Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Κανών (Άγιος Μαλαχίας)

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ
ΜΑΛΑΧΙΑΝ ΤΟΝ ΛΙΝΔΙΟΝ
ΤΟΝ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΜΑΡΤΥΡΗΣΑΝΤΑ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Α᾿σκητικῶς ἀγωνισθεὶς ἐν τῷ κόσμῳ, μαρτυρικῶς πρὸς τὴν ζωὴν μετετέθης, καὶ ὤφθης Ἀναστάσεως παμφίλτατος υἱός. Ὅθεν τοὺς τιμῶντάς σε, ἐν ψυχῆς κατανύξει, ῥῦσαι ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν τὸν Σωτῆρα, ἀπὸ παντοίων νόσων καὶ κακῶν, ὦ Μαλαχία, Λινδίων τὸ καύχημα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Τῷ θρόνῳ Κυρίου ἐν οὐρανοῖς, Πάτερ Μαλαχία, παριστάμενος εὐκλεῶς, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων, τῶν ἐκτελούντων ἀξίως τὴν μνήμην σου.

Ε᾿πίβλεψον ἄνωθεν εὐμενῶς, Πάτερ Μαλαχία, καὶ πρυτάνευσον συμπαθῶς, προνοίας ἁγίας σου τὴν χάριν, τοῖς εὐλαβῶς ἀνυμνοῦσι τὰ ἄθλα σου.

Ω῾ς Ὁσιομάρτυς περιφανής, Πάτερ Μαλαχία, ἐδοξάσθης παρὰ Θεοῦ· διὸ τῶν παθῶν τῆς ἀδοξίας, τοὺς εὐλαβεῖς σου ἱκέτας διάσωσον.

Θεοτοκίον.

Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.

Ὠιδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Κραταιόν σε προστάτην, καὶ βοηθὸν ἄριστον, ἔχοντες σοφὲ Μαλαχία, καθικετεύομεν· Προσεπικάμφθητι, τοῖς ταπεινοῖς σου ἱκέταις, Πάτερ παρεχόμενος, αὐτοῖς τὴν χάριν σου.

Συνεχόμενοι Πάτερ, βιοτικαῖς θλίψεσι, πρὸς τὴν θαυμαστὴν ἀρωγήν σου, ἐν πίστει σπεύδομεν· εὐχαῖς σου πρόφθασον, Μάρτυς Χριστοῦ Μαλαχία, ἀντιλήπτωρ ἔνθεος, ἡμῖν φαινόμενος.

Μὴ ἐλλείπῃς πρεσβεύων, πρὸς τὸν Χριστὸν πάντοτε, ὑπὲρ τῶν πιστῶς προσιόντων, τῇ ἀντιλήψει σου, ὡς ἂν ἐκ θλίψεων, καί συμφορῶν λυτρωθῶμεν, Μαλαχία ἔνδοξε, Μάρτυς σεβάσμιε.

Θεοτοκίον.

Υ῾περύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.

Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ο῾δεύσας καλῶς, τῶν μοναστῶν τὸν δίαυλον, Μαρτύρων αὐτὸν, τοῖς ἄθλοις ἐπεσφράγισας, Μαλαχία ἔνδοξε, καὶ ἐν χώρᾳ ζώντων κατέπαυσας, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, Χριστῷ τῷ ἀξίως σε δοξάσαντι.

Ὠιδὴ δ΄. Εἰσακήκοα Κύριε.

Μαλαχία μακάριε, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, τῇ πρεσβείᾳ σου πρὸς Κύριον, βοηθεῖν μὴ παύσῃ ὡς φιλεύσπλαγχνος.

Πολυτρόπων κακώσεων, Πάτερ παμμακάριστε καὶ στενώσεων, τοὺς ἱκέτας σου διάσωσον, τοὺς πιστῶς τιμῶντας τοὺς ἀγῶνάς σου.

Ω῾ς δοξάσας τὸν Κύριον, Μαλαχία ἔνδοξε τῇ ἀθλήσει σου, εὐμενῆ τοῦτον ἀπέργασαι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Θεοτοκίον.

Ρ῾ῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.

Ὠιδὴ ε΄. Φώτισον ἡμᾶς.

Φώτισον ἡμῶν, χάριτί σου τὴν διάνοιαν, Μαλαχία ἵνα πάντοτε πιστῶς, ἐργαζώμεθα τὰ θεῖα δικαιώματα.

Βλῦσον δαψιλῶς, ἰαμάτων ῥεῖθρον ἄϋλον, ἰατρεύων τὰ νοσήματα ἡμῶν, Μαλαχία Νεομάρτυς τῶν τιμώντων σε.

Ε῎σο κραταιός, ἀντιλήπτωρ ἡμῖν Ἅγιε, διασῴζων τῇ πρεσβείᾳ σου ἡμᾶς, ἀπὸ πάσης τοῦ δολίου ἐπιθέσεως.

Θεοτοκίον.

Ι῎ασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.

Ὠιδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Προστάτην σε, κραταιὸν πλουτήσασα, ἡ πατρίς σου Μαλαχία ἡ Λίνδος, πάσης ἀνάγκης καὶ βλάβης λυτροῦται, τῷ θαυμαστῷ σου τεμένει προστρέχουσα, καὶ εὐφημοῦσά σε λαμπρῶς, ὡς Χριστοῦ Ἀθλοφόρον ἀήττητον.

Α᾿νθέλκυσον, πρὸς ὁδὸν σωτήριον, ἐκ βαράθρων ἀμετρήτου κακίας, τοὺς ἀφορῶντας ἐξ ὅλης καρδίας, πρὸς τὴν θερμήν σου ὦ Πάτερ ἀντίληψιν· σὺ γὰρ ὡς νέος ἀθλητής, παῤῥησίας τὴν χάριν ἐπλούτησας.

Περίσῳζε, ὡς πολλὴν συμπάθειαν, κεκτημένος Μαλαχία θεόφρον, πειρατηρίων παντοίων τοῦ βίου, τοὺς τῇ σεπτῇ προσιόντας πρεσβείᾳ σου· σὺ γὰρ ἰσχύεις ἀληθῶς, ὡς Χριστοῦ Νεομάρτυς καὶ Ὅσιος.

Θεοτοκίον.

Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.

Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Υ῾πὲρ Χριστοῦ ἐναθλήσας ὡς ἄσαρκος, μαρτυρικῆς κατηξίωσαι χάριτος· διὸ Μαλαχία πανεύφημε, ἀπὸ κινδύνων παντοίων διάσωσον, τοὺς πίστει τελοῦντας τὴν μνήμην σου.

Προκείμενον. Ἦχος δ΄.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον τῆς ἀσκήσεως, μαρτυρικῶς ἐκτελέσας, καὶ ἐχθροῦ τὴν ἔπαρσιν, καταισχύνας Ἅγιε, τῇ ἀθλήσει σου, ἐκ Θεοῦ ἄνωθεν, τῆς ἀθανασίας, ὑπεδέξω τὸ διάδημα, καὶ κατηξίωσαι, τῆς τῶν ἐκλεκτῶν πανηγύρεως, φωτὶ καταυγαζομένος, τῆς ἀκαταλήπτου λαμπρότητος. Ὅθεν Μαλαχία, τῆς θείας προστασίας σου ἡμῖν, ὡς συμπαθὴς τὰ δωρήματα, πάντοτε πρυτάνευε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠιδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ω῾ς φωστὴρ φωτοφόρος, ἐξανέτειλας Πάτερ, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀσκήσεως ἀγῶσι, καὶ ἄθλοις μαρτυρίου· διὸ φώτισον Ἅγιε, τῆς χάριτός σου φωτί, τὸ σκότος τῆς ψυχῆς μου.

Εὐεργέτης γενοῦ μοι, καὶ ἀκοίμητος φύλαξ, καὶ ἀρωγὸς ἀληθής, φυλάττων τὴν ζωήν μου, καὶ σῴζων τὴν ψυχήν μου, Μαλαχία πολύαθλε, ἐν τῇ δυνάμει τῆς σῆς, πρεσβείας πρὸς τὸν Κτίστην.

Παρεστὼς στεφηφόρος, Μαλαχία τῷ θρόνῳ, τοῦ Βασιλέως Χριστοῦ, τῶν ὄντων ἐν ποικίλαις, βιοτικαῖς ἀνάγκαις, παμμακάριστε μέμνησο, τῶν δωρεῶν σου αὐτοῖς, τὰ ἀγαθὰ παρέχων.

Θεοτοκίον.

Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.

Ὠιδὴ η΄. Τὸν Βασιλέα.

Τοῖς τρυχομένοις, ἐξ ὀδυνῶν πολυτρόπων, καὶ ἐν θλίψεσι πικρῶς ἐταζομένοις, Πάτερ Μαλαχία, τὴν λύτρωσιν παράσχου.

Ο᾿λεθροτόκων, ἐπηρειῶν ἡμᾶς ῥῦσαι, καὶ μαστίγων ἐπωδύνων τρικυμίας, ταῖς γαληνοδώροις, εὐχαῖς σου Μαλαχία.

Α῎νωθεν Πάτερ, τοὺς ὑμνολόγους σου ἴδε, τοὺς τὸν θεῖόν σου Ναὸν καταλαβόντας, αὐτοῖς τὰς αἰτήσεις, παρέχων Μαλαχία.

Θεοτοκίον.

Ο῞ρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.

Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.

Συνὼν ἐν τοῖς Ὑψίστοις, ταῖς ταξιαρχίαις, ὦ Μαλαχία τῶν ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν σὲ δοξάσαντα.

Τὸ βλάστημα τῆς Λίνδου, καὶ τῆς Ῥοδονήσου, ὦ Μαλαχία τὸ τίμιον καύχημα, μὴ ἐπιλάθῃ τῶν πίστει, μακαριζόντων σε.

Υ῾πὲρ τῶν ἱκετῶν σου, πάντοτε δυσώπει, ὦ Μαλαχία τὸν εὔσπλαγχνον Κύριον, αὐτοῖς διδόναι τὸ μέγα, καὶ θεῖον ἔλεος.

Θεοτοκίον.

Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, ἡμᾶς τοὺς δούλους σου.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Χαίροις Μαλαχία Πάτερ σοφέ, ὁ Ὁσιομάρτυς, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· δίδου οὖν ἀπαύστως, ἡμῖν τὰς δωρεάς σου, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

Χαίροις ὁ τῆς Λίνδου γόνος λαμπρός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα ἱερόν· χαίροις Μαλαχία, Χριστοῦ Ὁσιομάρτυς, ὁ νέος μαργαρίτης, τῆς θείας πίστεως.

Βίον διανύσας ἀσκητικόν, ἐνήθλησας Πάτερ, Μαλαχία διὰ Χριστόν· ὅθεν εὐφροσύνης, τυχὼν τῆς οὐρανίου, μὴ παύσῃ μνημονεύων, τῶν εὐφημούντων σε.

Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ὁ ἀήττητος μιμητής· χαίροις ὁ αἰσχύνας, τυράννων τὴν μανίαν, θεόφρον Μαλαχία, Λινδίων καύχημα.

Ε᾿ν Σιὼν τῇ πόλει καρτερικῶς, πασσάλῳ ἀθλήσας, τῇ μιμήσει τοῦ Ἰησοῦ, ἐδείχθης πολίτης, Σιὼν τῶν πρωτοτόκων, τῶν πόνων Μαλαχία, λαβὼν τὰ ἔπαθλα.

Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Πάτερ Μαλαχία, τῶν τιμώντων σε εὐλαβῶς, καὶ ἐν ταπεινώσει, θερμῶς σε ἐκζητούντων, ἐν βίῳ παραστάτην, καὶ θεῖον σύμμαχον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Βίον διανύσας θαυμαστόν, δι᾿ ἀσκητικῆς πολιτείας, οἷα θεράπων Χριστοῦ, τοῦτον ἐπεσφράγισας, τῷ μαρτυρίῳ σου, καὶ λαμπρῶς ἐξεδήμησας, Σιὼν πρὸς τὴν ἄνω, ἔνθα τὴν κατάπαυσιν, Πάτερ κτησάμενος, αἴτει ἐκτενῶς Μαλαχία, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, τῶν παραπτωμάτων τὴν συγχώρησιν.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι᾿ εὐχῶν τῶν ἁγίων...

Δίστιχον.
Μαλαχία Κύριλλον σκέπε τὸν Ῥόδου,
Εὐλαβῶς σοι πλέξαντα τὰς ἱκεσίας.

Share: