ΟΚΤΩΗΧΟΙ ΚΑΝΟΝΕΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΤΟΝ ΕΝ ΡΟΔΩι ΑΘΛΗΣΑΝΤΑ

Ποιηθέντες ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου

ΚΑΝΩΝ Α΄
οὗ ἡ Ἀκροστιχίς· «Κωνσταντῖνον Κύριλλος ὑμνεῖ ὁ Ρόδου».

Ὠιδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.

Κόσμου ἀλογήσας τῶν φθαρτῶν, τοῦ μαρτυρίου τοῖς πόνοις δεδόξασαι, Κωνσταντῖνε ἔνδοξε, καὶ φωτισμοῦ τοῦ μυστικοῦ πεπλήρωσαι· ὅθεν φῶς μοι αἴτει, ὑμνολογοῦντι τοὺς ἄθλους σου.

Ω῎φθης νεανίας εὐπρεπής, ἐνδεδυμένος τὴν χάριν τῆς πίστεως, Κωνσταντῖνε ἔνδοξε, καὶ δυσμενῶν τὰς παρατάξεις ᾔσχυνας, τῇ μαρτυρικῇ σου, ὡς ἀληθῶς γενναιότητι.

Νέος ὤν τὸ σῶμα κομιδῆ, τὸν παλαμναῖον δυνάστην κατέβαλες, Κωνσταντῖνε ἔνδοξε, νικητικῶς ἐν μαρτυρίου σκάμματι· ὅθεν τοὺς στεφάνους, τῆς ἀφθαρσίας ἀπέλαβες.

Θεοτοκίον.

Σῶσαι Θεοτόκε Μαριάμ, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ὑμνολογοῦντάς σε, χαρμονικῶς ὡς τοῦ Θεοῦ ἀπείρανδρον, Ἄχραντε Μητέρα, δι᾿ ἧς ἡ πλάνη κατήργηται.

Ὠιδὴ γ΄. Ὁ μόνος εἰδώς.

Τυράννων ἀπίστων τὴν ὀφρύν, ἐπάτησας τοῖς ἄθλοις σου, καὶ εὐθαρσῶς αὐτοὺς ἐταπείνωσας, Χριστοῦ κηρύξας τὸ θεῖον ὄνομα, Κωνσταντῖνε ἔνδοξε, καὶ Σταυροῦ τῇ χάριτι, ἀλογήσας βασάνων τοῦ σώματος.

Α᾿θλῆσαι ποθήσας μανικῶς, τῷ ἔρωτι τοῦ Κτίστου σου, Ἀγαρηνῶν τὴν πλάνην διήλεγξας, καὶ πρὸς Μαρτύρων τὸ θεῖον στάδιον, ῥωμαλέος ἔδραμες, Κωνσταντῖνε ἔνδοξε, εὐσεβείας ἐκφαίνων τὴν δύναμιν.

Νεκρώσας εἰς τέλος τῆς σαρκός, τὸ φρόνημα ὡς πάνσοφος, καὶ παριδὼν ἀκμὴν τῆς νεότητος, τὰς ἀλγηδόνας ἀνδρείως ἤνεγκας, Κωνσταντῖνε ἔνδοξε, καὶ ζωῆς ἐπέτυχες, δι᾿ ἀγχόνης τὸ τέλος δεξάμενος.

Θεοτοκίον.

Τυράννου τὸ κράτος ἀληθῶς, τῷ τόκῳ σου κατέλυσας, καὶ τῆς Ἐδὲμ τὴν πύλην διήνοιξας, τοῖς ὀρθοδόξως ὁμολογοῦσί σε, Θεοτόκον Ἄχραντον, καὶ τοῦ Ἀρχαγγέλου σοι, μελῳδοῦσι τὸ Χαῖρε ἐκ πίστεως.

Ὠιδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Ι῎σχυσας τῇ χάριτι, Θεοῦ Παντοκράτορος, ὁμολογῆσαι ἀνδρικῶς, ὡς νεανίας εὐσεβής, τυράννων ἐνώπιον, τοῦ Λυτρωτοῦ ὦ Κωνσταντῖνε τὸ ὄνομα, εἰς καταισχύνην αὐτῶν καὶ κατάπτωσιν.

Νέος ὤν τῷ σώματι, ἀλλ᾿ οὐ τῷ φρονήματι, κατὰ τῆς πλάνης τῶν ἐχθρῶν, Σταυροῦ τῷ ὅπλῳ πεποιθώς, ἀνδρείως ἐχώρησας, καὶ νικητὴς ὦ Κωνσταντῖνε ἀήττητος, διὰ βασάνων πολλῶν ἀναδέδειξαι.

Ο῞λος πυρπολούμενος, τῷ ζήλῳ τῆς πίστεως, οὐκ ἐπτοήθης τὴν ψυχήν, δοκιμαζόμενος πικραῖς, αἰκίαις τοῦ σώματος, ἀλλ᾿ ἐν αὐταῖς ἐγκαρτερήσας ὡς ἄσαρκος, ὦ Κωνσταντῖνε Θεὸν ἐμεγάλυνας.

Θεοτοκίον.

Νόμους Θεονύμφευτε, φυγοῦσα τῆς φύσεως, τὸν Βασιλέα τοῦ παντός, Χριστὸν τὸν Κύριον ἡμῶν, ἀσπόρως ἐκύησας· διὸ πιστῶς οἱ γηγενεῖς σε γεραίρομεν, τὴν σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

Ὠιδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Καταιγίδι τῶν βασάνων σφοδρῶς χειμαζόμενος, μαρτυρίου Κωνσταντῖνε διέβης τὴν θάλασσαν, καὶ λιμένα εὗρες γαληνόν, Χριστοῦ τοῦ ζωοδότου, τὴν βασιλείαν μακάριε.

Υ῾πομείνας ἀνενδότως, εἱρκτῆς τὸ ἐπώδυνον, καὶ τὰς ἄλλας Κωνσταντῖνε, κακώσεις τοῦ σώματος, δι᾿ ἀγχόνης ἔτυχες τῆς σῆς, παμμάκαρ προσδοκίας, ὡς Νεομάρτυς περίδοξος.

Ρ῾ητορεύσας εὐσεβείας, πανσόφως τὰ ῥήματα, ἀσεβείας Κωνσταντῖνε ὀφρὺν ἐταπείνωσας, καὶ ἐπώφθης στήριγμα λαμπρόν, ἐν χρόνοις τῆς δουλείας, τῷ Ὀρθοδόξῳ πληρώματι.

Θεοτοκίον.

Ι᾿ατῆρα καὶ Σωτῆρα, ἀνθρώποις ἐκύησας, ἐξ ἁγίων σου αἱμάτων Χριστὸν Μητροπάρθενε· ὅθεν τὴν νοσοῦσάν μου ψυχήν, θεράπευσον ἐλαίῳ, τῆς εὐσπλαγχνίας σου δέομαι.

Ὠιδή στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Λαμπόμενος φωτὶ τῆς θείας γνώσεως, ἐν σκότει διετέλεσας, τῆς ζοφώδους παμμακάριστε εἱρκτῆς, ἐν ᾗ ὁ Δεσπότης ἐνισχύων σε, ἐπιφανείς, τὰς τῆς σαρκός σου πληγὰς ἰάσατο.

Λευκάνας τὴν ψυχήν τὸ πρῶτον δάκρυσι, τοῖς ἄθλοις σου ἐσύστερον, Κωνσταντῖνε κατεποίκιλας αὐτήν, καὶ λελαμπρυσμένος τῇ ἀθλήσει σου, ἐν πλατυσμῷ, τοῦ Παραδείσου Μάρτυς ἐσκήνωσας.

Ο᾿ρθρίσας πρὸς Χριστὸν τῆς μετανοίας σου, ἐνθέοις προτερήμασι, τῆς ἡμέρας ἀναδέδειξαι υἱός, Μάρτυς Κωνσταντῖνε καὶ διέλυσας, τυραννικῆς, θεοεχθρίας σκότος τὸ βύθιον.

Θεοτοκίον.

Σωτῆρα τοῦ Πατρὸς ἡμῖν κυήσασα, τὸν Λόγον Μητροπάρθενε, καθικέτευε ὡς εὔσπλαγχνος αὐτόν, ἵνα λυτρωθῶμεν πάσης θλίψεως, καὶ πειρασμῶν, οἱ Θεοτόκον ὁμολογοῦντές σε.

Ὠιδὴ ζ΄. Σὲ νοητὴν, Θεοτόκε.

Υ῾περφυῶς, Κωνσταντῖνε ἤθλησας, ἐν τῆς δουλείας τῷ καιρῷ, καὶ τὴν πλάνην Ἀγαρηνῶν, τῇ ὁμολογίᾳ σου, Μάρτυς ἐξεφαύλισας, ὡς δὲ στρουθίον ἀνίσχυρον, τὸν παλαμναῖον δυνάστην, εἰς τέλος κατεπάτησας.

Μαρτυρικήν, ἐπιδείξας ἔνστασιν, ὡς εὐσεβείας ἀθλητής, τῶν Μαρτύρων ἐν οὐρανοῖς, δόξῃ κατηξίωσαι, τῆς μακαριότητος, μεθ᾿ ὦν τὸν Κτίστην ἱκέτευε, Κωνσταντῖνε θεόφρον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νεανικῷ, Κωνσταντῖνε ἔνδοξε, ἐν παραστήματι Χριστοῦ, Ἀθλοφόρος ἀναδειχθείς, ἐν πόλῳ παρίστασαι, αὐτῷ αὐγαζόμενος, τῇ φωταυγείᾳ τῆς χάριτος, καὶ ἐκλάμπων ἐκεῖθεν, τῇ αἴγλῃ τῶν θαυμάτων σου.

Θεοτοκίον.

Εὐλογητός, Θεοτόκε Ἄχραντε, ὁ ἀπειράνδρως σαρκωθείς, ἐκ γαστρός σου Θεὸς ἡμῶν, καὶ σώσας τὰ σύμπαντα, πλούτῳ ἀγαθότητος, ὁ μητρικαῖς σου δεήσεσιν, τοῖς ὑμνοῦσί σε χάριν, καὶ ἔλεος δωρούμενος.

Ὠιδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.

Ι῾ερεῖον ἔμψυχον Θεῷ, προσήχθης Κωνσταντῖνε· ἐχθρῶν γὰρ μὴ δειλιάσας, τὴν ὑπέρογκον ὀφρύν, κραυγάζων ἐνήθλησας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ο῾ γεννάδας Μάρτυς τοῦ Χριστοῦ, χαῖρε ὦ Κωνσταντῖνε, τῆς Ὕδρας ὁ θεῖος γόνος, καὶ τῆς Ῥόδου τῆς κλυτῆς, τὸ μέγιστον καύχημα· σὺ γὰρ δρόμον χαίρων τοῦ θείου μαρτυρίου, ἐτέλεσας τρισμάκαρ, καὶ τῶν Ὀρθοδόξων, ἐκράτυνας τὴν πίστιν.

Ρ῾ωμαλέος ὤφθης ἀθλητής, κατὰ τῶν ἀλλοφύλων, ἰσχὺν περιεζωσμένος, Κωνσταντῖνε θαυμαστέ, τῆς ἄνωθεν χάριτος, καὶ καθεῖλες τούτων τὸ ἵππειον θράσος, μὴ πτήξας τὰς βασάνους, καὶ καθυπομείνας, τὸ τέλος δι᾿ ἀγχόνης.

Θεοτοκίον.

Ο῾ Δεσπότης Μῆτερ σαρκωθείς, δι᾿ ἄκραν εὐσπλαγχνίαν, ἐκ σοῦ τῆς Ἀειπαρθένου, τῆς κατάρας τοῦ Ἀδάμ, τοὺς ψάλλοντας ἔσωσεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠιδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.

Δῶρον ἑαυτὸν προσήνεγκας, καὶ μυστικὴν θυσίαν, Μάρτυς τῷ κτίσαντι, βασάνων πολλῶν, καθυπομείνας τὰ τραύματα, καὶ ἀγχόνῃ ἀθλήσας ὡς ἄσαρκος· διό σε Κωνσταντῖνε, ἀκαταπαύστως μακαρίζομεν.

Ο῞λος τῷ φωτὶ λαμπόμενος, τῆς ἀθανάτου δόξης, Μάρτυς ὡς ἄριστος, Χριστῷ τῷ Θεῷ, ὦ Κωνσταντῖνε παρίστασαι, σὺν Μαρτύρων Ἁγίων τοῖς τάγμασι, μεθ᾿ ὧν ἀεὶ δυσώπει, ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε.

Υ῞μνοις εὐσεβῶς τιμῶμέν σε, τὴν φαεινήν σου μνήμην, σήμερον ἄγοντες, Μάρτυς οἱ πιστοί, καὶ ταπεινῶς ἀνακράζομεν· Τὴν Ἁγίαν Τριάδα ἱκέτευε, ἔνδοξε Κωνσταντῖνε, ἐλεηθῆναι τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.

Υ῞ψωσας τῷ ξένῳ τόκῳ σου, τὴν ἀνθρωπίνην φύσιν, εἰς τὰ οὐράνια· διὸ οἱ πιστοί, ἀξιοχρέως τιμῶμέν σε, Θεοτόκε Παρθένε βοῶντές σοι· Χαῖρε Εὐλογημένη, τοῦ Βασιλέως τὸ παλάτιον.

 

ΚΑΝΩΝ Β΄
Ὠιδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Δεῦτε πιστοί, τὸν Ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, νῦν Κωνσταντῖνον ᾄσμασιν, ἀνευφημήσωμεν· τὸν Θεὸν γὰρ δοξάσας, ἀγῶσι μαρτυρίου, ἀντιδεδόξασται.

Πόθῳ ψυχῆς, τοῦ μαρτυρίου στεῤῥῶς τὴν ὁδόν, ἐν τοῖς ἐσχάτοις ἔτεσι, Μάρτυς διήνυσας, Κωνσταντῖνε· διό σε, ἐν ὕμνοις χαρμοσύνως, πάντες γεραίρομεν.

Ω῾ς τοῦ Χριστοῦ, τῇ ἀγαπήσει τρωθεὶς τὴν ψυχήν, τῶν ἀσεβῶν τὸ φρύαγμα, οὐκ ἐδειλίασας, Κωνσταντῖνε παμμάκαρ, καὶ ὤφθης στρατιώτης, νέος τῆς πίστεως.

Θεοτοκίον.

Α῎νευ σπορᾶς, Εὐλογημένη Παρθένε Ἁγνή, ὑπερφυῶς κυήσασα, Χριστὸν τὸν Κύριον, τῆς ἀρχαῖας κατάρας, τὸ γένος τῶν ἀνθρώπων, Μῆτερ ἐλύτρωσας.

Ὠιδὴ γ΄. Στειρωθέντα μου τὸν νοῦν.

Κωνσταντῖνε ἀνδρικῶς, μεγαλύνας τὸν Χριστόν, ἐν μαρτυρίῳ, τῆς ἀφράστου ζωῆς, ἀνεδείχθης κοινωνός, θεοειδέστατος.

Ο῞περ πέπονθας τὸ πρίν, ἐδιόρθωσας κρουνοῖς, τῆς μετανοίας, καὶ αἱμάτων ῥοαῖς, Κωνσταντῖνε Ἀθλητά, τοῦ μαρτυρίου σου,

Ε᾿ν ἀγχόνῃ ὑψωθείς, ἀπηγχόνισας ἐχθρόν, τὸ παλαμναῖον, Κωνσταντῖνε σοφέ, καὶ ἀνῆλθες πρὸς ζωήν, τὴν αἰωνίζουσαν.

Θεοτοκίον.

Θεοτόκε Ἁγνή, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ πρεσβείᾳ, ἐκ κινδύνων δεινῶν, καὶ παντοίων πειρασμῶν, ρῦσαι δεόμεθα.

Ὠιδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

Ε᾿ξέλαμψας ἐν δουλείας, τῷ σκότει ὡς ἥλιος, ἀνατολῇ μακάριε, τῆς κραταιᾶς σου ἀθλήσεως, καὶ κόσμον ἐφώτισας, τοῖς ἀπαυγάσμασι, Μάρτυς Κωνσταντῖνε τῶν ἄθλων σου.

Μαρτύρων ἀκολουθήσας, προθύμως τοῖς ἴχνεσι, Κωνσταντῖνε ἔνδοξε, εἰς Παραδείσου κατέπαυσας, τὰ θεῖα σκηνώματα· διὸ ἱκέτευε, ὑπὲρ τῶν τιμώντων τοὺς ἄθλους σου.

Εὐφραίνεται Κωνσταντῖνε, ἡ Ὕδρα τῇ δόξῃ σου, καὶ λαμπρῶς ἀγάλλεται, ἡ νῆσος Ῥόδος τοῖς ἄθλοις σου, ἐν οἷς ἐξεφαύλισας, καὶ ἐταπείνωσας, πᾶσαν ἀλλοφύλων ἐπίνοιαν.

Θεοτοκίον.

Κυήσασα τὸν Δεσπότην, Παρθένε τῆς κτίσεως, ἐκ φθορᾶς λυτρούμενον, τοὺς Θεοτόκον φρονοῦντάς σε, ῥῦσαί με ὡς εὔσπλαγχνος, ἐκ πάσης θλίψεως, πόνων, πειρασμῶν καὶ κακώσεων.

Ὠιδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Ε᾿νδεδυμένος λαμπρῶς, τὴν τοῦ Σωτῆρος Ἰησοῦ δύναμιν, μαρτυρικῶς Ἄγαρ τῶν ἐκγόνων, καθεῖλες τὴν ὀφρύν, σοφὲ Κωνσταντῖνε, Μαρτύρων ἀγλάϊσμα.

Περιφραχθεὶς Ἀθλητά, τῇ πανοπλίᾳ τῆς Χριστοῦ πίστεως, μαρτυρικῇ ἐν πάλῃ ἐδείχθης, γενναῖος νικητής, καὶ στέφος ἐδέξω, ὑψόθεν ἀμάραντον.

Ω῾ς ἱερεῖον σεπτόν, ὥσπερ θυσία μυστικὴ ἄμωμος, τῷ Λυτρωτῇ τοῦ κόσμου προσήχθης, ἀγχόνῃ ἀνδρικῶς, σοφὲ Κωνσταντῖνε, τὸ τέλος δεξάμενος.

Θεοτοκίον.

Θεοκυῆτορ Ἁγνή, Μῆτερ Παρθένε Μαριὰμ Ἄχραντε, ὑπὲρ ἡμῶν δυσώπει ἀπαύστως, τὸν Κύριον Χριστόν, ἵνα λυτρωθῶμεν, πυρὸς τῆς κολάσεως.

Ὠιδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Ε᾿ναντίον τυράννων τὸ ὄνομα, Κωνσταντῖνε ἔνδοξε, Χριστοῦ ἐκήρυξας· διὸ βασάνους ἤνεγκας, μηδαμῶς, δειλιάσας ὡς ἄσαρκος.

Μαργαρίτην ὃν πρῴην ἀπώλεσας, μετανοίας δάκρυσι, καὶ τῇ ἀσκήσει σου, ἐπανεκτήσω ἔνδοξε, καὶ Χριστῷ, συνετάγης σῷ αἵματι.

Τὰς βασάνους ἀνδρείως ὑπέμεινας, καὶ εἱρκτῆς τὴν κάκωσιν, ὡς ἄλλου πάσχοντος· καὶ γὰρ ἐγένου χάριτι, ἰσχυρός, Κωνσταντῖνε μακάριε.

Θεοτοκίον.

Τοῦ νοός μου τὸ σκότος διάλυσον, τῆς λαμπρᾶς σου χάριτος, τοῖς ἀπαυγάσμασι· σὺ γὰρ τὸ φῶς ἐκύησας, ἀληθῶς, Θεοτόκε τῆς γνώσεως.

Ὠιδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Ε᾿χθρὸν τὸν δεινόν, ἐν ἐσχάτοις τοῖς καιροῖς καταπαλαίσας, καὶ τοῦτον δείξας τῇ ἀνδρείᾳ σου, ὦ Κωνσταντῖνε ἀνίσχυρον, δόξης θεϊκῆς ἠξιώθης, σὺν Μαρτύρων τοῖς τάγμασι, μεθ᾿ ὧν δυσώπει ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν Θεόν.

Χριστοῦ τοῦ Θεοῦ, ἱδρυμένος τὴν ψυχὴν τῷ θεμελίῳ, ἐφάνης Μάρτυς ἀκατάσειστος, ταῖς προσβολαῖς τῶν κολάσεων, τῶν τε ἀλγηδόνων ἐφόδοις, καὶ τῶν πόνων προσρήξεσι· διὸ τὴν ἄπονον σοφέ, ἐν πόλῳ εὗρες ζωήν.

Α᾿θλήσας καλῶς, τῶν θαυμάτων δωρεαῖς κατεπλουτίσθης, ἐν αἷς ἐκλάμπων ὑπὲρ ἥλιον, ὦ Κωνσταντῖνε τοῖς πέρασι, πάντας μυστικῶς καταυγάζεις, τοὺς πιστῶς ἐκβοῶντάς σοι· Χαίροις Μαρτύρων κοινωνός, ἐν παραδείσου αὐλαῖς.

Θεοτοκίον.

Παρθένε Ἁγνή, ἡ τεκοῦσα τοῦ Πατρὸς φρικτῶς τὸν λόγον, ἡ μετὰ τόκον παρθενεύουσα, καὶ καθαρὰ χρηματίζουσα, ῥύπου τῶν παθῶν κάθαρόν με, ἵνα πόθῳ κραυγάζω σοι· Χαῖρε Χριστοῦ τοῦ Θεοῦ, ἡ παναγία σκηνή.

Ὠιδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Αἱρετισάμενος πιστῶς, τὴν ἀγχόνην δι᾿ ἀγάπην τοῦ Κυρίου, παρ᾿ αὐτοῦ ἐκομίσω, τὴν τῶν θαυμάτων τὴν ἰσχύν· διὸ Κωνσταντῖνε πολύαθλε, σὲ ὑμνολογοῦμεν, τελοῦντές σου τὴν μνήμην.

Χαίρει ἐνθέως καὶ σκιρτᾷ, Κωνσταντῖνε ὁ λαὸς πόλεως Ῥόδου, θαυμαστόν σε προστάτην, καὶ πολιοῦχον καλόν, καὶ φύλακα θεῖον κτησάμενος, καὶ τὴν ἄθλησίν σου, ἐν ὕμνοις μακαρίζει.

Σὺ ὁ τῷ κόσμῳ ἀσθενής, ὁ ἀκέραιος τὸν νοῦν ἁπλοῦς τῷ τρόπῳ, Κωνσταντῖνε παμμάκαρ, τοὺς πανοπλίτας ἐχθρούς, τῆς πίστεως ὅπλοις κατῄσχυνας· ὅθεν ὑπεδέξω, τῆς νίκης τοὺς στεφάνους.

Θεοτοκίον.

Η῾ τὸν Δεσπότην τοῦ παντός, ἀπειράνδρως ἐν σαρκὶ Ἁγνὴ τεκοῦσα, χάριτός σου τοῖς ῥείθροις, τὴν ταπεινήν μου ψυχήν, παθῶν τῆς ἱλύος καθάρισον, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.

Ὠιδὴ θ΄. Ἡ τὸν ἀχώρητον Θεόν.

Ο῾ ἐν τῇ Ῥόδῳ ἀνδρικῶς, μαρτυρίου δίαυλον, διανύσας ῥώμῃ τῆς πίστεως, σὲ ὑμνοῦμεν, Κωνσταντῖνε παμμάκαρ.

Ε᾿ν παραδείσου ταῖς αὐλαῖς, σὺν Μαρτύρων τάγμασι, Κωνσταντῖνε Μάρτυς θεούμενος, μὴ ἐλλίπῃς, καὶ ἡμῶν μνημονεύων.

Θερμῶς ἱκέτευε Χριστόν, Κωνσταντῖνε ἔνδοξε, λυτρωθῆναι πάσης κακώσεως, τοὺς τελοῦντας, τὴν ἁγίαν σου μνήμην.

Θεοτοκίον.

Η῾ τὸν φιλάνθρωπον Θεόν, δι᾿ ἡμᾶς κυήσασα, καὶ χαρᾶς τὴν κτίσην πληρώσασα, σὲ ὑμνοῦμεν, Θεοτόκε Μαρία.

 

ΚΑΝΩΝ Γ΄
Ὠιδὴ α΄. Ἦχος γ΄. Φαραὼ τὰ ἅρματα.

Κωνσταντῖνον ἅπαντες, Χριστοῦ τὸν νέον Μάρτυρα, τοῖς ᾄσμασι τιμήσωμεν· ἀνδρείως γὰρ ἤθλησε, καὶ κατῄσχυνε, τὴν πλάνην τῶν τυράννων.

Εὐσεβείας ἔνδοξε, ἐν μαρτυρίου σκάμματι, τὰς χάριτας ἐξήνθησας, πιστῶν τῷ πληρώματι· ὅθεν πάντες σε, ὑμνοῦμεν Κωνσταντῖνε.

Μετανοίας δάκρυσι, ψυχὴν λευκάνας πρότερον, ἐλάμπρυνας σῷ αἵματι, αὐτὴν Μάρτυς ὕστερον, καὶ παρίστασαι, Χριστῷ νῦν λαμπροφόρος.

Θεοτοκίον.

Θεοτόκε Δέσποινα, Ἁγνὴ Παρθένε Ἄχραντε, μὴ παύσῃ ἱκετεύουσα, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν ἐν μήτρᾳ σου, ἀσπόρως σαρκωθέντα.

Ὠιδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.

Ο῾ ἐν τῇ Ῥόδῳ ἐμπρέψας μαρτυρικῶς, καὶ πλάνης τὴν ἔπαρσιν, ταπεινώσας τοῖς ἄθλοις σου, Κωνσταντῖνε πρέσβευε, Χριστῷ ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Α᾿ποστασίας τὸ πτῶμα τῇ τοῦ Χριστοῦ, ἠνόρθωσας χάριτι, Κωνσταντῖνε ἀοίδιμε, καὶ Μαρτύρων ἔδραμες, ὁδὸν μὴ πτήξας, τὸ θράσος τῶν τυράννων.

Ε᾿ν παῤῥησίᾳ ὡς Μάρτυς περιφανής, τὸν Κτίστην ἱκέτευε, Κωνσταντῖνε μακάριε, δωρηθῆναι ἅπασι, τοῖς σὲ τιμῶσι, τὴν λύσιν τῶν πταισμάτων.

Θεοτοκίον.

Θεοκυῆτορ Παρθένε Μῆτερ Θεοῦ, ὡς εὔσπλαγχνος ῥῦσαί με, ἐκ παντοίων κακώσεων, συμφορῶν καὶ θλίψεων· καὶ γὰρ γεραίρω, τὸν ἄφθορόν σου τόκον.

Ὠιδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν σου.

Υ῞μνον ᾄσωμεν τῷ Κωνσταντίνῳ ἀπὸ καρδίας· ὡς γὰρ ἄσαρκος ἐνήθλησεν, τοῦ Χριστοῦ τῷ ἔρωτι.

Η῾ Ῥοδόνησος σὲ Κωνσταντῖνε ἐγκωμιάζει, καυχωμένη τοῖς ἄθλοις σου, δι᾿ ὧν κόσμῳ ἔλαμψας.

Τοὺς τιμῶντάς σου ὦ Κωνσταντῖνε τὰς ἀριστείας, ταῖς πρεσβείαις σου διάσῳζε, ἐξ ἐχθροῦ τῆς μήνιδος.

Θεοτοκίον.

Α᾿πολαύοντες τῆς μητρικῆς σου στοργῆς Παρθένε, ἀναμέλπομεν τῇ δόξῃ σου, τὰς αἰνέσεις χαίροντες.

Ὠιδὴ ε΄. Φωτὶ τῷ ἀνεσπέρῳ σου.

Φωτὶ τοῦ μαρτυρίου σου λαμπρός, τῇ Ἐκκλησίᾳ φωστὴρ ἀνέτειλας, διάλαμπων Μάρτυς τοῖς θαύμασι· διὸ σε πάντες ὑμνολογοῦμεν.

Υ῾πὸ τοῦ ἀθλοθέτου σου Χριστοῦ, τῆς παναλκίμου ὦ Μάρτυς χάριτος, ῥωννύμενος μάστιγας ἤνεγκας, καὶ τέλος χαίρων τὸ δι᾿ ἀγχόνης.

Χριστὸν τὸν σὲ δοξάσαντα Θεόν, ὦ Κωνσταντῖνε θερμῶς ἱκέτευε, τοῦ δωρήσασθαι ὡς φιλάνθρωπος, εἰρήνης πᾶσιν ἡμῖν τὴν χάριν.

Θεοτοκίον.

Ε᾿κ σοῦ Θεομακάριστε Χριστός, ἐνανθρωπήσας καθὼς ἠθέλησε, τοῦ προπάτορος ἐλυτρώσατο, ἀνθρώπων γένος τῆς καταδίκης.

Ὠιδὴ στ΄. Ἐβόησα ἐν στεναγμοῖς.

Ε᾿βόησας ἐν στεναγμοῖς Κωνσταντῖνε, μεταμελείας πρὸς Θεόν, καὶ αὐτὸς ἀκούσας, φωνῆς σου ὡς οἰκτίρμων, σὲ ἀνέδειξε, κοινωνὸν τῶν Μαρτύρων.

Α᾿γάλλεται μεγαλαυχοῦσα ἡ Ὕδρα, τοῖς σοῖς σπαργάνοις ἱερῶς, καὶ κομπάζει Μάρτυς, κηρύττουσα τῷ κόσμῳ, τῶν θαυμάτων σου, Κωνσταντῖνε τὴν χάριν.

Προσπίπτοντες τῇ τῶν λειψάνων σου θήκῃ, ἀναβοῶμέν σοι πιστῶς· Κωνσταντῖνε Μάρτυς, Χριστοῦ τροπαιοφόρε, ταῖς πρεσβείαις σου, τὴν ζωὴν ἡμῶν σκέπε.

Θεοτοκίον.

Διάσωσον ἀπὸ κινδύνων Παρθένε, καὶ πολυτρόπων πειρασμῶν, τοὺς ἀνακειμένους, τῇ θείᾳ σου πρεσβείᾳ, καὶ τὸν τόκον σου, ἀληθῶς προσκυνοῦντας.

Ὠιδὴ ζ΄. Ὁ τὴν φλόγαν δροσίσας.

Εὐσεβείας ἀρότρῳ γεωργήσας, τῆς ψυχῆς σου τὴν ἄρουραν παμμάκαρ, τοῦ μαρτυρίου τὴν παγκαρπίαν ἤνθησας, Κωνσταντῖνε ἀθλήσας στεῤῥῶς.

Τῇ ἀγχόνῃ ὑψώθης Κωνσταντῖνε, καὶ πρὸς ὕψος τοῦ πόλου ἐπετάσθης, ἔνθα χορεύεις μετ᾿ Ἀσωμάτων τάξεων, ὑπὲρ πάντων πρεσβεύων ἡμῶν.

Ι῾κετεύων μὴ παύσῃ τὸν Δεσπότην, ὑπὲρ πάντων τῶν πόθῳ ἐκτελούντων, μετ᾿ ἐγκωμίων τὴν σεβασμίαν μνήμην σου, Κωνσταντῖνε σοφὲ Ἀθλητά.

Θεοτοκίον.

Μητρικῇ σου Παρθένε προμηθείᾳ, μὴ ἐάσῃς ἐπίχαρμα γενέσθαι, τοῦ πονηροῦ με τὸν ταπεινὸν ἱκέτην σου, ὡς ἐλπίζοντα πίστει εἰς σέ.

Ὠιδὴ η΄. Τὸν ἐπὶ θρόνου.

Τὸν ἐν τῇ Ῥόδῳ ἀνδρικῶς ἐναθλήσαντα, Κωνσταντῖνον πάντες, τιμήσωμεν ἐν ὕμνοις, ὡς νέον στεφανίτην.

Φαλαγγαρχίας τῶν ἐχθρῶν κατενίκησας, τοῦ Σταυροῦ δυνάμει· διό σου Κωνσταντῖνε, τὰ τρόπαια ὑμνοῦμεν.

Οἰκείωσόν με τῷ Χριστῷ ταῖς πρεσβείαις σου, Κωνσταντῖνε Μάρτυς· σὲ γὰρ ἐπικαλοῦμαι, θερμότατον προστάτην.

Θεοτοκίον.

Τῶν χαρισμάτων τῆς θερμῆς εὐσπλαγχνίας σου, κοινωνόν με δεῖξον, Παρθένε τὴν φωνήν μου, ὡς ἐνωτιζομένη.

Ὠιδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον.

Σὲ τὸν μιμησάμενον ζήλῳ, τῶν Μαρτύρων τοὺς ἄθλους, ἐν δουλείας τῷ καιρῷ, τῶν Ὀρθοδόξων, Κωνσταντῖνε δῆμοι λαμπρῶς μακαρίζομεν.

Η῎ρθης πρὸς οὐράνιον πλάτος, καὶ ἐσκήνωσας ἔνδον, τῶν θαλάμων τῆς ζωῆς, ἡμῖν εὐχαῖς σου, Κωνσταντῖνε Μάρτυς Θεὸν ἱλεούμενος.

Δίδου τοῖς προστρέχουσι πόθῳ, σῶν λειψάνων τῇ θήκῃ, Κωνσταντῖνε θαυμαστέ, τῆς κραταιᾶς σου, προστασίας Μάρτυς τὰ θεῖα δωρήματα.

Θεοτοκίον.

Σὲ τὴν ὑπεράμωμον νύμφην, τῆν τεκοῦσα τὸν Λόγον, ἀπειράνδρως τοῦ Πατρός, τὴν Θεοτόκον, τῶν πιστῶν τὴν σκέπην ἀεὶ μεγαλύνομεν.

ΚΑΝΩΝ Δ΄
οὗ ἡ Ἀκροστιχίς· «Κύρι(λ)λος μέλπει τῆς Ῥόδου τὸν προστάτην».

Ὠιδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Καταύγασον Κύριε, τὴν σκοτισθεῖσαν καρδίαν μου, καὶ λόγον τῇ γλώττῃ μου, ὡς πολυεύσπλαγχνος δός, ὡς ἂν ᾄσμασιν, ἀξίως Κωνσταντῖνον, ὑμνήσω τὸν νέον σου, γενναῖον Μάρτυρα.

Υ῾μνήσωμεν ἅπαντες, τὸν Κωνσταντῖνον γηθόμενοι· Χριστὸν γὰρ ἐκήρυξεν, ἐπὶ τυράννων στεῤῥῶς, καὶ ὡς ἄσαρκος, βασάνους ὑπομείνας, ἀγχόνῃ ἐδέξατο, τέλος τὸ ἅγιον.

Ρ῾οδίων ἡγίασας, τὴν σεβασμίαν Μητρόπολιν, τῇ θείᾳ ἀθλήσει σου, ἥτις πλουτοῦσα λαμπρόν, πολιοῦχόν σε, θεόφρον Κωνσταντῖνε, τὰ ἄθλα γεραίρει σου, καὶ τὰ παλαίσματα.

Θεοτοκίον.

Ι᾿δού σοι προστρέχομεν, οἱ εὐσεβεῖς Θεονύμφευτε, καὶ πόθῳ κραυγάζομεν· Χαῖρε Παρθένε Ἁγνή· χαῖρε ἔμψυχον, εἰκόνισμα ἁγνείας· χαῖρε ἡ δανείσασα, σάρκα τῷ Πλάστῃ σου.

Ὠιδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Λαμπὰς ἐν τῷ σκότει τῆς δουλείας, ἀνήφθης Μαρτύρων ὑπελθών, καρτερικῶς τὸ στάδιον, καὶ ἀσεβείας ἔλυσας, Ἀγαρηνῶν τὴν ζόφωσιν, ὦ Κωνσταντῖνε τοῖς ἄθλοις σου.

Ο῾μότροπος Μάρτυς Κωνσταντῖνε, Μαρτύρων τῶν πρόπαλαι ὀφθείς, μαρτυρικῇ ἐνστάσει σου, νῦν ἔχεις τὸ πολίτευμα, ἐν οὐρανοῖς ταῖς νίκαις σου, ὑπερφυῶς κλεϊζόμενος,

Σωτῆρα κηρύξας Κωνσταντῖνε, τυράννοις ἀπίστοις τὸν Χριστόν, βάσανα πολυώδυνα, καρτερικῶς ὑπέμεινας, καὶ κληρονόμος γέγονας, τῆς βασιλείας φαιδρότατος.

Θεοτοκίον.

Μαρτύρων τὸ κλέος χαῖρε Κόρη, καὶ δόξα ὁσίων Ἀσκητῶν· χαῖρε τὸ πολυεύφημον, τῶν Ὀρθοδόξων καύχημα· χαῖρε θερμὴ ἀντίληψις, τῶν προστρεχόντων τῇ σκέπῃ σου.

Ὠιδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Ε῎στης ἀκατάπληκτος τῷ λογισμῷ, ἐν τῷ ἀπηνῶς βασανίζεσθαι, σοῦ τὸ σαρκίον, Κωνσταντῖνε Ἀθλητά, καὶ τῶν ἐχθρῶν κατέπληξας, τὴν ἐπαιρομένην θρασύτητα.

Λόγοις οἷς ἐδίδου σοι πνευματικῶς, φθέγγεσθαι τὸ Πνεῦμα τὸ Ἅγιον, διατρανώσας, εὐσεβείας τὴν ἰσχύν, τῶν ἀσεβῶν ἐφίμωσας, Μάρτυς Κωνσταντῖνε τὰ στόματα.

Πρῴην ὁ πτερνίσας σε δόλῳ ἐχθρός, παίγνιον ὡράθη τοῖς ἄθλοις σοι, καὶ κατεβλήθη, πρὸ ὡραίων σου ποδῶν, ὁ δυσμενὴς ἀνίσχυρος, Μάρτυς Κωνσταντῖνε μακάριε.

Θεοτοκίον.

Ε῎χοντες προστάτιν σε καὶ βοηθόν, Μῆτερ οἱ πιστοὶ ἐκβοῶμέν σοι· Χαῖρε Παρθένε, τὸ ταμεῖον τῆς ζωῆς· ἐλπὶς ἡ ἀκαταίσχυντος, τῶν Χριστιανῶν χαῖρε Πάναγνε.

Ὠιδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ι᾿σχύσας τῇ χάριτι, Θεοῦ τοῦ Παντοκράτορος, κατὰ τῶν τυράννων Κωνσταντῖνε, τοῦ μαρτυρίου, ἐν τοῖς ἐσχάτοις καιροῖς, τὸν δρόμον διήνυσας καλῶς, καὶ προσθήκη γέγονας, τῶν Μαρτύρων περίδοξος.

Τὸ σῶμα ταῖς μάστιξιν, ἐθελουσίως δέδωκας, ὑπὲρ τῆς καλῆς ὁμολογίας, μηδὲν προκρίνας, τῆς βασιλείας Χριστοῦ, ἧς καὶ ἀνεδείχθης κοινωνός, Κωνσταντῖνε θάνατον, δι᾿ ἀγχόνης δεξάμενος.

Η῾ χεὶρ ἀπημαύρωται, τοῦ ἀσεβοῦς ῥαπίσασα, Μάρτυς ἀναιδῶς τὸ πρόσωπόν σου, καὶ κατῃσχύνθη, ὁ μιαρὸς ἡγεμών, ὅτε τῆς σαρκός σου τὰς πληγάς, Κωνσταντῖνε ἔνδοξε, ἰαθεῖσας ἑώρακε.

Θεοτοκίον.

Σωτῆρα ἡ τέξασα, Χριστὸν τὸν πάντων Κύριον, χαῖρε Μαριὰμ Εὐλογημένη· χαῖρε τοῦ κόσμου, ὁ διαυγὴς ὀφθαλμός· χαῖρε τὴν φαιδρὰν μαρμαρυγήν, πᾶσιν ἀπαστράψασα, τοῦ Θεοῦ τῆς χρηστότητος.

Ὠιδὴ στ΄. Τὴν θείαν ταύτην.

Ρ῾ημάτων Μάρτυς δεήσεως, φωνῆς τοῦ στεναγμοῦ σου ὁ Κύριος, ἐνωτισάμενος, ἐν τῇ εἱρκτῇ ἐπεφάνη σοι, διδούς σοι Κωνσταντῖνε, ἰσχύν οὐράνιον.

Ο῾δὸν Μαρτύρων διήνυσας, τὸ πτῶμα τὸ δεινὸν διορθούμενος, ὃ πρῴην πέπονθας, καὶ δι᾿ ἀγχόνης ἀπέλαβες, τὸ πέρας Κωνσταντῖνε, τῆς προσδοκίας σου.

Δυνάμει ἔστης τῆς χάριτος, ἐν στάσει μαρτυρίου ἀκλόνητος, καὶ διεσάλευσας, τῆς ἀσεβείας θεμέλια, θεόφρον Κωνσταντῖνε, τῇ καρτερίᾳ σου.

Θεοτοκίον.

Ο῾ θεῖος οἶκος τῆς χάριτος, καὶ ἔμψυχος ναὸς τοῦ Παντάνακτος, Χαῖρε Πανάχραντε· Χαῖρε ὡραῖον παλάτιον, τοῦ δι᾿ ἡμᾶς ἀφράστως, ἐνανθρωπήσαντος.

Ὠιδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Υ῾πὲρ ἔννοιαν, ὑπάρχει σου ἡ ἄθλησις, καὶ τὰ παλαίσματα· σὺ γὰρ σαρκὸς τὰς πληγάς, ἀνδρείως ὑπέμεινας, ὡς ἄλλου πάσχοντος, καὶ ἀδάμαντος, εὑρέθης ἀκμαιότερος, Κωνσταντῖνε τοῖς τυράννοις.

Τὸν οὐράνιον, Χριστοῦ τῆς θείας πίστεως, ἐπανευράμενος, ὡς νουνεχὴς θησαυρόν, αὐτὸν διεφύλαξας, ἐν τῇ καρδίᾳ σου, διὰ θλίψεων, καὶ ἀλγεινῶν κολάσεων, Νεομάρτυς Κωνσταντῖνε.

Ο῎λβον ἅγιον, καὶ γέρας πολυτίμητον, καύχημα τίμιον, καὶ πολιοῦχον καλόν, ἡ Ῥόδος πλουτοῦσά σε, ἡ περιώνυμος, χαίρει πάντοτε, ἐπὶ τῇ θείᾳ δόξῃ σου, καὶ ὑμνεῖ σε Κωνσταντῖνε.

Θεοτοκίον.

Νύμφη ἄφθορος, Θεοῦ τοῦ Παντοκράτορος, χαῖρε Πανάμωμε· χαῖρε ἁγία σκηνή, καὶ ῥάβδος καὶ τράπεζα, καὶ στάμνος πάγχρυσος· χαῖρε Δέσποινα, σκηνὴ ἀχειροποίητος, τοῦ μεγάλου Βασιλέως.

Ὠιδὴ η΄. Παῖδας εὐαγεῖς.

Πάσης ἀσεβοῦς καταφρονήσας, τυράννων τῶν μιαιφόνων ὑποσχέσεως, τούτων τὴν ἀσέβειαν, Κωνσταντῖνε ἔνδοξε, θεολογῶν διήλεγξας, καὶ χαίρων ἔκραζες· Ἰδοὺ Χριστιανὸς ἐγὼ πέλω, κἄν τοῦ Λυτρωτοῦ μου, πρὸς ὥραν ἐχωρίσθη.

Ρ῾ώμῃ τὸν ἐχθρὸν καταπαλαίσας, καθεῖλες εἰς τέλος τούτου τὸ γαυρίαμα, καὶ τῷ δι᾿ ἀγχόνης σου, πότμῳ ἀπηγχόνισας, θεοεχθρίας ἔνδοξε, ὀφρὺν τὴν βλάσφημον· διό σε ὁ Θεὸς Κωνσταντῖνε, ἔστεψε στεφάνῳ, τῆς νίκης ἀμαράντῳ.

Ο῞λης ἐκ ψυχῆς ἀνευφημοῦμεν, τοὺς ἄθλους σου Κωνσταντῖνε παμμακάριστε· σὺ γὰρ ἐν ἁπλότητι, ἤθους τὴν εὐσέβειαν, κηρύξας τοῖς συλήσασι, πρὶν τὴν καρδίαν σου, ὑπέμεινας μυρίας βασάνους, καὶ ἀπῃωρήθης, προθύμως τῇ ἀγχόνῃ.

Θεοτοκίον.

Σκεῦος τῆς ζωῆς τῶν χαρισμάτων, Παρθένε χαῖρε Ἁγία· χαῖρε Ἄχραντε, λύχνος θεολάξευτος· χαῖρε ἀκηλίδωτος, παστὰς τοῦ Λόγου Δέσποινα· χαῖρε βασίλισσα, Θεοῦ ἐκ δεξιῶν παρεστῶσα· χαῖρε εὐφροσύνη, κοινὴ ἀνθρώπων γένους.

Ὠιδὴ θ΄. Ἅπας γηγενής.

Τύραννον δεινόν, νικήσας τῶν ἄθλων σου, μεγαλουργήμασι, νικητὴς περίδοξος, ὦ Κωνσταντῖνε, ὤφθης τῆς πίστεως, καὶ ἐκ Θεοῦ ἀπέλαβες, νίκης τὸν στέφανον· ᾧ ἀπαύστως, πρέσβευε δωρήσασθαι, τὴν εἰρήνην ἡμῖν τοῖς ὑμνοῦσί σε.

Α῎θλων ἱερῶν, τελέσας τὸ δίαυλον, φῶς ἐπουράνιον, κατελθὸν τὸ σκῆνός σου, ἐν τῇ ἀγχόνῃ, ἀπαιωρούμενον, ὑπερφυῶς ἐκάλυψε, θείαν εἰς ἔνδειξιν, οἷας δόξης, ἔτυχες καὶ χάριτος, Κωνσταντῖνε φωτὸς ἐν σκηνώμασι.

Τάφῳ ἱερῷ, ὁ Ῥόδου Ἀγάπιος, τὸ πανσεβάσμιον, σῶμά σου ἐκήδευσε, καὶ προεξάρχων, τῆς ὁμηγύρεως, τῶν εὐσεβῶν ἐκραύγαζε· Μέγας ὁ Κύριος, ὁ καὶ νέον, δείξας ἡμῖν Μάρτυρα, εἰς αἰσχύνην ἐχθρῶν καὶ κατάπτωσιν.

Η῞λιος φαιδρός, φωστὴρ τηλαυγέστατος, τῷ μαρτυρίῳ σου, Κωνσταντῖνε ἔνδοξε, τῇ Ἐκκλησίᾳ Χριστοῦ ἀνέτειλας, καταφωτίζων ἅπαντας, τοὺς ἐκβοῶντάς σοι· Χαίροις Ὕδρας, βλάστημα ἀμάραντον, καὶ τῆς Ῥόδου τερπνὸν ἐγκαλλώπισμα.

Θεοτοκίον.

Νέος οὐρανός, τῆς ἄνωθεν χάριτος, χαῖρε Θεόνυμφε· χαῖρε κῆπος εὔχαρις· χαῖρε νεφέλη κούφη ὁλόφωτος· χαῖρε πηγὴ ζωήῤῥυτος, τῆς θείας γνώσεως· χαῖρε Μῆτερ, τεῖχος ἀπροσμάχητον, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

 

ΚΑΝΩΝ Ε΄
οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων· «Τῷ Ὑδραίῳ Μάρτυρι Κύρι(λ)λος ᾄδει».

Ὠιδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.

Τῶν Μαρτύρων φαιδρός, ἀναδειχθεὶς κοινωνός, ὦ Κωνσταντῖνε τῇ ἀθλήσει σου, ὑπὲρ ἡμῶν τῷ Λυτρωτῇ ἀπαύστως πρέσβευε, τῶν πίστει τιμώντων σου, ὕμνοις τὴν ἄθλησιν.

Ω῾ραιώσας σαυτόν, μαρτυρικαῖς καλλοναῖς, ὅλος ἀστράπτων ἐξεδήμησας, ὦ Κωνσταντῖνε πρὸς ζωὴν τὴν ἀτελεύτητον, φωτὶ τῆς θεώσεως, καταυγαζόμενος.

Υ῾πὲρ πάντων ἡμῶν, τῶν εὐφημούντων πιστῶς, τὴν ἐν ἀθλήσει καρτερίαν σου, ὦ Κωνσταντῖνε ἐκτενῶς Χριστὸν ἱκέτευε, ὡς ἂν λύσιν εὕρωμεν, τῶν παραπτώσεων.

Δοξασθεὶς εὐκλεῶς, ἐν πρωτοτόκων σκηναῖς, ὡς Νεομάρτυς γενναιότατος, τῶν ἐπὶ γῆς σε ἀνυμνούντων σε ἔσο πάντοτε, προστάτης καὶ πρόμαχος, ταῖς ἱκεσίαις σου.

Θεοτοκίον.

Θεοτόκε Ἁγνή, τὸν ἀπειράνδρως ἐκ σοῦ, σωματωθέντα καὶ πηγάσαντα, τὴν ἀφθαρσίαν τοῖς βροτοῖς, θερμῶς ἱκέτευε, σωθῆναι Πανάχραντε, τοὺς ἀνυμνοῦντάς σε.

Ὠιδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ σου.

Ρ῾ανίσι τῶν αἱμάτων τῶν σῶν, πεφοινιγμένος τῷ Κυρίῳ σου, μετὰ Μαρτύρων παρίστασαι, Κωνσταντῖνε εὐφραινόμενος.

Α᾿ντέστης τοῖς δυνάσταις στεῤῥῶς, καταφρονήσας τῶν κολάσεων, ἐν τῇ δυνάμει τῆς χάριτος, Κωνσταντῖνε τοῦ Δεσπότου σου.

Ι᾿σχύϊ τοῦ τιμίου Σταυροῦ, Χριστοῦ τὸ πάθος μιμησάμενος, καὶ τῆς αὐτοῦ Ἀναστάσεως, Κωνσταντῖνε ὤφθης μέτοχος.

Θεοτοκίον.

Μὴ παύσῃ Θεοτόκε ἡμᾶς, ταῖς σαῖς πρεσβείαις προστατεύουσα, τοὺς εὐλαβῶς μακαρίζοντας, ὡς Μητέρα σε Πανάμωμον.

Ὠιδὴ δ΄. Ἀκήκοα Κύριε.

Ω῾ραίοις ἀγῶσί σου, ὡραϊσθεὶς ὑπὲρ σάπφειρον, Κωνσταντῖνε κόσμος, Ἐκκλησίας γεγένησαι.

Μετάνοιαν ἤσκησας, δαυϊτικῶς διορθούμενος, Κωνσταντῖνε μάκαρ, τὴν ἀσύνετον πτῶσίν σου.

Α᾿παύστως ἱκέτευε, τὸν σὲ δοξάσαντα Ἅγιε, τοῦ ῥυσθῆναι πάσης, τοὺς ὑμνοῦντάς σε θλίψεως.

Θεοτοκίον.

Παρθένε Πανύμνητε, τοῖς εὐλαβῶς ἀνυμνοῦσί σε, μητρικῆς στοργῆς σου, τὰς ἐκφάνσεις πρυτάνευε.

Ὠιδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.

Ρ῾απίσματα, λακτίσματα, μάστιγας, καὶ αἰκισμούς, Κωνσταντῖνε ὑποστάς, τρυφῆς ἀπόνου ἐπέτυχες.

Τὸν πόθον σου ὑψώσας πρὸς Κύριον, ὑπὲρ αὐτοῦ, ἀνυψώθης τῇ φρικτῇ, ἀγχόνῃ Μάρτυς τὸ σῶμά σου.

Υ῾μνοῦμέν σου τὴν ἔνδοξον ἄθλησιν, δι᾿ ἧς φωστήρ, Κωνσταντῖνε φαεινός, τῇ Ἐκκλησίᾳ ἀνέτειλας.

Θεοτοκίον.

Ι῾λέωσαι τὸν εὔσπλαγχνον Κύριον, ὡς ἀγαθή, τοῖς προστρέχουσιν ἡμῖν, τῇ μεσιτείᾳ σου Πάναγνε.

Ὠιδὴ στ΄. Μαινομένην κλύδωνι.

Ρ῾ωμαλέως ὥρμησας, νεανίας ὥσπερ εὐπρεπής, τῇ ἀθλήσει ἔνδοξε καὶ ἔκραζες· Ἐγὼ Χριστόν, μόνον λατρεύω ὡς Κύριον.

Ι᾿αμάτων ἔλαβες, Κωνσταντῖνε Μάρτυς δωρεάς, καὶ διώκεις ἅπαντα νοσήματα, ἐκ τῶν πιστῶς, ἐπικαλουμένων τὴν χάριν σου.

Καθελὼν τὴν ἔπαρσιν, τοῦ δολίου ἄθλοις ἱεροῖς, Κωνσταντῖνε κράτιστε δεδόξασαι, παρὰ Θεοῦ, ταῖς τῶν θαυμάτων δυνάμεσι.

Θεοτοκίον.

Παναγία Δέσποινα, Θεοτόκε Μῆτερ τῆς ζωῆς, τὸν Υἱόν σου πάντοτε ἱκέτευε, ἵνα ἡμῖν, τὴν σωτηρίαν δωρήσασθαι.

Ὠιδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.

Υ῾περφρονήσας ἀκμῆς, τῆς ἡλικίας Κωνσταντῖνε, πρὸς μαρτυρίου ὁδόν, ἔδραμες ὅλῃ σπουδῇ.

Ρ῾ήτωρ ἐφάνης καλός, ἀνακηρύξας Κωνσταντῖνε, τοῖς θεομάχοις Χριστόν, ὡς Λυτρωτὴν καὶ Θεόν.

Ι῾ερωτάτοις φωναῖς, σὲ εὐφημοῦμεν Κωνσταντῖνε, τὸν ἐν τῇ Ῥόδῳ καλῶς, ὑπεραθλήσαντα.

Θεοτοκίον.

Ο῾ ἐκ Παρθένου τεχθείς, εἰς σωτηρίαν τῶν ἀνθρώπων, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠιδὴ η΄. Πάντα τὰ ἔργα.

Λάμπεις τοῖς ἄθλοις ὡς ἀστήρ, καὶ καταυγάζεις, Κωνσταντῖνε τὰ σύμπαντα.

Ο῎λβιος πέλεις ἀληθῶς, ὅτι τὴν πίστιν, Κωνσταντῖνε ἐτήρησας.

Σῶσον εὐχαῖς σου ἱεραῖς, τοὺς ἀνυμνοῦντας, Κωνσταντῖνε τοὺς ἄθλους σου.

Θεοτοκίον.

Σῶσον Παρθένε Ἀγαθή, τῇ χάριτί σου, τοὺς ὑμνοῦντας τὸν τόκον.

Ὠιδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.

Α῎νω μετ᾿ Ἀγγέλων θείων, χορεύων λαμπρῶς, τῶν ἐν κόσμῳ ὑμνούντων σε, ἀπαύστως μνημόνευε, Κωνσταντῖνε τῆς Ὕδρας θεῖον βλάστημα.

Δόξης οὐρανίου χάριν, ὑψόθεν λαβών, ἀναβλύζεις ἰάσεων, ἡμῖν τὰ δωρήματα, Κωνσταντῖνε τῆς Ῥόδου ἐγκαλλώπισμα.

Ε῎χων ἐν ὑψίστοις Μάρτυς, τὸν κλῆρον τὸν σόν, στρατιώτης ὡς ἄριστος, Χριστοῦ τοῦ Παντάνακτος, Κωνσταντῖνε προστάτης ἡμῖν φάνηθι.

Ι῎δε οὐρανόθεν Μάρτυς, ἡμᾶς τοὺς πιστῶς, ἀνυμνοῦντας τοὺς ἄθλους σου, καὶ ῥῦσαι πρεσβείαις σου, Κωνσταντῖνε ἡμᾶς ἐκ περιστάσεων.

Θεοτοκίον.

Κλίμαξ νοητὴ Παρθένε, ἐδείχθης δι᾿ ἧς, κατελθὼν ὁ παντέλειος, Ἀδὰμ τὸν ἔκπτωτον, πρὸς τὴν πρώτην, ἀνύψωσεν εὐπρέπειαν.

 

ΚΑΝΩΝ ΣΤ΄
φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις τήνδε· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας.

Μαρτυρικαῖς διαλάμπων μαρμαρυγαῖς, τῷ Χριστῷ παρίστασαι, Κωνσταντῖνε εὐκλεῶς, ᾧ σωθῆναι πρέσβευε θερμῶς, τὰς ψυχὰς τῶν εὐσεβῶς ὑμνολογούντων σε.

Ε᾿κ ῥιζουχίας βλαστήσας θεοφιλοῦς, ἐν καιρῷ ἐξήνθησας, εὐσεβείας τοὺς καρπούς, Κωνσταντῖνε ἔνδοξε ἐχθροῖς, τοῖς ἀπίστοις καρτερῶς ἀντιταξάμενος.

Ε᾿ν τῷ καιρῷ τῆς δουλείας πλησιφαής, τῆς πατρῴας πίστεως, ἐξανέτειλας φωστήρ, Κωνσταντῖνε κράτιστε στεῤῤῶς, ἀρετὴν μαρτυρικὴν ἐπιδειξάμενος.

Θεοτοκίον.

Καταιγιζόμενον σάλῳ τῶν πειρασμῶν, τῇ γαλήνῃ σῶσόν με, τῶν θερμῶν σου πρεσβειῶν, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον Ἁγνή, τὸν ἐκ σοῦ ὑπερφυῶς ἐνανθρωπήσαντα.

Ὠιδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.

Η῾ Ὕδρα γάνυται τρανῶς, δόξῃ σου τῇ ἁγίᾳ, Κωνσταντῖνε παμμάκαρ, καὶ δοξάζει τὸν Θεόν, τὸν ἐν ἐσχάτοις καιροῖς, δοξασθέντα τῇ στεῤῥᾷ ἀθλήσει σου.

Θεοῦ τῇ χάριτι λαμπρῶς, φωτισθεὶς τὴν καρδίαν, μετανοίᾳ προσῆλθες, Κωνσταντῖνε τῷ Χριστῷ, καὶ ἀνεδείχθης αὐτοῦ, Ἀθλοφόρος τῇ ὁμολογίᾳ σου.

Εὐχαῖς σὺν δάκρυσιν θερμοῖς, προσελθὼν τῷ Κυρίῳ, Κωνσταντῖνε ἐδέξω, Παρακλήτου τὴν ἰσχύν, ἐν ᾗ καθεῖλες στεῤῥῶς, τοῦ δυνάστου θράσος τὸ ὑψάχευνον.

Θεοτοκίον.

Υ῾μνοῦμεν Δέσποινα πιστῶς, τόκον σου τὸν φρικώδη, δι᾿ οὗ πᾶσα ἡ κτίσις, καὶ τὸ γένος τῶν βροτῶν, τῆς τοῦ γενάρχου Ἀδάμ, ἐλυτρώθη Μῆτερ κατακρίσεως.

Ὠιδὴ δ΄. Χριστός μου δύναμις.

Χριστῷ ἑπόμενος, τῇ μετανοίᾳ σου, κριτηρίῳ παρέστης τυραννικῷ, Κωνσταντῖνε ἔνδοξε, καὶ ἐταπείνωσας ἐχθρόν, τὸν σὲ πρῴην φενακίσαντα.

Α᾿κμὴν νεότητος, ὡς νουνεχέστατος, καὶ τρυφὰς ἐπικήρους ὑπεριδών, ὡς διψῶσα ἔλαφος, πρὸς μαρτυρίου τὴν ὁδόν, Κωνσταντῖνε προσεχώρησας.

Σταυροῦ τῇ χάριτι, ἐνδυναμούμενος, ἐμιμήσω τὸ πάθος τοῦ Ἰησοῦ, Κωνσταντῖνε ἔνδοξε· διὸ μετέσχες ἐν Ἐδέμ, τῆς χαρᾶς τῆς Ἀναστάσεως.

Θεοτοκίον.

Ρ῾οαῖς Θεόνυμφε, τῆς εὐσπλαγχνίας σου, ἀναψύχουσα δεῦρο ὡς ἀγαθή, τὰς ψυχὰς τῶν δούλων σου, τῶν προσκυνούντων εὐσεβῶς, τὸ μυστήριον τοῦ τόκου σου.

Ὠιδὴ ε΄. Τῷ θείῳ φέγγει σου.

Τοῦ μαρτυρίου σου τῷ φωτί, λάμψας ἐν δουλείας τῇ νυκτί, ὥσπερ φωστὴρ παμφαέστατος, Κωνσταντῖνε Μάρτυς σοφέ, Θεοῦ τὸν λαόν, ἐφώτισας τῇ αἴγλῃ, τῶν θαυμασίων σου. 

Ε᾿θεολόγησας εὐσεβῶς, ζήλῳ ἐναντίον τῶν ἐχθρῶν, ὁμολογήσας τὸν Κύριον, Κωνσταντῖνε Μάρτυς στεῤῥέ· διὸ παρ᾿ αὐτοῦ, τὸν στέφανον ἐδέξω, τὸν ἀμαράντινον.

Υ῾πὲρ τῆς πίστεως τοῦ Χριστοῦ, ἐν ῥωμαλεότητι φρενῶν, ἀγχονισθεὶς ἀπηνέστατα, οὐρανίου ὕψους λαμπρῶς, ἐπέβης· διὸ, Μαρτύρων Κωνσταντῖνε, τῆς δόξης ἔτυχες.

Θεοτοκίον

Ι῞λεων ποίησον τὸν ἐκ σοῦ, σάρκα προσλαβόμενον Ἁγνή, δι᾿ εὐσπλαγχνίαν ἀνείκαστον, Θεοτόκε πᾶσιν ἡμῖν, τοῖς πίστει θερμῇ, ὑμνοῦσιν ἀκορέστως, τὰ μεγαλεῖά σου.

Ὠιδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Ε᾿ν Ῥόδῳ ἠγώνισαι, τὸν ἀγῶνα τὸν καλόν, καὶ ἐν Σιὼν πολύαθλε, νῦν ἐκλάμπεις τῇ ἄνω περιφανῶς, Μαρτύρων τοῖς τάγμασι, Κωνσταντῖνε ὡς Μάρτυς ἀκατάπληκτος.

Εἱρκτῆς καθυπέμεινας, τὰς κακώσεις καρτερῶς, καὶ τὰς πληγὰς ὑπήνεγκας, ἀτενίζων παμμάκαρ πρὸς οὐρανόν, ἐξ οὗ καὶ τὰ ἔπαθλα, Κωνσταντῖνε ἐδέξω τῶν ἀγώνων σου.

Τῆς κρείττονος στάσεως, οὐδαμῶς παρατραπείς, ταῖς ἀλγειναῖς κολάσεσι, καὶ βασάνοις μακάριε τῆς σαρκός, ἀγχόνῃ ἀνέδραμες, Κωνσταντῖνε Χριστῷ ὥσπερ ἐπόθησας.

Θεοτοκίον.

Λαὸν τὸν τιμῶντά σε, ἀπὸ πάσης συμφορᾶς, ὡς ἀγαθὴ διάσωσον, ταῖς πρεσβείαις σου Ἄχραντε πρὸς Χριστόν, τὸν εὔσπλαγχνον Κύριον, τὸν ἀφράστως ἐκ σοῦ ἐνανθρωπήσαντα.

Ὠιδὴ ζ΄. Οἱ Παῖδες ἐν Βαβυλῶνι.

Ι᾿λύος ἀποστασίας, τῆς μετανοίας τοῖς δάκρυσι, μυστικῶς ἑαυτὸν ἀποπλύνας, Κωνσταντῖνε πολύαθλε, Θεῷ θυσία ἄμωμος, καθαρὰ προσενήνεξαι.

Τῆς πίστεως τὴν ἀνδρείαν, καὶ εὐσεβείας τὴν δύναμιν, κεκτημένος ἐχθρῶν Κωνσταντῖνε, τὴν ὀφρὺν ἐταπείνωσας, καὶ ἀσεβείας ἔλυσας, παρατάξεις τοῖς ἄθλοις σου.

Η῾ Ῥόδος σε πολιοῦχον, ἀπολαβοῦσα ἀκοίμητον, μακαρίζει λαμπρῶς Κωνσταντῖνε, τὴν ἁγίαν σου ἄθλησιν, δι᾿ ἧς Χριστοῦ τὸ ὄνομα, ῥωμαλέως ἐδόξασας.

Θεοτοκίον.

Λαός σε τῶν Ὀρθοδόξων, Θεοκυῆτορ Ἀπείρανδρε, μακαρίζει πιστῶς καὶ γεραίρει, τὸν ἀμόλυντον τόκον σου, δι᾿ οὗ τῷ κόσμῳ ἔλαμψε, φῶς τὸ θεῖον τῆς γνώσεως.

Ὠιδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Α᾿ποπτύσας τὸν ζόφον, τῆς ματαιότητος, τῷ φωτὶ ἐπανῆλθες, Χριστοῦ τῆς πίστεως, ἧς καὶ τὴν ἰσχὺν τοῖς σοῖς, ἄθλοις ἐτράνωσας, Μάρτυς Κωνσταντῖνε, Μαρτύρων ὡραιότης.

Καρτερίαν ἐν πόνοις, ἐπιδειξάμενος, ὡς Χριστοῦ τῇ ἀγάπῃ, ἐνισχυόμενος, εἰς ἁγιασμὸν τανῦν, τοῦ μαρτυρίου σου, ἔχεις τοὺς ἀγῶνας, ἐν πόλῳ Κωνσταντῖνε.

Τῶν Ὑδραίων ἡ νῆσος, ἡ σὲ βλαστήσασα, σὺν τῇ Ῥόδῳ χορεύει· καὶ γὰρ ἀμφότεραι, πολιοῦχόν σε λαμπρόν, Μάρτυς ἐκτήσαντο, καὶ ἐν τοῖς κινδύνοις, προστάτην Κωνσταντῖνε.

Θεοτοκίον.

Ο῾ ἐκ σοῦ νηπιάσας, Λόγος ἐλύτρωσε, τῶν ἀνθρώπων τὸ γένος, τῆς παραβάσεως· ὅθεν ἀπαύστως αὐτῷ, πρέσβευε Ἄχραντε, ἵνα σωτηρίας, ἡμεῖς ἀξιωθῶμεν.

Ὠιδὴ θ΄. Θεὸν ἀνθρώποις.

Καθάπερ μῦρον, Χριστῷ προσήγαγες, ὡς ἡ γυνὴ ἐκείνη, μετανοίας τὰ δάκρυα, ὡς δῶρον δὲ τίμιον, σαρκὸς τὰς πληγάς, ἔνδοξε Κωνσταντῖνε· διὸ τιμῶμέν σε, ἐν ἀγαλλιάσει οἱ πιστοὶ ἐπὶ τῇ μνήμῃ σου.

Πλησιφαῆ σε, φωστῆρα ἔχουσα, ἡ τῶν Ῥοδίων νῆσος, Κωνσταντῖνε πολύαθλε, δοξάζει τὸν Κύριον, τὸν ἐν οὐρανοῖς, δοξάζοντά σε Μάρτυς, καὶ ταῖς πρεσβείαις σου, τοῖς ὑμνολόγοις σου ἀεὶ χάριν παρέχοντα.

Μετὰ Μαρτύρων, ὡς Μάρτυς ἔνδοξος, καὶ πάντων τῶν Ἁγίων, ὡς αὐτῶν ἰσοστάσιος, Τριάδα τὴν ἄκτιστον, δυσώπει θερμῶς, ἵνα ῥυσθῶμεν πάντες, οἱ εὐφημοῦντές σε, ἀπὸ παντοίων πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον.

Υ῾περαγία, Παρθένε Ἄχραντε, σὲ ὡς Θεοῦ Μητέρα, εὐφημοῦμεν δεόμενοι· Ἱκέτευε πάντοτε, τὸν ὑπερφυῶς, ἐκ σοῦ σωματωθέντα, σῶσαι Πανάχραντε, τοὺς ἀνευφημοῦντας ἐκ ψυχῆς τὰ μεγαλεῖά σου.

 

ΚΑΝΩΝ Ζ΄
φέρων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος βαρύς. Τῷ συντρίψαντι πολέμους.

Τὸν γενναῖον Κωνσταντῖνον, τὸν τῆς ὕδρας βλαστόν, τῆς Ῥοδονήσου τὸ θεῖον ἀγλάϊσμα, ὕμνοις οἱ πιστοί, εὐφημήσωμεν λαμπρῶς, ὅτι δεδόξασται.

Τῆς δουλείας Κωνσταντῖνε, ἐν ἡμέραις φωστήρ, ἐξανατείλας τῇ θείᾳ ἀθλήσει σου, σκότος τὸ δεινόν, ἀσεβείας τῶν ἐχθρῶν, Μάρτυς διέλυσας.

Μιμησάμενος ἀνδρείως, τοῦ Δεσπότου Χριστοῦ, τὸ θεῖον πάθος δυνάμει τῆς πίστεως, ὤφθης κονωνός, Κωνσταντῖνε τῆς χαρᾶς, τῆς Ἀναστάσεως.

Θεοτοκίον.

Τὴν Θεόνυμφον Παρθένον, τὴν ἀσπόρως Χριστόν, τὸν Βασιλέα τοῦ κόσμου κυήσασα, πάντες οἱ πιστοί, ὡς ἀντίληψιν ἡμῶν, ἀνευφημήσωμεν.

Ὠιδὴ γ΄. Ὁ οὐρανούς.

Νικητικῶς τοῖς ἄθλοις διαπρέψας, καὶ δυσμενεῖς εἰς τέλος καταισχύνας, ἐστεφανώθης φαιδρῶς, ζωοπαρόχῳ χειρί, Κωνσταντῖνε Μάρτυς θεομακάριστε.

Ε᾿ν νεαρᾷ ὑπάρχων ἡλικίᾳ, τὸν παλαιὸν κακίᾳ Κωνσταντῖνε, ὁμολογίᾳ τῇ σῇ, καταπαλαίσας στεῤῥῶς, εὐσεβείας ὤφθης θεῖον ἑδραίωμα.

Αἰωρηθεὶς ἀγχόνῃ Κωνσταντῖνε, ὡς τοῦ Χριστοῦ τῷ πόθῳ τετρωμένος, συμβασιλεύεις αὐτῷ, νῦν ἐν ὑψίστοις λαμπρῶς, τῶν Μαρτύρων δήμοις συναγαλλόμενος.

Θεοτοκίον.

Ε᾿ν μητρικῇ Παρθένε εὐσπλαγχνίᾳ, τὸν ἐκ τῆς σῆς νηδύος σαρκωθέντα, ἐκδυσωποῦσα θερμῶς, ἡμῖν ἐξαίτει Ἁγνή, τῶν ἁμαρτημάτων τελείαν ἄφεσιν.

Ὠιδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν σου.

Μὴ φεισάμενος τῆς ἐπικήρου, ζωῆς παμμάκαρ, τὸ μαρτύριον ἐτέλεσας, ἐν δυνάμει χάριτος.

Ε᾿ν νεότητος ὦ Κωνσταντῖνε, ἀκμὴν ἀθλήσας, Νεομάρτυς γενναιότατος, Ἐκκλησίας πέφηνας.

Ω῾ς θυμίαμα τῷ Ἀθλοθέτῃ, Χριστῷ εὐῶδες, Κωνσταντῖνε προσενήνεξαι, τῇ λαμπρᾷ ἀθλήσει σου.

Θεοτοκίον.

Μεσιτεύουσα Θεοκυῆτορ, Θεῷ μὴ παύσῃ, ἵνα εὕρωμεν τὸ ἔλεος, οἱ πιστῶς ὑμνοῦντές σε.

Ὠιδὴ ε΄. Νυκτὶ με ἀχλυωθέντα.

Λαμπρύνας τοῦ μαρτυρίου σαυτὸν, τῷ αἵματι πρὸς τὴν ἀνέσπερον λαμπρότητα, Μάρτυς μετέβης· ὅθεν μοι, φῶς τὸ τῆς χάριτος αἴτει πάντοτε.

Σαρκός σου καταφρονήσας σαφῶς, ὡς ἔρωτι τῷ τοῦ Δεσπότου σου πυρούμενος, ὦ Κωνσταντῖνε ἔνδοξε, χαίρων ὑπέμεινας τὸ μαρτύριον.

Α᾿γγέλων Μάρτυς τοῖς δήμοις συνών, Μαρτύρων τε συναυλιζόμενος ταῖς τάξεσιν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν ἐπιτελούντων σου τὸ μνημόσυνον.

Θεοτοκίον.

Μαρία Παρθενομῆτορ Ἁγνή, ἱκέτευε ὑπὲρ ἡμῶν Χριστὸν τὸν Κύριον, τοῦ δωρηθῆναι ἅπασι, τοῖς εὐφημοῦσί σε χάριν ἄφθονον.

Ὠιδὴ στ΄. Ἐβόησα Κύριε.

Α᾿γῶνα εἰσέδραμες, τῆς ἀθλήσεώς σου, Κωνσταντῖνε, μὴ δειλιάσας τὰ ἐπίπονα.

Α᾿νέστησας τρόπαιον, εὐσεβείας Μάρτυς, διαλύσας, τῆς ἀσεβείας τὴν παράταξιν.

Χριστὸν καθικέτευε, δωρηθῆναι Μάρτυς, Κωνσταντῖνε, τοῖς σὲ τιμῶσι τὰ συμφέροντα.

Θεοτοκίον.

Η῾ κόσμῳ κυήσασα, σωτηρίαν χαῖρε, Θεοτόκε· σκέπε καὶ φρούρει τοὺς ὑμνοῦντάς σε.

Ὠιδὴ ζ΄. Τὸν ὄντως ὄντα Θεόν.

Τὸν ὄντως ὄντα Θεόν, καὶ τῆς τῶν πάντων οὐσίας αἴτιον, ἐδόξασας ἀθλήσας, ἀνδρείως Κωνσταντῖνε.

Παγίδων Μάρτυς ῥυσθείς, τῆς ἀσεβείας ἰσχύϊ χάριτος, Χριστῷ συνεσταυρώθης, ἀγῶσι μαρτυρίου.

Στεφάνους δόξης λαβών, ὡς τοῦ Κυρίου ὁπλίτης ἄριστος, τῶν ἄνω Κωνσταντῖνε, ἐγένου κληρονόμος.

Θεοτοκίον.

Παρθένε Μῆτερ ἡμᾶς, στενοχωρίας παθῶν ἀπάλλαξον· καὶ γὰρ ὡς οὐρανῶν σε, ὑμνοῦμεν Πλατυτέραν.

Ὠιδὴ η΄. Τὸν Κύριον πάντα.

Τιμήσωμεν πάντες, τὸν νέον Κωνσταντῖνον, ὡς μαρτυρικῆς, χορείας στεφανίτην.

Α᾿γχόνῃ τὸ τέλος, ἐδέξω Κωνσταντῖνε, θέλων τῆς ζωῆς, λαβεῖν τὰς ἀντιδόσεις.

Ε᾿ξαίτει εἰρήνην, καὶ χάριν Κωνσταντῖνε, τοῖς πανευλαβῶς, ὑμνοῦσί σου τὰ ἄθλα.

Θεοτοκίον.

Σαρκὶ ἡ τεκοῦσα, Παρθένε τὸν Δεσπότην, ῥῦσαι συμφορῶν, παντοίων τὸν λαόν σου.

Ὠιδὴ θ΄. Τὴν ὑπὲρ φύσιν Μητέρα.

Τὸν τοῦ Κυρίου ὁπλίτην, καὶ τῶν ἀνθρώπων προστάτην, τὸν νέον ἐν Ἀθλοφόροις Κωνσταντῖνον, ᾄσμασιν τῶν πιστῶν, αἱ χορεῖαι εὐφημήσωμεν.

Τῶν Ἀθλοφόρων ζηλώσας, τὴν ὑπὲρ φύσιν ἀνδρείαν, βασάνων οὐκ ἐδειλίασας τὰ εἴδη· ὅθεν καὶ τῆς αὐτῶν, Κωνσταντῖνε χαρᾶς ἔτυχες.

Τὸν πολιοῦχον τῆς Ῥόδου, τὸν Κωνσταντῖνον ὑμνοῦντες, βοήσωμεν πρὸς αὐτὸν ἐν κατανύξει· Πρέσβευε τῷ Χριστῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Τὴν τοῦ Κυρίου Μητέρα, τὴν Παναγίαν Παρθένον, Μαρίαν τῶν γηγενῶν τὴν προστασίαν, ὕμνοις οἱ εὐσεβεῖς, κατὰ χρέος μακαρίσωμεν.

 

ΚΑΝΩΝ Η΄
Ὠιδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας.

Ε᾿χθροῦ τῇ ἀπάτῃ φενακισθείς, ἀφρόνως ἀπέστης, Κωνσταντῖνε τοῦ Ἰησοῦ, ἀλλ᾿ ὕστερον ἄθλοις μαρτυρίου, αὐτῷ προσήχθης θυσία πανεύοσμος.

Θερμῇ μετανοίᾳ καθαγνισθείς, Μάρτυς Κωνσταντῖνε, καθηγίασας σεαυτόν, τῆς θεοειδοῦς σου μαρτυρίας, τοῖς ὑπὲρ φύσιν τροπαίοις καὶ σκάμμασι.

Εὑρὼν μαργαρίτην τὸν νοητόν, διὰ μετανοίας, Κωνσταντῖνε εἰλικρινοῦς, τούτῳ συνηρμόσθης ἐκτελέσας, περιφανῶς τῶν Μαρτύρων τὸν δίαυλον.

Θεοτοκίον.

Παρθένε Μαρία Μῆτερ Θεοῦ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, δέξαι τὴν ἱκέσιον φωνήν μου, καὶ ἐκ κινδύνων τὸν βίον μου λύτρωσαι.

Ὠιδὴ γ΄. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Α᾿παρνησάμενος Χριστόν, τῇ τοῦ ἐχθροῦ συμβουλίᾳ, τούτῳ πάλιν Κωνσταντῖνε προσῆλθες, μιμησάμενος θερμῶς, τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ δι᾿ αὐτὸν ὑπῆλθες, τοῦ μαρτυρίου τὸ στάδιον.

Α᾿γωνισάμενος καλῶς, ἐν μετανοίας τοῖς ἔργοις, καὶ τὴν χάριν Κωνσταντῖνε πλουτήσας, ἣν ἀπώλεσας τὸ πρίν, τὴν κλῆσιν τὴν χριστώνυμον, τυράννων ἐναντίον, τῶν ἀσεβῶν ὡμολόγησας.

Ο῞λον τὸν πόθον πρὸς Χριστόν, τὸν Λυτρωτὴν ἀνατείνας, ὡς ἀπέδρασας ἐχθροῦ τῶν παγίδων, κατηξίωσαι αὐτοῦ, τὸ πάθος ἐκμιμήσασθαι, ἀγχόνῃ Κωνσταντῖνε, ἐπισφραγίσας τὸν δρόμον σου.

Θεοτοκίον.

Κλίμαξ ἐδείχθης νοητή, πρὸς βασιλείας τὸ ὕψος, τοῦ Θεοῦ ἡμᾶς ἀνάγουσα Μῆτερ, τοὺς βοῶντάς σοι πιστῶς· Παρθένε Χαῖρε Ἄχραντε, ἡ τοῦ Πατρὸς τὸν Λόγον, σαρκὶ ἀσπόρως κυήσασα.

Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.

Μετανοίᾳ ἀπέβαλες, σχέσιν τὴν ὀλέθριον Μάρτυς ἔνδοξε, τῶν τυράννων καὶ κατῄσχυνας, μαρτυρίῳ τούτων τὴν αὐθάδειαν.

Κομισάμενος ἄνωθεν, χάριτος τὴν δύναμιν κατεπάλαισας, τὸν πτερνίσαντά σε πρότερον, Κωνσταντῖνε Μάρτυς ἀξιάγαστε.

Κωνσταντῖνε τὸ βέβηλον, θράσος τοῦ ἀλάστορος κατεγέλασας, ὑπομείνας ὡς ἀσώματος, χλευασμοὺς τε ὕβρεις καὶ τὰ σκώμματα.

Θεοτοκίον.

Ω῾ς ἀφράστως κυήσασα, Κόρη ἐξ αἱμάτων σου τὸν Φιλάνθρωπον, ἐξ ὀργῆς, φθορᾶς καὶ θλίψεως, τοὺς εἰς σὲ ἐλπίζοντας διάσωσον.

Ὠιδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ω῾ς παρέστης τυράννου, ἀσεβοῦς τῷ βήματι Μάρτυς πανένδοξε, τοῦ Χριστοῦ τὸ μέγα, εὐθαρσῶς ἀνεκήρυξας ὄνομα, τὰς πληγὰς μὴ πτήξας, καὶ τῶν βασάνων τὰς ὀδύνας, καὶ εἱρκτῆς τῆς ζοφώδους τὴν κάκωσιν.

Ε᾿κφυγὼν τῶν ἀρκύων, καὶ τῶν βρόχων παμμάκαρ τοῦ παναλάστορος, τῆς ἐλευθερίας, ἐν Χριστῷ κοινωνὸς ἀναδέδειξαι, πάθη ὑπομείνας, καὶ δι᾿ ἀγχόνης ἐκμετρήσας, τὴν ζωὴν Κωνσταντῖνε τὴν πρόσκαιρον.

Τὴν προτέραν σου ἧτταν, τῇ ὁμολογίᾳ σου ἀνακαλούμενος, τῶν ἐχθρῶν τὰς ὄψεις, Κωνσταντῖνε οἰκτρῶς ἀπεῤῥάπισας, καὶ αὐτῶν καθεῖλες, τὴν τερατώδη κακουργίαν, ὑψωθεὶς τῇ ἀγχόνη μακάριε.

Θεοτοκίον.

Τὸν Δεσπότην τοῦ κόσμου, ἀπειράνδρως τεκοῦσα ἐκ τῶν αἱμάτων σου, ὤφθης ἀνωτέρα, Θεοτόκε Ἁγνὴ πάσης κτίσεως· ὅθεν σου τὴν δόξαν, ὑμνολογοῦμεν καὶ αἰτοῦμεν, τὴν θερμὴν σου ἐν βίῳ ἀντίληψιν.

Ὠιδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ε᾿ν Ῥόδῳ μαρτυρικῶς, ἀγωνισάμενος ἔνδοξε, ἐκτήσω ἐν οὐρανοῖς, λαμπρῶς τὸ πολίτευμα, φωτὶ πυρσευόμενος, τῷ ἀκαταλύτῳ, Κωνσταντῖνε τοῦ Δεσπότου σου.

Α᾿γχόνῃ ἀνυψωθείς, ὦ Κωνσταντῖνε τὸ σῶμά σου, ὑψώθης πρὸς τὸν Χριστόν, τὸν θεῖον σου ἔρωτα, ᾧ νῦν παριστάμενος, πρέσβευε ἀπαύστως, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.

Φῶς ἄνωθεν κατελθόν, ἐπὶ τὸ ἅγιον σκῆνός σου, ἐδήλωσε τοῖς πιστοῖς, σοφὲ οἷας χάριτος, καὶ δόξης ἠξίωσαι, ἐν τῇ βασιλείᾳ, Κωνσταντῖνε τοῦ Κυρίου σου.

Θεοτοκίον.

Πανάχραντε Μαριάμ, Μῆτερ τοῦ πάντων Δεσπόζοντος, τῆς δεσποτείας ἡμᾶς, παθῶν ἐλευθέρωσον, καὶ σῶσον πρεσβείαις σου, τῆς αἰωνιζούσης, κατακρίσεως ὡς εὔσπλαγχνος.

Ὠιδὴ ζ΄. Παῖδες Ἑβραίων.

Ρ῾ώμην ἀνδρείαν ἐπιδείξας, ἐν τοῖς ἄθλοις σου θεόφρον Κωνσταντῖνε, τῶν ἐχθρῶν τὰς βουλάς, ἐνίκησας εἰς τέλος, καὶ ἐκ Θεοῦ ἀπέλαβες, τὸ διάδημα τῆς νίκης.

Υ῞ψος ἐπήρθης Κωνσταντῖνε, πρὸς οὐράνιον τὸ σῶμα τῇ ἀγχόνῃ, ὑψωθεὶς ἀπηνῶς, ὑπὲρ τῆς εὐσεβείας, ἧς καὶ ἡμᾶς ἀξίωσον, τῆς καλῆς καρποφορίας.

Πλάνης τυράννων ἀνανήψας, ἐν τελείᾳ συντριβῇ Χριστῷ προσῆλθες, καὶ ἐγένου αὐτοῦ, τροπαιοφόρος Μάρτυς, ἀγχονισθεὶς τὸ σῶμά σου, Κωνσταντῖνε γενναιόφρον.

Θεοτοκίον.

Σκέπη ἁγία Θεοτόκε, καὶ ἀντίληψις ἐν βίου ταῖς ἀνάγκαις, διὰ πλοῦτον πολύν, γενοῦ τῶν οἰκτιρμῶν σου, ἡμῖν τοῖς καταφεύγουσι, τῇ θερμῇ σου προστασίᾳ.

Ὠιδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.

Ε᾿ν τῇ Ῥόδῳ ἀνδρείως ἐναθλήσας, πολιοῦχος αὐτῆς καλὸς ὑπάρχεις, καὶ διασῴζεις Ἅγιε ἐκ θλίψεων, ταύτην καὶ κινδύνων, ἐπὶ τῇ σῇ δόξῃ, χαίρουσαν Κωνσταντῖνε.

Τῆς ψυχῆς σου ἰδόντες τὸ ἑδραῖον, οἱ τῆς Ἄγαρ υἱοί πικροῦ θανάτου, κατὰ σοῦ ψῆφον ἤνεγκαν οἱ ἄθλιοι, καὶ προσήγαγόν σε, Χριστῷ εὐωδεστάτην, θυσίαν Κωνσταντῖνε.

Ο῞περ πέπονθας πρῴην Κωνσταντῖνε, μετανοίᾳ θερμῇ ἐπανορθώσας, πρὸς μαρτυρίου ἔδραμες τὸ στάδιον, ἔνθα διαπρέψας, πρὸς Χριστὸν μετέστης, χορεύων εἰς αἰῶνας.

Θεοτοκίον.

Τρικυμίᾳ παθῶν με Θεομῆτορ, χειμαζόμενον νῦν τὸν σὸν οἰκέτην, δὸς βοηθείας χεῖρά μοι ὡς εὔσπλαγχνος, καὶ ὁδήγησόν με, πρὸς τῆς μετανοίας, Παρθένε τὴν γαλήνην.

Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.

Δυνάμεως τῷ σθένει, τοῦ καλέσαντός σε, πρὸς τὴν αὐτοῦ Κωνσταντῖνε ἐπίγνωσιν, τοῦ μαρτυρίου τὸν δρόμον, χαίρων ἐτέλεσας.

Α᾿ντίθεον πατήσας, δόγμα Κωνσταντῖνε, παρὰ Θεοῦ ἐδοξάσθης τοῖς θαύμασι, δι᾿ ὧν τῷ κόσμῳ ἐκφαίνεις, τὸ μέγα κλέος σου.

Η῾ χάρις σου γενέσθω, Μάρτυς Κωνσταντῖνε, παραμυθία ἡμῖν καὶ ἀντίληψις, τοῖς ἀνυμνοῦσι ἀξίως, τὴν μαρτυρίαν σου.

Θεοτοκίον.

Υ῾πέραγνε Μαρία, ἄκουσον φωνῆς μου, ὅτι εἰς χάος πταισμάτων βυθίζομαι, καὶ πλήν σου ἄλλην οὐκ ἔχω, Μῆτερ ἀντίληψιν.

Δίστιχον.
Τοὺς ὀκτωήχους τούτους χαίρων Κανόνας,
Κύριλλος ἐξύφανε τῷ Κωνσταντίνῳ.