὡς Σιλωὰμ κολυμβήθρα, τὴν Εἰκόνα αὐτῆς ἀναδείξασα, τὰς ἰάσεις παρέχει τοῖς ἀσθενοῦσι, καὶ εὐεργεσίας νέμει δωρεάς, τοῖς βοῶσι τὸν ὕμνον· Χαῖρε Κεχαριτωμένη, Ὑψενὴ Παρθένε Θεόνυμφε, ὁ Κύριος μετὰ σοῦ, ὁ τριήμερος ἐκ νεκρῶν ἀναστάς, καὶ σῴζων διὰ σοῦ, τοὺς εἰς αὐτὸν πιστεύοντας.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Ο῾ διὰ σὲ Θεοπάτωρ Προφήτης Δαυῒδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος, τὸ Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον. Ἦχος πλ. δ΄.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.
Στίχ. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα.
Στίχ. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
Στίχ. Ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου.

Εἶτα τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄ 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτήν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 27-μδ΄ 4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς Πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄ 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Α᾿ναστάσεως ἡμέραν τοῦ Κυρίου ἑορτάζοντες, τῇ τούτου Παναχράντῳ Μητρί, πνευματικὴν κροτήσωμεν πανήγυριν, ὅτι τὴν Εἰκόνα αὐτῆς, ἐκ τῶν ταμείων τῆς γῆς φανερώσασα, ταύτην ἐν σημείοις καὶ θαύμασιν ἐδόξασε· νοσήματα γὰρ διώκει, καὶ πάθη θεραπεύει, καὶ πᾶν δώρημα τέλειον παρέχει, τοῖς ἐν πίστει τελείᾳ προσπελάζουσι, καὶ ἐκ ψυχῆς ἀναβοῶσι· Χαῖρε Ὑψενὴ Παρθένε Πανύμνητε, μετὰ σοῦ ὁ Κύριος· Εὐλογημένη σὺ ἐν γυναιξί, ἡ τὴν σωτηρίαν τῷ κόσμῳ ἀνατείλασα, καὶ σῴζουσα ἡμᾶς ταῖς πρεσβείαις σου, ἐκ πάσης ὀργῆς καὶ θλίψεως.

Ἦχος β΄.

Δεῦτε πάντες οἱ πιστοί, ἐν τῇ Μονῇ τῆς Παρθένου συνδράμωμεν, τὰ μεγαλεῖα αὐτῆς διηγούμενοι· Ἰδοὺ γὰρ ἡ Πανάχραντος, ἐκ τῆς ἁγίας Εἰκόνος αὐτῆς, τῆς χάριτος τὰ ῥεῖθρα ἀναβλύζουσα, ψυχικῶν θεραπεύει παθῶν, σωματικῶν λυτροῦται νοσημάτων, καὶ ἐκ παντὸς κινδύνου ἐξαίρει, τοὺς τῇ σκέπῃ αὐτῆς καταφεύγοντας· διὸ ἐν κατανύξει βοήσωμεν· Μὴ παύσῃ Ὑψενὴ Εὐλογημένη, τῆς ποίμνης σου ταύτης προστατεύουσα, καὶ σῴζουσα ταῖς πρεσβείαις σου, ἡμᾶς ἐκ πάσης θλίψεως.

Ἦχος δ΄.

Ηὐφράνθη τῷ πνεύματι καὶ ἠγαλλιάσατο, ὁ Ὅσιος θεράπων σου Μελέτιος, ὅτε ἐκ τῶν λαγόνων τῆς γῆς, τὴν ἁγίαν σου Εἰκόνα ἀνείλετο· νῦν δὲ αὐτὴν ὡς θησαυρόν, ἡ θεόλεκτος ποίμνη σου ἔχουσα, καὶ ἐξ αὐτῆς τὴν χάριν σου κομιζομένη, γηθοσύνως ἑορτάζει καὶ λέγει σοι· Χαῖρε Παρθένε Πανάχραντε, ὅτι τῶν θαυμάτων καὶ τῆς αἰνέσεώς σου, πᾶσαν τὴν Ῥόδον ἔπλησας, ἣν καὶ στήριζε ταῖς πρεσβείαις σου ἀκλόνητον, ἐν τῇ πέτρᾳ τοῦ Υἱοῦ σου τῆς πίστεως.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.

Σήμερον οἱ πιστοί, τῇ τοῦ Σωτῆρος ἐνδόξῳ Ἀνάστασει, ἑορτὴν λαμπρὰν συγκροτήσωμεν, εἰς δόξαν τῆς Μητρὸς αὐτοῦ, καὶ πρὸς αὐτὴν ἐν ἀγαλλιάσει, ἑορτάζοντες εἴπωμεν· Χαίροις ἡ τὴν ἁγίαν Εἰκόνα σου, τρόπῳ θαυμαστῷ ἀποκαλύψασα, καὶ δι᾿ αὐτῆς ἐνεργοῦσα ἀεί, τῶν θαυμάτων ἡμῖν τὰ τεράστια· χαίροις ἡ ὡς φυτὸν ἀθάνατον αὐτήν, ἐκ λαγόνων τῆς γῆς ἀναδείξασα, καρποφοροῦσαν τὰς ὑπὲρ νοῦν δωρεάς σου, καὶ εὐφραίνουσαν ἀεὶ τὴν ἐκλογάδα σου· Χαίροις Εὐλογημένη Ὑψενή, τῆς ἁγίας Μονῆς σου σκέπη, καὶ τῆς Ῥόδου βοήθεια. Ἀλλ᾿ ὡς ἔχουσα σπλάγχνα οἰκτιρμῶν, μὴ παύσῃ λύτρωσιν ἐργαζομένη, τοῖς αἰνοῦσι τὴν χάριν σου.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, πρῶτον τὸ Ἀναστάσιμον, Κύριε ἀνελθὼν ἐν τῷ Σταυρῷ... καὶ εἶτα τὰ ἑξῆς τῆς Ὑπεραγίας Θεοτόκου.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χαίροις Μῆτερ Ἁγνὴ Ὑψενή, τοῦ Βασιλέως τὸ ὡραῖον ἀνάκτορον, τοῦ μάννα ζωῆς ἡ στάμνος, πόλις τοῦ ζῶντος Θεοῦ, κιβωτὸς τοῦ θείου ἁγιάσματος· ναὸς θεοχώρητος, τοῦ Δεσπότου τῆς κτίσεως, τοῦ Παρακλήτου, καθαρώτατον τέμενος, καὶ τῆς χάριτος, θαυμαστὸν οἰκητήριον· Θρόνος ὁ χρυσοποίκιλτος, Χριστοῦ τοῦ Παντάνακτος, ὡς ἡ Εἰκών σου ἐκφαίνει, τοῖς προσιοῦσιν ἐκ πίστεως, ἐξ ἧς ἡμῖν δίδου, τὰ γνωρίσματα Παρθένε, τῆς προστασίας σου

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Πάλαι Μῆτερ Ἁγνὴ Ὑψενή, τῷ Μελετίῳ τῷ Ὁσίῳ δομῆτορι, Εἰκόνα σου τὴν ἁγίαν, ἐγκεκρυμμένην ἐν γῇ, παραδόξῳ τρόπῳ ἀπεκάλυψας· αὐτὴν δὲ ἡ ποίμνη σου, νῦν ἐν κόλποις κατέχουσα, ὡς τῆς θερμῆς σου, προστασίας τεκμήριον, μακαρίζει σε, καὶ κροτεῖ σοι ἑόρτια, Χαῖρε ἀνακραυγάζουσα, ἡ γῆ ἣν κατῴκησεν, ὁ Βασιλεὺς τῶν αἰώνων, δι᾿ ἀγαθότητα ἄῤῥητον, ὁ πᾶσι παρέχων, διὰ σοῦ Θεοκυῆτορ, τὸ μέγα ἔλεος.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Χαίρει τῆς Ὑψενῆς ἡ Μονή, κλεϊζομένῃ τῇ πανσέπτῳ Εἰκόνι σου, ἣν πάλαι τῷ Μελετίῳ, δι᾿ οὐρανίου φωτός, τῷ ἡγιασμένῳ ἐφανέρωσας, καὶ ταύτῃ προσπίπτουσα, μεγαλύνει ἐν ᾄσμασι, τὴν θαυμαστήν σου, εὐδοκίαν Πανύμνητε, καὶ δοξάζει σου, τὴν σωτήριον πρόνοιαν· σὺ γὰρ ὡς πολυεύσπλαγχνος, προφθάνεις ἑκάστοτε, καὶ διασῴζεις ἐν τάχει, ἀπὸ κινδύνων καὶ θλίψεων, τοὺς σὲ ἀνυμνοῦντας, καὶ κηρύττοντας Παρθένε, τὰ μεγαλεῖά σου.

Καὶ τὰ τοῦ Πάσχα, Πάσχα ἱερόν... μετὰ τῶν στίχων αὐτῶν.

Δόξα. Ἦχος πλ. α΄.

Θεοτόκε Πανύμνητε, τῆς εὐδοκίας σου ὑπουργός, Μελέτιος ὁ Ὅσιος γενόμενος, τὴν κεκρυμμένην Εἰκόνα σου, ὡς χρυσίον πολύτιμον, ἐκ γῆς ταμείων ἀνέφηνε, καὶ Ναόν σοι θεῖον δειμάμενος, ἐν αὐτῷ ταύτην ἵδρυσε, τῶν θαυμάτων τῇ δόξῃ ἐκλάμπουσαν, καὶ πάντας φωτίζουσαν, τοὺς εὐλαβῶς ἀναβοῶντας· Χαῖρε Κεχαριτωμένη, Ὑψενὴ Παρθένε Παντευλόγητε, ὁ Κύριος μετὰ σοῦ, ὁ διὰ σοῦ παρέχων ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ὁ αὐτός.

Α᾿ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἐν τέλει ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ Ἰδιομέλου) καὶ εὐθὺς τὸ Ἀπολυτίκιον τῆς Θεοτόκου.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν σεπτήν σου Εἰκόνα, θαυμαστῶς φανερώσασα, πάλαι τῷ Πατρὶ Μελετίῳ, τῷ Ὁσίῳ δομῆτορι, ἐκβλύζεις νῦν ἐκ ταύτης Ὑψενῆ, τῶν θείων δωρεῶν σου τὴν πηγήν, καταρδεύουσαν τὴν ποίμνην σου μυστικῶς, ἐκ πόθου σοι ἐκβοῶσαν· Δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ προμηθείᾳ σου, δόξα τῇ θαυμαστῇ σου πρὸς ἡμᾶς, Μῆτερ χρηστότητι.

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μελετίῳ τῷ θείῳ, ἀποκαλύψασα, διὰ φωτὸς οὐρανίου, τὴν κεκρυμμένην ἐν γῇ, ἐπὶ ἔτεσι πολλοῖς θείαν Εἰκόνα σου, ἐν εὐσπλαγχνίᾳ Ὑψενή, διανέμεις ἐξ αὐτῆς, ἀπαύστως τὰς δωρεάς σου, τῇ ἁγίᾳ Μονῇ σου ταύτῃ, ἐγκαυχωμένην τῇ σῇ δόξῃ πιστῶς.

Πάλιν τὸ Χριστὸς Ἀνέστη καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Ἐκφώνησιν, Δόξα τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ... ψάλλεται τὸ Χριστὸς Ἀνέστη μετὰ τῶν στίχων κατὰ τὸν συνήθη τύπον. Ἡ Μεγάλη Συναπτὴ μεθ᾿ ἣν ὁ Πολυέλεος καὶ ἡ Ἐκλογὴ τῆς Ὑπεραγίας Θεοτόκου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου.

Μελέτιος ὁ σός, θεοφόρος θεράπων, φωτὶ ὁδηγηθείς, οὐρανίῳ Παρθένε, τὴν πάνσεπτον Εἰκόνα σου, παραδόξως ἀνεύρατο, καὶ ἀνήγειρε, τῇ θείᾳ δόξῃ σου οἶκον, ἐν ᾧ σήμερον, οἱ εὐσεβεῖς συνελθόντες, πιστῶς ἀνυμνοῦμέν σε.

Δόξα. Ὅμοιον.

Εἰκών σου ἡ σεπτή, ὑπὸ δένδρον ἐλαίας, Παρθένε Ὑψενή, θαυμαστῶς εὑρεθεῖσα, ὑπάρχει τῇ ποίμνῃ σου, ὡς πηγὴ ἁγιάσματος, ἀναβλύζουσα, τῶν δωρεῶν σου τὰ ῥεῖθρα, καὶ εὐφραίνουσα, δαυϊτικῶς τὰς καρδίας, τῶν πόθῳ ὑμνούντων σε.

Καὶ νῦν. Ὅμοιον.

Ε᾿χέγγυον τῆς σῆς, πρὸς ἡμᾶς εὐσπλαγχνίας, ἀνέδειξας Ἁγνή, τὴν σεπτήν σου Εἰκόνα, ᾗ πόθῳ προσπελάζοντες, Ὑψενῆ ἱκετεύομεν· Ἔσο πάντοτε, ταύτης τῆς ποίμνης σου σκέπη, καὶ προπύργιον, τῶν ἐπὶ σοὶ πεποιθότων, Παρθένε ἀκλόνητον.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν, ὃ ζήτει ἐν τῷ Ὄρθρῳ τῆς η΄ Σεπτεμβρίου.

Ἀντὶ τοῦ Ν΄ λέγομεν τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Δόξα. Ταῖς τῆς Παναχράντου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Θεοτόκε Πανάχραντε, Ὑψενὴ Θεοχαρίτωτε Δέσποινα, ἄγκυραν ἐλπίδος βεβαίαν, τὴν Εἰκόνα σου ἔχοντες εὐφραινόμεθα, καὶ βοῶμέν σοι ἀσιγήτῳ φωνῇ· Μὴ ἐπιλάθη Πανύμνητε, ταύτης τῆς μερίδος σου, ἀλλὰ θαυμάστωσον αὐτῇ τὰ ἐλέη σου, ὡς τοῦ ἐλεήμονος Θεοῦ, Μήτηρ Ἀειπάρθενος.

Σῶσον, ὁ Θεός τὸν λαόν σου...

Εἶτα ψάλλομεν τὸν Κανόνα τοῦ Πάσχα εἰς στ΄ καὶ τὸν Κανόνα τῆς Ὑπεραγίας Θεοτόκου, ὁμοίως εἰς στ΄.

Κανὼν τοῦ Πάσχα. Ὠιδὴ α΄. Ἦχος α΄. Ὁ Εἱρμός.

Α᾿ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί. Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Τροπάρια.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καὶ Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Τῆς Θεοτόκου, ὁ αὐτός, ἔχων Ἀκροστιχίδα ἐν τοῖς τελευταίοις Τροπαρίοις· «Κυρίλλου».

Α᾿ναστάσεως ἡμέραν, ἑορτάζοντες νῦν, δεῦτε ἐν εὐλαβείᾳ, συνεορτάσωμεν πιστοί, τῆς Κυρίας Ὑψενῆς, ἐν ὕμνοις τερπνοῖς, τὴν σύναξιν σήμερον, χαριστήρια ᾄδοντες.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ προσπέσωμεν, πάντες ἐν κατανύξει, τῆς Θεοτόκου Ὑψενῆς, τῇ Εἰκόνι τῇ σεπτῇ· καὶ γὰρ ἐξ αὐτῆς, ἀπαύστως ἐκβλύζουσιν, ῥεῖθρα θείας χρηστότητος.

Οὐρανοὶ μὲν Θεοτόκε, ἐπαγάλλονται, δόξῃ σου τῇ ἀῤῥήτῳ, τῆς Ὑψενῆς δὲ ἡ Μονή, τὴν Εἰκόνα σου Ἁγνή, τιμῶσα πιστῶς, λαμβάνει τὴν χάριν σου, καὶ χορεύει ἑόρτια.

Καταιγίς με Θεοτόκε, τῶν παθῶν τῆς σαρκός, ὅλον καταχειμάζει· διὸ προστρέχω εὐλαβῶς, τῇ Εἰκόνι σου Ἁγνή, λιμένα αὐτήν, γινώσκων σωτήριον· μὴ ἀπώσῃ με Δέσποινα.

Καταβασία, Ἀναστάσεως ἡμέρα, τὸ Χριστὸς ἀνέστη ἐκ γ’, τὸ Ἀναστὰς ὁ Ἰησοῦς ἅπαξ καὶ Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως. Οὕτω ποιοῦμεν εἰς ἑκάστην Ὠιδὴν κατὰ τὸν τύπον τῆς Κυριακῆς τοῦ Πάσχα.

Τοῦ Πάσχα. Ὠιδὴ γ΄. Ὁ Εἱρμός.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Τροπάρια.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Δεῦτε ὕμνον μέλψωμεν φαιδρῶς, Ὑψενῆς τῇ Εἰκόνι κλίνοντες γόνατα· καὶ γὰρ παρέχει ἡμῖν, ἐκ ταύτης ἰσχὺν πνευματικήν, καὶ χάριν σωτήριον.

Νῦν πληροῦνται ἅπαντες φωτός, ἀνατέλλοντος Μῆτερ ἐκ τῆς Εἰκόνος σου, οἱ προσιόντες αὐτῇ, καὶ ᾄδουσιν ὕμνον Ὑψενή, τῇ αἴγλῃ τῆς δόξης σου.

Χθὲς μὲν Μελετίῳ τῷ σοφῷ, τὴν Εἰκόνα σου Μῆτερ ἀποκαλύψασα, νῦν χορηγεῖς ἐξ αὐτῆς, χαρὰν καὶ εἰρήνην Ὑψενή, Παρθένε τῇ ποίμνῃ σου.

Υ῞μνοις εὐφημοῦμέν σε ἀεί, τὴν Εἰκόνα σου Κόρη κατασπαζόμενοι, ἐν ᾗ ὁρᾶσαι ἡμῖν, γλυκεῖα Παρθένε Ὑψενή, καὶ πλήρης χρηστότητος.

Καταβασία. Δεῦτε πόμα πίωμεν.

Εἶτα τὸ Κοντάκιον καὶ ὁ Οἶκος τοῦ Πάσχα καὶ εὐθὺς ψάλλομεν τὸ ἑξῆς τῆς Θεοτόκου Κάθισμα.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Υ῾πὸ τὸ δένδρον θαυμαστῶς τῆς ἐλαίας, ἡ παναγία σου Εἰκὼν εὑρεθεῖσα, τῶν οἰκτιρμῶν σου Ἄχραντε, τὸ ἔλαιον ἡμῖν, ἀναβλύζει πάντοτε, καὶ ψυχὰς ἱλαρύνει, τῶν ἐν κατανύξει σοι, Ὑψενὴ ἐκβοώντων· Χαῖρε Παρθένε Μῆτερ τοῦ Θεοῦ, ἡ εὐφροσύνη πιστῶν καὶ ἀντίληψις.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Ε᾿ν τῷ ἁγίῳ σου Ναῷ συνελθόντες, ἔνθα ἐνίδρυται Ἁγνὴ ἡ Εἰκών σου, ὡς ἄνασσα ὑπέρκαλλος ἐν θρόνῳ ὑψηλῷ, ᾄδομεν τῇ δόξῃ σου, χαριστήριον αἴνον, καὶ ἀναβοῶμέν σοι, Ὑψενὴ ἐκ καρδίας· Σκέπε Ἁγνὴ καὶ φύλαττε ἡμᾶς, ἐκ πειρασμῶν καὶ παντοίων κακώσεων.

Τοῦ Πάσχα. Ὠιδὴ δ΄. Ὁ Εἱρμός.

Ε᾿πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τροπάρια.

Α῎ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δὲ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ω῾ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ο῾ Θεοπάτωρ μὲν Δαυῒδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Ε᾿πὶ σοὶ χαίρει ἡ Μονή, τῆς Ὑψενῆς ὡς κλῆρος σός, καὶ ἀγαλλιᾶται Παρθένε· καὶ γὰρ ἔχει Δέσποινα, τὴν ἱερὰν Εἰκόνα σου, βλύζουσαν δαψιλῶς τὰ ἰάσεις, τοῖς προσιοῦσιν αὐτῇ ὅλης ἐκ πίστεως.

Ω῾ς ἐνιαύσιος πηγή, ἀγαλλιάσεως ἡμῖν, ὤφθη τῆς Εἰκόνος σου Μῆτερ, ἡ φαιδρὰ πανήγυρις, ἐν ᾗ πιστῶς συνήλθομεν, ψάλλοντες Ὑψενὴ καὶ κροτοῦντες, τὰ μεγαλεῖα τῆς σῆς δόξης καὶ χάριτος.

Ο῾ Θεοπάτωρ μὲν Δαυῒδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δέ, ὁ τῆς Ῥόδου σήμερον, ὦ Ὑψενὴ εὐφραίνεται, πόθῳ σου τῇ Εἰκόνι προσπίπτων, καὶ ἐξ αὐτῆς δωρεὰς θείας καρπούμενος.

Ρ῾οδίων χαίρει ἐπὶ σοί, ἡ νῆσος πᾶσα εὐσεβῶς, ἐν τῇ σεβασμίᾳ Μονῇ σου, Ὑψενὴ συντρέχουσα, καὶ ἐν χαρᾷ σοι ψάλλουσα· Χαῖρε ἡ σωτηρίαν τῷ κόσμῳ, δωρησαμένη Ἁγνὴ τῷ θείῳ τόκῳ σου.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.

Τοῦ Πάσχα. Ὠιδὴ ε΄. Ὁ Εἱρμός.

Ο᾿ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης Ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τροπάρια.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἄδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ, ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Ο᾿ρθρίσωμεν ὄρθρου βαθέος, καὶ τῇ Παρθένῳ τὸν ὕμνον, προσοίσομεν ἐκβοῶντες· Ὑψενὴ Πανάχραντε, σκέπε ἡμᾶς καὶ φύλαττε, τοὺς ἀγαπῶντας τὸν οἶκόν σου.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, καὶ ἀγαθότητα δεῖξον, ἡμῖν τοῖς προσερχομένοις, Ὑψενὴ Πανάχραντε, τῇ θαυμαστῇ Εἰκόνι σου, ἐν ᾗ ἐκλάμπεις ὡς ἥλιος.

Προσέλθωμεν πόθῳ καρδίας, ἐν τῇ Μονῇ τῆς Παρθένου, πανήγυριν συγκροτοῦντες, καὶ αὐτῆς προσπέσωμεν, νῦν τῇ Εἰκόνι κράζοντες· Χαῖρε Ὑψενὴ Παντευλόγητε.

Ι᾿άματα πᾶσιν ὡς δρόσον, ἐπισκιάσει Παρθένε, τῆς θείας σου εὐσπλαγχνίας, ἡ Εἰκών σου πάντοτε, παρέχει τοῖς προστρέχουσιν, οἷα νεφέλη οὐράνιος.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου.

Τοῦ Πάσχα. Ὠιδὴ στ΄. Ὁ Εἱρμός.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Τροπάρια.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρὶ, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Κατῆλθεν, ἐπὶ τὴν Εἰκόνα τὴν σήν, καὶ ἐσκήνωσεν ἐν ταύτῃ Παρθένε, ἡ χάρις τῆς μητρικῆς σου στοργῆς, δι᾿ ἧς πάντοτε, Ὑψενὴ παρακαλεῖς, τῶν πιστῶν τὰς καρδίας.

Φυλάττοις, πάσης τοῦ ἐχθροῦ προσβολῆς, καὶ παντοίας ἄλλης Μῆτερ ἀνάγκης, τὴν ποίμνην σου καυχωμένην τρανῶς, τῇ Εἰκόνι σου, καὶ ὑμνοῦσαν Ὑψενὴ, τὰ πολλὰ θαύματά σου.

Σῶτέρ μου, ὁ ἐκ τῶν νεκρῶν ἀναστάς, τῆς Ἀχράντου Ὑψενῆς τῆς Μητρός σου, χορήγησον ταῖς πρεσβείαις ἡμῖν, τὴν συγχώρησιν, τῶν πολλῶν ἁμαρτιῶν, ὡς Θεὸς ἐλεήμων.

Λαμπρύνεις, τῷ ἐκ τῆς Εἰκόνος τῆς σῆς, ἀνατέλλοντι φωτὶ τὰς καρδίας, Πανάχραντε Ὑψενὴ μυστικῶς, τῶν βοώντων σοι· Χαῖρε ἄρμα νοητόν, τοῦ Ἡλίου τῆς δόξης.

Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῇ Ὑψενῇ οἱ εὐσεβεῖς τὸν ὕμνον ᾄσωμεν.
καὶ ἀσπασώμεθα αὐτῆς ὅλης ἐκ πίστεως,
τῆς Μορφῆς τὸν πανυπέρτιμον χαρακτῆρα·
Ἀναβλύζει γὰρ τὰ ῥεῖθρα τῶν ἰάσεων,
καὶ παρέχει τὴν ἐνέργειαν τῆς χάριτος,
τοῖς κραυγάζουσι· Χαῖρε Μῆτερ ἀπείρανδρε.

Ὁ Οἶκος.

Α῎γγελοι μετὰ δέους, ἀτενίζουσι Μῆτερ, τὴν θείαν σου Εἰκόνα· ἡμεῖς δέ, οἱ ἐν Ῥόδῳ πιστοὶ ἐξ αὐτῆς, τῶν πολλαπλῶν Ὑψενὴ χαρισμάτων σου, τὰς δωρεὰς λαμβάνοντες, βοῶμέν σοι ἐν εὐλαβεία·
Χαῖρε, τοῦ κόσμου ἡ σωτηρία·
χαῖρε, ἀνθρώπων ἡ προστασία.
Χαῖρε, θαυμαστὴ εὐσεβούντων ἀντίληψις·
χαῖρε, μυστικὴ μοναζόντων παράκλησις.
Χαῖρε, ἡ ἀποκυήσασα τὸν φιλάνθρωπον Χριστόν·
χαῖρε, ἡ καταποντίσασα τὸν παγκάκιστον ἐχθρόν.
Χαῖρε, ὅτι ἐκβλύζεις ἰαμάτων τὰ ῥεῖθρα·
χαῖρε, ὅτι παρέχεις σωτηρίας τὴν χάριν.
Χαῖρε, νυμφὼν χαρίτων ὁλόφωτος·
χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος.
Χαῖρε, Μονῆς φερωνύμου ἡ σκέπη·
χαῖρε, ἡμῶν ἐν κινδύνοις ἡ ῥύστις.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Μηνολόγιον καὶ Συναξάριον ἐκ τοῦ Μηναίου καὶ ἀκολούθως τὸ ἑξῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Ὑψενῆς», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὑρεθεῖσα ὑπὸ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Μελετίου θησαυρίζεται ἐν τῇ ἐν Ῥόδῳ φερώνυμῳ ἁγίᾳ Μονῇ.

Στίχοι.
Τῇ Μονῇ σου Πάναγνε τὴν σὴν Εἰκόνα,
Ὡς ταμεῖον δέδωκας τῆς χάριτός σου.

Συναξάριον.

Ἡ ἁγία αὕτη καὶ πανυπέρτιμος Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ὑπῆρχε κεχωσμένη ἐν τῇ γῇ, ὑποκάτω ἐλαίας τινός, ἐν τόπῳ καλουμένῳ «Ὑψενή», ἐγγὺς τοῦ χωρίου Λάρδος τῆς Ῥόδου κειμένῳ. Προσευχομένου ποτὲ ἐκεῖ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Μελετίου ἐφάνη αὐτῷ στήλη πυρὸς ἐξ οὐρανοῦ κατερχομένη καὶ ἑστῶσα ἐπὶ τὸν τόπον ἔνθα ἦν κεκρυμμένη ἡ τιμία Εἰκών. Ἔκθαμβος οὗτος τῷ τοιούτῳ θεάματι γενόμενος προσῆλθε τῷ τόπῳ ἐκείνῳ, ἔνθα ἔστη ἡ φωτοειδὴς στήλη, καὶ ἀνασκάψας ἀνεῦρε τὸν πολύτιμον τοῦτον θησαυρόν, ὃν καὶ μετ᾿ εὐλαβείας ἀσπασάμενος ἔλαβεν μεθ᾿ ἑαυτοῦ. Ἀλλ᾿ ἡ Ὑπεραγία Θεοτόκος φανεῖσα κατ᾿ ὄναρ τῷ Ὁσίῳ Πατρὶ διετάξατο αὐτῷ ἵνα οἰκοδομήσῃ ἐν τῷ τόπῳ τῆς εὑρέσεως Ναὸν, ὃν καὶ ἀνεγείρας ὁ μακάριος ἐνίδρυσεν ἐν αὐτῷ ὡς βασίλισσαν ἐν θρόνῳ ἁγίῳ τὴν φανερωθεῖσαν ταύτην ἁγίαν Εἰκόνα, ἔνθα εὑρίσκεται ἄχρι τῆς σήμερον ἰάματα πηγάζουσα τοῖς προσερχομένοις ἐν πίστει καὶ εὐλαβείᾳ.

Ταῖς τῆς Παναχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καὶ εὐθὺς, Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ἐκ γ΄, τὸ Ἀναστὰς ὁ Ἰησοῦς... ἐκ γ΄ καὶ τὰς λοιπὰς Ὠιδὰς τῶν Κανόνων.

Τοῦ Πάσχα. Ὠιδὴ ζ΄. Ὁ Εἱρμός.

Ο῾ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τροπάρια.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ω῾ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Ο῾ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, Πάναγνε ἐκ σοῦ, καὶ τὴν Εἰκόνα σου ἡμῖν, τῶν χαρίτων σου σκεῦος ἀνέδειξεν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες ἀντὶ μύρων νῦν ὕμνόν σοι, Πανάχραντε φέρουσι, πίστει ἀκλινεῖ, τὴν σὴν Εἰκόνα Ὑψενή, σὺν ἀγάπῃ κυκλοῦσαι καὶ ψάλλουσαι, τῆς δόξης σου τὴν λαμπρότητα Κόρη, δι᾿ ἧς φωτίζεις ἅπαντας.

Θανάτου ἑορτάζοντες νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, καὶ τῆς Ὑψενῆς, συνεορτάσωμεν λαμπρῶς, τὴν ἑόρτιον σύναξιν κράζοντες· Ὡς εὔσπλαγχνος τὰ ἐλέη σου δίδου, τῇ ποίμνῃ σου Μητρόθεε.

Λαόν σου τὸν ἐν πίστει προσπίπτοντα, τῇ θείᾳ Εἰκόνι σου, Μῆτερ Ὑψενή, ἀπὸ παντοίων πειρασμῶν, καὶ κινδύνων καὶ νόσων διάσωσον, ἡ μόνη εὐλογημένη Παρθένε, ἐν γυναιξὶ καὶ ἄμωμος.

Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου.
Τοῦ Πάσχα. Ὠιδὴ η΄. Ὁ Εἱρμός.

Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Δεῦτε τοῦ καινοῦ, τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, Βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.

Α῏ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Αὕτη ἡ λαμπρά, καὶ ἁγία ἡμέρα, ἐν ᾗ πιστῶς τιμῶμεν, τὴν ἱεράν σου Εἰκόνα, ἑορτὴ φωταυγής, καὶ πανήγυρις ἡμῖν ἐξανέτειλε, αὐγάζουσα Κόρη, τοὺς σὲ ὑμνολογοῦντας.

Δεῦτε τοῦ καινοῦ, ἀληθῶς γλυκυτάτου, τρυφήσωμεν νῦν ῥείθρου, ἐξ Εἰκόνος ἁγίας, τῆς Ἁγνῆς Ὑψενῆς, ὡς ἐκ κρήνης μυστικῆς ἀναβλύζοντος, αὐτῆς προσκυνοῦντες, πιστῶς τὸν θεῖον τόκον.

Α῏ρον κύκλῳ, τοὺς ὀφθαλμούς σου, Ἁγνὴ καὶ ἴδε· ἰδοὺ γὰρ ἐν ναῷ σου, οἱ εὐσεβεῖς συνελθόντες, τῆς Εἰκόνος τῆς σῆς, τὰ θαυμάσια λαμπρῶς ἀναμέλπουσι· διὸ αὐτοῖς δίδου, ἰσχὺν καὶ σωτηρίαν.

Ο῞λης ἐκ ψυχῆς, σοὶ κροτοῦμεν τὸν ὕμνον, ἐξ ὅλης δὲ καρδίας, σὲ Ὑψενὴ ἀνυμνοῦμεν, καὶ Εἰκόνα τὴν σήν, μετὰ δέους καὶ χαρᾶς ἀσπαζώμεθα· τῆς σῆς προμηθείας, ἡμᾶς οὖν μὴ στερήσῃς.

Καταβασία. Αὕτη ἡ κλητή.Τοῦ Πάσχα. Ὠιδὴ θ΄. Ὁ Εἱρμός.

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην.

Φωτίζου, φωτίζου...

Τροπάρια.

Χριστὸς τὸ καινόν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων, τὴν ἁμαρτίαν κόσμου...

Ω῍ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ Ἅιδης ἐσκυλεύθη.

Ω῍ θείας, ὢ φίλης...

Μαγδαληνὴ Μαρία, προσέδραμε τῷ τάφῳ, καὶ τὸν Χριστὸν ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.

Ω῏ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ, τῆς Βασιλείας σου.

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.

Ω῏ Πάσχα τὸ μέγα...

Τῆς Θεοτόκου. Ὁ αὐτός.

Δεῦτε πιστῶν χορεῖαι, τῆς Ὑψενῆς τὴν θείαν, τιμήσωμεν Εἰκόνα, ἐξ ἧς πηγάζει χάρις.

Φωτίζου, εὐφραίνου, ἀγάλλου χόρευε φαιδρῶς, Ὑψενῆς τῆς Παρθένου, Μονὴ ἡ πανσέβαστος, ὡς θησαυρόν, τὴν Εἰκόνα αὐτῆς, τὴν ἱερὰν ἔχουσα ἐν κόλποις, πιστῶν καρδίας πλουτίζουσαν.

Σήμερον ἡ Μονή σου, ἀγάλλεται καὶ χαίρει, ὦ Ὑψενὴ τιμῶσα, τὴν θείαν σου Εἰκόνα.

Φωτίζου, εὐφραίνου...

Τῇ Ὑψενῇ τὸν ὕμνον, προσοίσωμεν ἐν πίστει, ὅτι ἡμῶν προστάτης, καὶ ἔφορος ὑπάρχει.

Ω῍ θείας στοργῆς σου! ὢ συμπαθείας μητρικῆς! ὢ θερμῆς σου ἀγάπης! Ὑψενῆ Πανάχραντε· σὺ γὰρ ἀεί, ἐν πολλοῖς οἰκτιρμοῖς, τὴν σὴν Μονήν, καὶ τὴν ποίμνην ταύτην, σκέπεις καὶ σῴζεις Πανύμνητε.

Εἰκών σου ἡ ἁγία, ὦ Ὑψενὴ βλυστάνει, χάριν καὶ εὐλογίαν, ἀεὶ τοῖς προσιοῦσιν.

Ω῍ θείας στοργῆς σου...

Δόξα.

Α῎ναρχε Θεαρχία, Τριὰς Ὑπεραγία, τῆς Ὑψενῆς πρεσβείαις, ἐλέησον τὸν κόσμον.

Ω῏ Ἄχραντε Μῆτερ, Ἁγνὴ Κυρία Ὑψενή, τὴν θεόλεκτον ταύτην, ποίμνην σου διάσῳζε, ἐκ συμφορῶν, καὶ παντοίων κακῶν, καὶ δαψιλῶς, πάρεχε Παρθένε, ταύτῃ ἀεὶ τὰ ἐλέη σου.

Καὶ νῦν.

Ω῏ Ὑψενὴ Παρθένε, τὸ καύχημα τῆς Ῥόδου, προστάτευε καὶ σκέπε, τοὺς σοὶ προσερχομένους.

Υ῾πέραγνε Μῆτερ, Εὐλογημένη Ὑψενή, οὐρανοῦ ἐξ ἁψίδων, εὐμενῶς ἐπίβλεψον, ἐπὶ τοὺς σούς, ὑμνολόγους Ἁγνή, καὶ πρὸς ὁδόν, τούτους σωτηρίας, χειραγωγίᾳ σου ἴθυνον.

Καταβασία. Ὁ Ἄγγελος ἐβόα... Φωτίζου φωτίζου.

Ἐξαποστειλάριον τοῦ Πάσχα. Ἦχος β΄.

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Εἶτα τῆς Θεοτόκου. Γυναῖκες ἀκουτίσθητε.

Υ῾πέρμαχος καὶ ἔφορος, καὶ ἀρωγὸς καὶ σύμμαχος, καὶ κηδεμὼν καὶ προστάτις, καὶ σκέπη θεία καὶ τεῖχος, ὦ Ὑψενὴ Μητρόθεε, ἔσο ἀεὶ τῇ ποίμνῃ σου, αὐτῇ ἐπιβραβεύουσα, τῆς χάριτός σου πλουσίως, τὰς μυστικὰς διαδόσεις.

Καὶ πάλιν τὸ τοῦ Πάσχα.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. στ’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τοῦ γ΄ ἤχου γ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου γ΄, τὰ κάτωθι.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ε῍δωκας τῇ ποίμνῃ σου, τὴν σεβασμίαν Εἰκόνα σου, ὡς πηγὴν ἁγιάσματος, ἀπαύστως ἐκβλύζουσαν, τῆς χρηστότητός σου, τὸ ἄϋλον ῥεῖθρον, καὶ ὑπὲρ λόγον Ὑψενή, Εὐλογημένη πάντας εὐφραίνουσα, τοὺς πίστει καταφεύγοντας, ἐν τῷ ἁγίῳ τεμένει σου, καὶ ὁρῶντας τὴν δόξαν σου, ἐν αὐτῇ ὑπερλάμπουσαν.<

Share: