Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Ακολουθία (Άγιοι Κλήμης και Αγαθάγγελος)

ΑΚΟΛΟΥΘΙΑ
ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ  ΜΑΡΤΥΡΩΝ
ΚΛΗΜΕΝΤΟΣ ΕΠΙΣΚΟΠΟΥ ΑΓΚΥΡΑΣ ΚΑΙ ΑΓΑΘΑΓΓΕΛΟΥ

Ὧν ἡ Μνήμη τῇ ΚΓ΄ Ἰανουαρίου

Συμπληρωθεῖσα κατὰ τὰ ἐλλείποντα καὶ ἐμπλουτισθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τοὺς θαυμαστοὺς Ἀθλοφόρους, τοῦ Παντοκράτορος, τοὺς καθελόντας πλάνης, τῶν εἰδώλων τὸ θράσος, Κλήμεντα Ἐπίσκοπον τὸν σοφόν, καὶ κλεινὸν Ἀγαθάγγελον, οἱ εὐσεβεῖς στεφανώσωμεν εὐλαβῶς, τῶν ᾀσμάτων τῇ τερπνότητι.

Ω῾ς θεοφύτευτον κλῆμα, Κλήμη ἐξήνθησας, τοὺς βότρυας πλουσίως, τῆς Χριστοῦ μαρτυρίας, ἐν ἄθλοις κεκτημένος συγκοινωνόν, τὸν κλεινὸν Ἀγαθάγγελον, μεθ᾿ οὗ ἀπαύστως μακάριε τῷ Θεῷ, ὑπὲρ πάντων ἡμῶν πρέσβευε.

Ω῾ς ἐθεάσω τοὺς ἄθλους, τοῦ θείου Κλήμεντος, αὐτοῦ ἐν προθυμίᾳ, ἐκολλήθης ὀπίσω, καὶ τούτῳ συναθλήσας καρτερικῶς, Ἀγαθάγγελε ἔνδοξε, ζωῆς ἐπέβης νυμφῶνα τὸν φωτεινόν, μνημονεύων τῶν τιμώντων σε.

Θεομάκαριστε Κλήμη, Μάρτυς πολύαθλε, σὺν τῷ Ἀγαθαγγέλῳ, ὡς ἐνδόξῳ συνάθλῳ, Τριάδα τὴν Ἁγίαν ὑπὲρ ἡμῶν, ἐκτενῶς ἱκετεύετε, ἵνα ῥυσθῶμεν κινδύνων παντοδαπῶν, καὶ παντοίων περιστάσεων.

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε πᾶντες οἱ πιστοί, τὸν Ἱερομάρτυρα Κλήμεντα, καὶ τὸν σύναθλον αὐτοῦ Ἀγαθάγγελον, ταῖς ὑμνῳδίαις καταστέψωμεν. Οὗτοι γὰρ ὡς τῇ πίστει ὁμόφρονες, μαρτυρικῇ εὐκλείᾳ καλλωπισθέντες, τὴν Ἐκκλησίαν κατελάμπρυναν, καὶ τὴν εὐσέβειαν ἐκράτυναν. Ὅθεν αὐτοῖς ἐκβοήσωμεν· Ὡς ἔχοντες παῤῥησίαν πρὸς Θεόν, ἐκτενῶς πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Κλήμεντα εὐσεβῶς, σὺν τῷ Ἀγαθαγγέλῳ, τιμήσωμεν ἐν ὕμνοις, ὅτι τοῦ μαρτυρίου, τοῖς ἄθλοις ἐδοξάσθησαν

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ε῎τεσιν ἐν πολλοῖς, πικρῶς βασανισθέντες, ἐτμήθητε τὰς κάρας, ὑπὲρ τῆς ἀληθείας, Κλήμη καὶ Ἀγαθάγγελε.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Κλήμης ὁ θαυμαστός, σὺν τῷ Ἀγαθαγγέλῳ, ὡς φαεινοὶ φωστῆρες, διὰ τοῦ μαρτυρίου, τῷ κόσμῳ ἐξανέτειλαν.

Δόξα. Ἦχος πλ. β΄.

Μαρτυρίου τὸν δρόμον τελέσαντες, ἐν οὐρανοῖς ἐστεφανώθητε, Κλήμη Ἀγκύρας Ποιμενάρχα, καὶ Ἀγαθάγγελε μακάριε. Ὅθεν πρεσβεύετε ὑπὲρ ἡμῶν, τῶν εὐλαβῶς ἐπιτελούντων, τὸ σεπτὸν ὑμῶν μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀθλοφόρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.

Κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, ὤφθης μυστικῇ γεωργίᾳ, περισκαπτόμενον· πόνοις γὰρ ἀσκήσεως, Κλήμη τεμνόμενος, τῷ δὲ ξίφει τρυγώμενος, τῷ τοῦ μαρτυρίου, οἶνον κατανύξεως, ἡμῖν ἐκέρασας· οὗ νῦν ἐμφορούμενοι πάντες, πίστει τὴν πανίερον μνήμην, τὴν σὴν ἑορτάζομεν θεσπέσιε.

Ο῞τε ἱερούργεις τὴν φρικτήν, καὶ τελειοτάτην θυσίαν, καὶ ὑπερκόσμιον, τότε προσενήνεξαι, ἱερουργούμενος· τὸ σὸν αἷμα δὲ πάνσοφε, προθύμῳ καρδίᾳ, αἵματι συνέμιξας, τῷ τοῦ Δεσπότου σου· ᾧ σὺ ῥαντιζόμενος Κλήμη, ὅλος καθαρὸς ἀνεδείχθης, ὅλος ἱερώτατος θεσπέσιε.

Θύων τὸν Ἀμνὸν τὸν τοῦ Θεοῦ, τὸν τῆς ἁμαρτίας τὸν κόσμον, ἀποκαθαίροντα, καὶ φθορὰν καὶ θάνατον, ἐξαφανίσαντα, ἱερεῖον ὡς ἄμωμον, ἐτύθης θεόφρον, σύμφυτος γενόμενος, τῷ ὁμοιώματι, Κλήμη ζωηφόρου θανάτου· νῦν δὲ τῆς αὐτοῦ βασιλείας, ἀξιομακάριστε τετύχηκας.

Βάψας τῶν αἱμάτων σου ῥοαῖς, τῆς ἱεραρχίας τὴν χλαῖναν, Κλήμη πανένδοξε, χαίρων ἐξεδήμησας, πρὸς τὸν ποθούμενον, τὸν σοφὸν Ἀγαθάγγελον, τῶν ἄθλων σου ἔχων, καὶ τῆς ἀκηράτου σου, δόξης συμμέτοχον. Ὅθεν σὺν αὐτῷ παῤῥησίᾳ, πρέσβευε Χριστῷ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε ἐν ᾄσμασιν.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀγαθαγγέλου.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Α᾿γαθαῖς ἀγγελίαις σε, συνοδίτην καὶ σύναθλον, Κλήμης ὁ πανάριστος κατεπλούτησε· μεθ᾿ οὗ τοὺς δρόμους διήνυσας, τοὺς θείους στρεβλούμενος, καὶ παντοίοις ἀλγεινοῖς, ὁμιλῶν Ἀγαθάγγελε, ἕως τέλειος, γεγονὼς στεφανίτης πρὸς τὰ ἄνω, μεταβέβηκας Ἀγγέλοις, συνεπαγάλλεσθαι πάντοτε.

Καὶ ξεσμοῖς δαπανώμενος, καὶ πυρὶ λιπαινόμενος, καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, ἐπὶ κραββάτου ἁπλούμενος, σοφὲ Ἀγαθάγγελε, καὶ ὡς ἄρτος καθαρός, ἐπ᾿ ἀνθράκων ὀπτώμενος, προσενήνεξαι, οὐρανίῳ τραπέζῃ ἱκετεύων, τοὺς ἐν πίστει σε τιμῶντας, πάσης ῥυσθῆναι κολάσεως.

Ρ῾αβδισμοὺς ἐκαρτέρησας· καὶ ἐν ξύλῳ τεινόμενος, σπαραγμοὺς ὑπήνεγκας καρτερώτατα· καὶ ἐπὶ τέλει τῶν ἄθλων σου, σοφὲ Ἀγαθάγγελε, ἐκτμηθεὶς τὴν κεφαλήν, ταῖς ῥανίσι τοῦ αἵματος, ὅλην ἤρδευσας, τὴν σεπτὴν Ἐκκλησίαν εὐφημοῦσαν, τὰς λαμπράς σου ἀριστείας, κλέος Μαρτύρων πολύαθλε.

Τῷ συνδέσμῳ τῆς πίστεως, ἀῤῥαγῶς συνδεόμενος, Κλήμεντι τῷ Μάρτυρι Ἀγαθάγγελε, αὐτῷ πιστῶς ἠκολούθησας, καὶ χαίρων συνήθλησας, ὑπομείνας διωκτῶν, καρτερῶς τὴν ὠμότητα. Ὅθεν ἔλαβες, σύν αὐτῷ ἀφθαρσίας τοὺς στεφάνους, καὶ παρέστης τῷ Κυρίῳ, διαπαντὸς εὐφραινόμενος.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον λαμπρῶς τῇ οἰκουμένῃ, ἡ τῶν Ἁγίων Μαρτύρων μνήμη, ὡς ἥλιος εὐσεβείας ἀνέτειλε, τῶν γηγενῶν τὰς ψυχὰς καταυγάζουσα, τῶν ἐν ὁμοφροσύνῃ βοώντων· Χαίροις Ἱερομάρτυς Κλήμη σοφέ, ὁ διὰ τὴν μαρτυρίαν Χριστοῦ τοῦ Θεοῦ, ἐκτεταμένους ἐπὶ γῆς ἀγῶνας διανύσας, καὶ πρὸς οὐρανοὺς μεταστὰς αὐχενότμητος· χαίροις Ἀγαθάγγελε ἄνερ ἀγαθέ, ὁ ἐν μακρῷ τῷ χρόνῳ ἀπηνῶς βασανισθείς, καὶ τῶν Ἀγγέλων ὁμοδίαιτος γενόμενος, τῷ ξίφει ἀποτμηθεὶς τὴν κεφαλήν σου· Χαίροις ζεῦγος Ἀθλητῶν ἁγιόλεκτον, οἱ τῇ ὡραιότητι τῶν ἄθλων ὑμῶν, τὴν Ἐκκλησίαν καταφαιδρύναντες. Ἀλλ᾿ ὡς ἔχοντες παῤῥησίαν πρὸς Θεόν, ἐκτενῶς πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἠσαῒου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 9)

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε’ 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Τὴν ἁγιόλεκτον δυάδα, καὶ θαυμαστὴν ξυνωρίδα, Κλήμεντα τῆς Ἀγκύρας τὸν πρόεδρον, καὶ Ἀγαθάγγελον τῆς Ῥώμης τὸ βλάστημα, οἱ εὐσεβεῖς τοῖς ἐπαίνοις καταστέψωμεν. Οὗτοι γὰρ οἱ μακάριοι, ὡς Μάρτυρες οὐράνιοι τῆς ἀληθείας, ἀμείβοντες πόλεις καὶ χώρας, ἐν χρόνοις πολλοῖς διετέλεσαν, κακουχούμενοι καὶ βασανιζόμενοι, καὶ τοῖς βασάνοις πικρῶς ἀναλισκόμενοι, ἕως τοῦ ποθουμένου τέλους ἀξιωθέντες, πρὸς τὴν αἰωνίαν πατρίδα, τῷ διά ξίφους θανάτῳ ἐξεδήμησαν. Ὅθεν πρὸς αὐτοὺς ἐκβοήσωμεν· Ἀθλοφόροι μακάριοι, τῷ δοξάσαντι ὑμᾶς Χριστῷ τῷ Θεῷ, πρεσβεύετε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός. Ἀνατολίου.

Τὸν θαυμαστὸν ἐν Ἱερεῦσι, Μάρτυρα Κλήμεντα, ἡ ἐν μακρῷ τῷ χρόνῳ δοκιμὴ τῶν αἰκισμῶν, τῆς εἰς ἀεὶ τῶν ἀγαθῶν ἐπιτυχεῖν, ἠξίωσε τρυφῆς· καὶ πλουτεῖ τὰ θεῖα, ὁ πολλοὺς πρὸς ἀγῶνας ἀλείψας, τῷ καθ᾿ αὐτὸν ὑποδείγματι, καὶ πείσας τὴν σάρκα, ἀνωτέρω φρονεῖν τοῦ θανάτου. Πρὸς ὃν οἱ πιστοὶ βοήσωμεν· Μεγαλομάρτυς ἀοίδιμε, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, τὰς χρονίους ἐνστάσεις, λῦσον τῶν παθῶν ἡμῶν, καὶ ῥῦσαι τῶν δεινῶν ταῖς πρεσβείαις σου.

Ἦχος β΄.

Μάρτυς Ἀγαθάγγελε πολύαθλε, τοῦ θείου Κλήμεντος τῶν ἄθλων, τῇ μυστικῇ φωταυγείᾳ, καταυγασθεὶς τῆς καρδίας τὰ ὄμματα, αὐτῷ συναθλῶν ἠκολούθησας, καὶ Θεῷ προσανηνέχθης, θυσία καθαρὰ καὶ ἀμόλυντος· ἐν χρόνῳ γὰρ μακρῷ, ἐγκαρτερήσας σφοδρῶς βασανιζόμενος, ὡς ἀμνὸς τῷ ξίφει ἐσφαγιάσθης. Ὅθεν τῶν Μαρτύρων τὴν μάνδραν ἐπιβάς, τὸν ἀμνὸν τὸν τοῦ Θεοῦ, τὸν αἴροντα κόσμου τὴν ἁμαρτίαν, ἱκέτευε διαπαντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.

Δεῦτε σήμερον πιστοί, τοὺς εὐκλεεῖς Ἀθλοφόρους τοῦ Κυρίου, τιμήσωμεν κράζοντες· Χαίροις Κλήμη πολύαθλε, ὁ ῥημάτων Χριστοῦ ὑπήκοος ὑπάρξας, καὶ ὑπὲρ τῆς ποίμνης γενναίως, τὴν καλὴν φυλάξας ὁμολογίαν· Χαίροις Ἀγαθάγγελε μακάριε, ὁ τοῦ θείου Σταυροῦ ὅπλῳ ἰσχύσας, καὶ ἀθλητικαῖς αἱμάτων σου ῥοαῖς, τῆς ἀθεΐας ξηράνας τὴν θάλασσαν. Χαίρετε Ἀθλοφόροι ἀήττητοι, οἱ ἄπειρα βάσανα ὑπενεγκόντες τῇ σαρκί, καὶ ὡς ἀμώμητα θύματα, Θεῷ τῷ ἐν Τριάδι προσενεχθέντες. Ἀλλὰ πρεσβεύετε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ ἱερὸν ὑμῶν μνημόσυνον.

Ἦχος πλ. δ΄. Ἀνατολίου.

Τὴν τῶν χρόνων τετραχῶς περίοδον, θεόληπτε ἑπταπλασίασας, τυπτόμενος, ξεόμενος, ἀμείβων πόλεις καὶ χώρας, σταυρούμενος ὑπὲρ τοῦ Χριστοῦ· ἀλλ᾿ οὔτε πῦρ, οὔτε ξίφος, οὔτε μάστιγες, τὸ τῆς ψυχῆς σου ἔλυσαν στερέμνιον· ἔθραυσας δὲ δαιμόνων ἰσχύν, Ἱερομάρτυς Κλήμη, σύναθλον ἔχων τὸν σοφὸν Ἀγαθάγγελον· διὰ πρέσβευε σὺν αὐτῷ, Χριστῷ τῷ Θεῷ ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος α΄.

Πανεύφημοι Μάρτυρες, ὁ Χριστὸς ὑμᾶς ἐκραταίωσε, τὸν ἐν κακίᾳ νικῆσαι δυνατόν, καὶ κατευμεγεθῆσαι τῶν τούτου παγίδων, καὶ κυριεῦσαι αὐτοῦ τῆς δυνάμεως· διὸ γῆ καὶ θάλασσα βοῶσι, τὰ θαυμαστὰ παλαίσματα, τοὺς ἄθλους τοὺς μακρούς, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν νίκην, καὶ τὰ λαμπρὰ ἀριστεύματα· δι᾿ ὧν ὡς φωστῆρες λάμψαντες φαιδροί, τὴν Ἐκκλησίαν καταυγάζετε, τοῦ μαρτυρίου λαμπρῶς ταῖς φωτοχυσίαις. Ὅθεν σήμερον οἱ πιστοί, ἐπὶ τῇ μνήμη ὑμῶν συνελθόντες, ἱκετικῶς ἀνακράζομεν· Πρεσβεύετε ἐκτενῶς τῷ Κυρίῳ, Κλήμη σοφὲ καὶ Ἀγαθάγγελε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Α῾μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐκ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ τῶν Μαρτύρων δυάς, Κλήμης ὁ θεῖος, τῆς Ἀγκύρας Ἐπίσκοπος, καὶ Ῥώμης τῆς Πρεσβυτέρας, ὁ θεηγόρος βλαστός, ὁ δεδοξασμένος Ἀγαθάγγελος· τὰ ἄνθη τὰ εὔοσμα, παραδείσου τά πνέοντα, τῆς εὐσεβείας, εὐωδίαν τὴν ἄῤῥητον, καὶ εὐφραίνοντα, Ἐκκλησίας τὸ πλήρωμα· λύχνοι οἱ διαυγέστατοι, τῆς ἄνω ἐλλάμψεως, οἱ τοὺς πιστοὺς δᾳδουχοῦντες, τῇ φωταυγείᾳ τῆς χάριτος. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὁ θεοφόρος ποιμήν, τῆς Ἐκκλησίας Ἱεράρχης ὁ ὅσιος, ὁ αἵματι μαρτυρίου, τὴν ἱεράν σου στολήν, πορφυρώσας Κλήμη ἀξιάγαστε· ὁ νοῦς ὁ οὐράνιος, νοημάτων τῆς χάριτος, στόμα τὸ θεῖον, τοῦ ἐνθέου κηρύγματος, ὁ διδάσκαλος, τῶν σεπτῶν ἀναβάσεων· κλῆμα τὸ εὐθαλέστατον, ἀμπέλου τῆς πίστεως, τὸ ἐξανθῆσαν πλουσίως, ἀθανασίας τοὺς βότρυας. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ὁ Ἀθλοφόρος Χριστοῦ, ὁ τὸν ἀγῶνα μαρτυρίου τὸν κάλλιστον, τελέσας ἀνδρειοφρόνως, καὶ συναθλήσας καλῶς, Κλήμεντι τῷ θείῳ Ἀγαθάγγελε· ζωῆς γὰρ τῆς κρείττονος, εὐσεβῶς ὀρεγόμενος, κολαστηρίων, τῶν μακρῶν κατεφρόνησας, καὶ ὑπήνεγκας, διὰ ξίφους τὸν θάνατον. Ὅθεν ἐν τῇ ἀθλήσει σου, ἐχθροὺς τροπωσάμενος, παρὰ Θεοῦ ὑπεδέξω, ἀθανασίας τὸν στέφανον. Διὸ ἐκδυσώπει, ὑπὲρ πάντων τῶν τελούντων, τὴν θείαν μνήμην σου.

Δόξα. Ἦχος β΄.

Δεῦτε πάντες οἱ πιστοί, ᾀσματικῶς τοῖς ἐγκωμίοις, ἐπαινέσωμεν σήμερον, Κλήμεντα καὶ Ἀγαθάγγελον, τοὺς Μάρτυρας τῆς εὐσεβείας. Οὗτοι γὰρ ἀπὸ Χριστοῦ, τοῦ δι᾿ ἡμᾶς ἐλθόντος εἰς θάνατον, τῆς χάριτος λαμπρῶς μεμυημένοι, ὡς ἀκριβεῖς τούτου μαθηταί, μετὰ πολυχρονίους βασάνους καὶ κακώσεις, τῷ ξίφει ἀπηνῶς ἐθανατώθησαν. Ὅθεν νῦν ἐν οὐρανοῖς, τῆς ἀθανάτου ζωῆς τρυφῶντες, καὶ Ἀναστάσεως τῆς δόξης ἀπολαύοντες, ὑπὲρ ἡμῶν ἐκτενῶς ἱκετεύουσι, τῶν ἐκτελούντων αὐτῶν τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ξυνωρίδα τὴν θείαν, τῶν Μαρτύρων τιμήσωμεν, Κλήμεντα σοφὸν Ἱεράρχην, καὶ κλεινὸν Ἀγαθάγγελον· μακρᾷ γὰρ τῶν βασάνων δοκιμῇ, ἐνήθλησαν ἀνδρείως ἐπὶ γῆς, καὶ δεξάμενοι τὸ στέφος παρὰ Θεοῦ, προΐστανται τῶν βοώντων· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι δι᾿ ἡμῶν, ἡμῖν χάριν σωτήριον.

Ἕτερον τοῦ Ἁγίου Κλήμεντος.
Ἦχος δ΄.

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας. Ἀλλ᾿ ὡς Μαρτύρων σύναθλος, καὶ Ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον τοῦ Ἁγίου Ἀγαθαγγέλου.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Φωταυγείᾳ τῶν ἄθλων, τοῦ θείου Κλήμεντος, καταυγασθεὶς τὴν καρδίαν, τὴν ἐν μακρῷ δοκιμήν, τῶν βασάνων τῶν πολλῶν, στεῤῥῶς ὑπέμεινας, καὶ ἐκτμηθεὶς τὴν κεφαλὴν, Ἀγαθάγγελε ζωῆς, τῆς θείας κατηξιώθης. Ὅθεν Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸ ὁμόηχον Θεοτοκίον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου.

Ε᾿πέλαμψεν ἰδού, εὐφροσύνης ἡμέρα, ἡ μνήμη ἡ σεπτή, τῶν ἐνδόξων Μαρτύρων, ἐν ᾗ ἐπαγαλλόμενοι, οἱ πιστοὶ ἐκβοήσωμεν· Κλήμη ἔνδοξε, καὶ Ἀγαθάγγελε μάκαρ, ἱκετεύσατε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, Χριστὸν τὸν φιλάνθρωπον.

Δόξα. Ὅμοιον.

Χριστὸν τὸν δι᾿ ἡμᾶς, ἑκουσίως παθόντα, ποθήσαντες θερμῶς, δι᾿ αὐτὸν τὰς βασάνους, καὶ θάνατον τὸν ἄδικον, ὁμοφρόνως ὑπέστητε, Κλήμη πάνσοφε, καὶ Ἀγαθάγγελε θεῖε, ἀνθ᾿ ὧν εὕρατε, ἐν οὐρανίοις θαλάμοις, τρυφὴν τὴν ἀδάπανον.

Καὶ νῦν. Θεοτοκίον.

Παράδεισος τερπνός, ἀληθῶς ἀνεδείχθης, ὡς τίμιον ζωῆς, ἐκβλαστήσασα ξύλον, τῆς φύσεως Πανάχραντε, φυτουργὸν τὸν οὐράνιον, παρεχόμενον, φιλανθρωπίᾳ ἀφάτῳ, τὴν ἀνάστασιν, τοῖς νεκρωθεῖσιν ἀθλίως, Παρθένε τοῖς πάθεσι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, τῇ παντευχίᾳ, ἐκπορθήσαντες, τὰς ὀχυρώσεις, τῶν εἰδώλων τῆς πλάνης πολύαθλοι, τῆς ἀφθαρσίας τὸ στέφος ἐδέξασθε, καὶ ἐν Ἁγίων σκηναῖς κατεπαύσατε, πρυτανεύοντες, ὦ Κλήμη καὶ Ἀγαθάγγελε, τῶν θείων δωρεῶν ἡμῖν τὸ πλήρωμα.

Δόξα. Ὅμοιον.

Ω῾ς ὁμόφρονες, τῇ εὐσεβείᾳ, κατῃσχύνατε, τῆς ἀσεβείας, τὰς ἐπάρσεις γενναίως ἀθλήσαντες, Κλήμη παμμάκαρ στεῤῥότητος ἄγαλμα, καὶ τῆς ἀνδρείας λαμπὰς Ἀγαθάγγελε. Ὅθεν πάντοτε, Χριστῷ τῷ Θεῷ πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Νόμους φύσεως, καινοτομήσας, ἐξ αἱμάτων σου, Πατρὸς ὁ Λόγος, ἐνηνθρώπησεν Κόρη Ἀπείρανδρε, καὶ διὰ πάθους τιμίου ἐλύτρωσε, προγονικῆς ἁμαρτίας τὸν ἄνθρωπον. Ὅθεν πρέσβευε, αὐτῷ ὡς Υἱῷ σου Ἄχραντε, σωθῆναι τοὺς πιστῶς σε μακαρίζοντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τοὺς γενναίους οἱ πιστοί, τῆς εὐσεβείας Ἀθλητάς, εὐφημήσωμεν λαμπρῶς, ἐν ἐγκωμίοις ἱεροῖς, ἐπιτελοῦντες ἀξίως αὐτῶν τὴν μνήμην, τὸν καρτερικόν, θεῖον Κλήμεντα, καὶ τὸν θαυμαστόν, Ἀγαθάγγελον, τοὺς μαρτυρίου ἄθλοις ὡς φωστῆρας, τῇ οἰκουμένῃ ἀστράψαντας· αὐτοὺς γὰρ πρέσβεις, ἔχομεν θείους, πρὸς Χριστὸν τὸν Σωτῆρα.

Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

Ι᾿σχὺν ἐνδυσάμενοι, τοῦ Βασιλέως Χριστοῦ, πολλοὺς διηνύσατε, ἀγῶνας ἐπὶ τῆς γῆς, καὶ ξίφει ἠθλήσατε, Κλήμη Ἱερομάρτυς, ὁσιότητος κλῆμα, κρείττονος μαρτυρίας, Ἀγαθάγγελε ἄνθος. Διὸ ὑπὲρ ἡμῶν τῷ Θεῷ, πρεσβεύετε πάντοτε.

Καὶ νῦν. Θεοτοκίον.

Χριστὸν ἡ κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, τὸν νοῦν μου ἀπάλλαξον, τῶν ψυχοφθόρων παθῶν, ἁγίᾳ σου χάριτι, ἵνα ἐν κατανύξει, Θεοτόκε Μαρία, κράζω σοι εὐγνωμόνως, τοῦ Ἀγγέλου τὸ Χαῖρε· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.

Ὁ Ν΄. Δόξα.Ταῖς τοῦ Ἀθλοφόρων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πανεύφημοι Μάρτυρες, Κλήμη καὶ Ἀγαθάγγελε πολύαθλοι, τὴν διὰ ξίφους μαρτυρίαν, ὡς τῆς εὐσεβείας ὑπέρμαχοι λαβόντες, τῆς βασιλείας τῶν οὐρανῶν, ἀξίως προεκρίθητε. Ὅθεν ἐν αὐτῇ, τῷ δι᾿ ἡμᾶς παθόντι ἐν Σταυρῷ, αἰωνίως συμβασιλεύοντες, τὴν εἰρήνην τῷ κόσμῳ αἰτεῖσθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα· οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ τῶν Ἁγίων εἰς η΄. Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς· «Μέλπω τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου». Ποίημα Θεοφάνους.

Ὠιδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Μετὰ τῆς ἄνω χορείας ὡς Ἱερεύς, καὶ ὡς Μάρτυς ἔνδοξος, τῷ Χριστῷ παρεστηκώς, ἐκτενῶς ἱκέτευε τυχεῖν, τῆς ἐλλάμψεως τῆς σῆς, τοὺς εὐφημοῦντάς σε.

Ε᾿κτεταμένους ἀγῶνας ἐπὶ τῆς γῆς, διανύσας Ὅσιε, βασιλείας οὐρανῶν, ἠξιώθης στέφανον λαβεῖν, καὶ αἰώνιον ζωήν, τὴν ἀκατάλυτον.

Λελυτρωμένος τῷ πάθει τοῦ ἀπαθοῦς, διὰ πάθους ἔσπευσας, πρὸς αὐτὸν ἀναδραμεῖν, μιμητὴς γενόμενος παθῶν, μάκαρ Κλήμη τῶν αὐτοῦ, Ἀγγέλων σύσκηνε.

Θεοτοκίον.

Πεποικιλμένη τῷ κάλλει τῶν ἀρετῶν, Θεομῆτορ Ἄχραντε, τὸν Θεὸν τὸν ἀληθῆ, ὑπὲρ νοῦν συνέλαβες ἡμῖν, τὴν πηγὴν τῶν ἀγαθῶν, ἀναπηγάσασα.

Κανὼν τοῦ Ἁγίου Ἀγαθαγγέλου, οὗ ἡ Ἀκροστιχίς· «Τὴν σὴν ἀνυμνῶ Παμμάκαρ χαίρων χάριν». Ποίημα Ιωσήφ.

Ἦχος δ΄. Ὁ πατάξας Αἴγυπτον.

Τὸν κλεινὸν ἐν Μάρτυσι, τῶν Ἀθλητῶν τὸ καύχημα, τὸν Ἄγγελον τῇ κλήσει, γεγενημένον καὶ τῇ πράξει, χαρμονικῶς σήμερον, τιμήσωμεν ἐν πίστει, καὶ μακαρίσωμεν.

Η᾿ξιώθης ἔνδοξε, τῆς τῶν Μαρτύρων εὐκλείας, ἀθλοῦντα θεωρήσας, μεγαλοφρόνως ἐν τῇ Ῥώμῃ, τὸν ἱερὸν Κλήμεντα· μεθ᾿ οὗ σε συνελθόντες, πίστει γεραίρομεν.

Νεκρωθεὶς μακάριε, παντὶ τῷ κόσμῳ ἔδραμες, τὴν νέκρωσιν κηρύττων, τοῦ Ζωοδότου ἐν σταδίῳ· καὶ ὑποστὰς βάσανα, ζωῆς ἀδιαδόχου, νῦν κατηξίωσαι.

Θεοτοκίον.

Σαρκωθέντα Κύριον, δι᾿ εὐσπλαγχνίαν ἄφατον, ἐκύησας Παρθένε· ὃν Ἀγαθάγγελος ποθήσας, ἔξω σαρκὸς γέγονε, ἀθλήσας παραδόξως· μεθ᾿ οὗ ὑμνοῦμέν σε.

Τοῦ Ἱερομάρτυρος. Ὠιδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.

Ω῾ραίους ἤνεγκας καρπούς, κλῆμα τῆς ζωηφόρου, χρηματίσας ἀμπέλου· καὶ τούτους μαρτυρικαῖς, κοσμήσας μαρμαρυγαῖς, τῷ Σωτῆρι, πάντων καθιέρωσας.

Τοῦ Παύλου ὤφθης μιμητής, πᾶσαν τὴν οἰκουμένην, διατρέχων παμμάκαρ, βαπτίσματι θεουργῷ, καὶ αἵματος ῥαντισμῷ, ἁγιάζων, τῆς ὁμολογίας σου.

Θεοτοκίον.

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, Πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, καὶ πάντων Δημιουργόν, Θεὸν Λόγον Πάναγνε ἐκύησας.

Τοῦ Μάρτυρος. Ἐστερεώθη ἡ καρδία μου.

Υ῾μνολογῶ σου τοὺς ἀπείρους παμμάκαρ πόνους, τὰς στρεβλώσεις καὶ τὰς πολλὰς αἰκίσεις, τὴν ἀνδρείαν, τοὺς ξεσμούς, καὶ τὸν θάνατον· δι᾿ ὧν ἠξιώθης, ζωῆς Ἀγαθάγγελε.

Μετὰ μυρίους αἰκισμούς σε καὶ ἀλγηδόνας, ῥαβδισμούς τε καὶ ξέσεις Ἀθλοφόρε, ὑποβρύχιος θαλάσσῃ, δέδοσαι ἔνδοξε· ἐξ ἧς ὁ τῶν ὅλων, Δημιουργός σε ἐῤῥύσατο.

Νεανικῶς τε καὶ ἀνδρείως γενναῖε Μάρτυς, πυρακτώσεις ὑπήνεγκας τῶν ἥλων, καιομένης τῆς σαρκός, καὶ ἄνωθεν δρόσον δεχομένης, ὑπομονῆς Ἀγαθάγγελε.

Θεοτοκίον.

Ω῍ παραδόξου μυστηρίου! πῶς ἡ Παρθένος, πλατυτέρα τῶν οὐρανῶν ἐδείχθη, ἐν νηδύϊ τὸν ἀπεριόριστον, ἀστενοχωρήτως χωρήσασα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ μαρτυρίου ἀληθῶς τῇ δρεπάνῃ, κατατεμνόμενος σοφὲ Ἱεράρχα, ὡς καρποφόρος ἄμπελος ἐξήνθησας, βότρυας περκάζοντας, καὶ σταλάζοντας γλεῦκος, θείας ἐπιγνώσεως, καὶ ἀθλήσεως Πάτερ· ἐξ ὧν μετέχων πᾶς τις εὐσεβῶς, καταγλυκαίνει ψυχῆς αἰσθητήρια.

Δόξα. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.

Α᾿γαθόν σε ἄγγελον, γεγενημένον, θεοσδότοις λάμψεσιν, ἀνευφημοῦντες εὐσεβῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, κλέος Μαρτύρων, σοφὲ Ἀγαθάγγελε.

Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἀπορούντων ἐν δεινοῖς, ἀπὸ κινδύνων με λύτρωσαι· μή με παρίδῃς, ἡ πάντων ἀντίληψις.

Τοῦ Ἱερομάρτυρος. Ὠιδὴ δ΄. Χριστός μου δύναμις.

Κυκλώσας ἅπασαν, τὴν γῆν ἐξέτεινας, τῶν ἀγώνων τὸ κλῆμα ἀθλητικήν, στάζον ἀγαλλίασιν, καὶ εὐωδίας γλυκασμόν, Ἀθλοφόρε παμμακάριστε.

Λειμῶνα θέοντες, τῆς σῆς ἀθλήσεως, ἰαμάτων τὰ ἄνθη Κλήμη τῶν σῶν, ἔνδοξε δρεπόμεθα· καὶ ποικιλίᾳ θαυμάτων, τὰς αἰσθήσεις κατευφραίνομεν.

Η῾μέρας γέγονας, υἱὸς θαυμάσιε, καὶ φωτὸς ἀνεσπέρου διηνεκῶς, περιαυγαζόμενος, τῷ τρισηλίῳ φωτισμῷ, καὶ τῇ αἴγλῃ τοῦ κηρύγματος.

Θεοτοκίον.

Μαρία Πάναγνε, ἡ καθαρώτατον, γενομένη χωρίον χωρητικόν, θείας ἐνοικήσεως, τὸν ψυχικόν μου μολυσμόν, καὶ τὸν ῥύπον ἐξαφάνισον.

Τοῦ Μάρτυρος. Εἰσακήκοα ὁ Θεός.

Πολυώδυνα ἐνεγκὼν βασάνων εἴδη γενναῖε Μάρτυς, σὺν τῷ θείῳ χαίρων Κλήμεντι, ταῖς ῥοαῖς τοῦ αἵματος, πᾶσαν τὴν γῆν θεόφρον ἡγίασας.

Α᾿νηρτήθης ὡς ὁ Χριστός, ἐπὶ τοῦ ξύλου καὶ κατεξάνθης, τὰς πλευρὰς σιδήρῳ ἔνδοξε, καταπλήξας ἅπαντας, ὑπομονῇ σοφὲ Ἀγαθάγγελε.

Μεγαλύνοντες τὸν Χριστόν, φρουρὰν κατῴκουν οἱ Ἀθλοφόροι, ὡς φρουροὶ θείων προστάξεων, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος ὁ ἀοίδιμος.

Θεοτοκίον.

Μακαρίζομέν σε ἀεί, Θεοκυῆτορ Εὐλογημένη· δι᾿ ἧς δόξης ἠξιώθημεν, καὶ τὸν πρὶν Παράδεισον, ὃν ἀπωλέσαμεν ἀπελάβομεν.

Τοῦ Ἱερομάρτυρος. Ὠιδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Αἰκίσεις πάνσοφε καρτερῶν, τὰς πολυχρονίους καὶ μακροτάτας, πολύαθλος πέφηνας· νῦν δὲ τῆς ἀφθάρτου μακαριότητος, τρυφὴν κατεκληρώσω, διαιωνίζουσαν.

Τὴν πίστιν ἄγκυρα ἀσφαλῆ, ὡς καὶ τὴν ἐλπίδα καὶ τὴν ἀγάπην, θεμέλιον θέμενος, τῇ σεπτῇ Τριάδι σαυτὸν ἀνέθηκας, ναὸν ἡγιασμένον, Πάτερ πανόλβιε.

Η῾ θεοκόσμητος ξυνωρίς, ἡ διαφανὴς ἠγωνισμένη, ἀθλήσεως στάδιον, ἐπιλαβομένη τῆς αἰωνίου ζωῆς, Ἀγγέλοις συγχορεύει, καὶ συναγάλλεται.

Θεοτοκίον.

Σῶσαι βουλόμενος ἐκ φθορᾶς, τὴν καταφθαρεῖσαν φύσιν, τῶν ἀνθρώπων ὁ Κτίστης καὶ Κύριος, μήτραν ἁγνισθεῖσαν Ἁγίῳ Πνεύματι, οἰκήσας ἀποῤῤήτως, ἀνεμορφώσατο.

Τοῦ Μάρτυρος. Ὄρθρον φαεινὸν ἡμῖν.

Α῎νθραξι πυρούμενοι, ἀγαπήσεως τοῦ Παντουργοῦ, ἐν ἀσβέστῳ πυρωθείσῃ ἐβλήθητε, καλλίνικοι Μάρτυρες.

Κόσμος ὡραιότατος, ἀνεδείχθητε τῶν Ἀθλητῶν, ἀφαιρούμενοι δορὰν τὴν τοῦ σώματος, ἀήττητοι Μάρτυρες.

Α῾πλωθεὶς εἰς κράββατον, καὶ ὀπτώμενος ἐν τῇ πυρᾷ, Ἀγαθάγγελε Ἀγγέλους ἐξέπληξας, ὁρῶντας τοὺς ἄθλους σου.

Θεοτοκίον

Ρ῾υομένη φάνηθι, Ἀπειρόγαμε πάντας ἡμᾶς, πειρασμῶν τε καὶ κινδύνων καὶ θλίψεων, τοὺς πόθῳ ὑμνοῦντάς σε.

Τοῦ Ἱερομάρτυρος. Ὠιδή στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Νομίμως ἀθλήσαντες, τοὺς στεφάνους ἐκ χειρός, ζωαρχικῆς ἐδέξαθε, χαρισμάτων ποικίλων διανομήν, καὶ χάριν ἰάσεων, τῶν πιστῶν θεραπεύειν τὰ νοσήματα.

Ο῾ βίος ὁ ἔνθεος, τῶν ἀγώνων ἡ τριβή, τῶν αἰκισμῶν ἡ ἔνστασις, εὐπρεπείας στεφάνωμα μυστικόν, καὶ κάλλους διάδημα, καὶ στολὴ ἀφθαρσίας σοι γεγόνασιν.

Θεοτοκίον.

Η῾ Πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Τοῦ Μάρτυρος. Ἐν πελάγει τοῦ βίου.

Χαριστήριον αἶνον Θεῷ προσῆξας, θεόφρον Ἀθλητά, ἐν τῇ καμίνῳ ἐμβληθείς, ὡς πάλαι οἱ αἰχμάλωτοι Παῖδες, καὶ δρόσον δεχόμενος, Ἀγαθάγγελε οὐρανόθεν.

Α᾿γαθαῖς ἀγγελίαις ταῖς δι᾿ Ἀγγέλων, νευρούμενος τὸν νοῦν, τοὺς αἰκισμούς τε καὶ ἀλγηδόνας, ὥσπερ πάσχοντος ἄλλου, ῥαδίως ὑπήνεγκας, Ἀγαθάγγελε γενναιόφρον.

Ι῾ερὰν ξυνωρίδα ὑμᾶς ὁ πλάνος, θεασάμενος σοφοί, δεσμοῖς συνθλίβει, καὶ ποιναῖς συγκόπτει, καὶ φρουραῖς κατακλείει, καὶ γέλωτα ὤφλησε, τῇ ἀτρέπτῳ ὑμῶν ἐνστάσει.

Θεοτοκίον.

Ρ῾αθυμίας ὕπνου θανατηφόρου, ἀπάλλαξον Ἁγνή, καὶ πρὸς ἐνθέους, γρηγορεῖν με ὕμνους, καὶ καλὰς ἐργασίας, ἐνίσχυσον Δέσποινα, ἵνα πόθῳ ὑμνολογῶ σε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστὲ Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Ὁ Οἶκος. Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν.

Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαάβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν, τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διό, κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας, φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Μηνολόγιον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνὸς (Ἰανουαρίου), Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κλήμεντος Ἐπισκόπου Ἀγκύρας καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.

Στίχοι.
Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,
Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.
Εἰκάδι δ᾿ ἐτμήθητε τρίτῃ Ἀγαθάγγελε, Κλήμη.

Συναξάριον.

Ὁ μακάριος οὗτος καὶ θεσπέσιος Κλήμης, ἐν ὅλῃ σχεδὸν τῇ ἀνθρωπίνῃ αὑτοῦ ζωῇ διήνυσε τὸ μαρτύριον. Ἐν γὰρ ὀκτὼ χρόνοις καὶ εἴκοσιν, αὐτῷ παρετάθη ὁ πρὸς τοὺς τυράννους ἀγών, οὐ διακοπτόμενος ἐκκεχειρίᾳ, οὐδὲ ἐκ παραγγέλματος ἐφ᾿ ἡμέραις ῥηταῖς τακτήν τινα λαμβάνων ἀνακωχὴν καὶ εἰρήνην, ὥσπερ ἐπὶ τοῖς ἐν πολέμῳ παρατασσομένοις ἑκατέρωθεν νόμοις, ἵν᾿ αὖθις ἐπ᾿ ἀλλήλοις νεαροὶ συμπέσωσι καὶ ἀκμάζοντες· ἀλλὰ σύντονοι καὶ ὀξεῖς, ὡς μὴ εἶναι μᾶλλον τὸν χρόνον θαυμάζειν, ἐν ᾧ ὡς ἄλλου πάσχοντος αὐτὸς ἐκαρτέρει ἢ τὸ πλῆθος καὶ τὴν ἐπιφορὰν τῶν κακῶν· μᾶλλον δὲ θαυμάζειν ἐπίσης ἀμφότερα. Διὰ γὰρ πάσης ἰδέας βασάνων ὑπελθών, καὶ τοὺς τότε κρατοῦντας τυράννους καὶ βασιλεῖς ἐλέγξας, καὶ πάσῃ σχεδὸν τῇ οἰκουμένῃ θέατρον γεγονώς, καὶ Ἀγγέλους καταπλήξας τῇ καρτερίᾳ, οὕτω τῆς δόξης τὸν στέφανον ἐκομίσατο.

Ἦν δὲ ἐκ πόλεως Ἀγκύρας τῆς Γαλατίας, πατρὸς μὲν Ἕλληνος, μητρὸς δὲ εὐσεβοῦς καὶ πιστῆς, τοὔνομα Σοφίας. Ὑπέδυ δὲ τὸν μονήρη βίον δωδεκαετὴς ὑπάρχων. Εἰς δὲ τὸν εἰκοστὸν γενόμενος χρόνον, εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον ἄγεται. Ἤθλησε δὲ ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων.

Ὁ δὲ μακάριος Ἀγαθάγγελος, Ῥωμαῖος ἦν τὸ γένος. Μετὰ δὲ τὸ ἀναιρεθῆναι τοὺς μετὰ τοῦ Ἁγίου Κλήμεντος ὄντας Ἁγίους, ἐναποκλείστους ἐν Ῥώμῃ (ὧν εἷς ἢν ὁ Ἀγαθάγγελος), πρῶτος μὲν τῶν ἄλλων προσελθών, καὶ βαπτισθεὶς ὑπὸ τοῦ Ἁγίου Κλήμεντος, ἀποδράσας δὲ καθ᾿ ὃν καιρὸν ἀποτμηθῆναι ἔμελλον οἱ σὺν αὐτῷ ἀπόκλειστοι, μέλλοντος τοῦ Ἁγίου Κλήμεντος ὑπὸ τῶν ὑπηρετῶν τοῦ Μαξιμιανοῦ ἀπαχθῆναι, καὶ ἐμβληθῆναι τῷ πλοίῳ, καὶ ἀποπλεῦσαι εἰς Νικομήδειαν, προλαβὼν ὁ Ἀγαθάγγελος, εἰσῆλθε λαθὼν εἰς τὸ πλοῖον, καὶ περιέμενε τὸν Κλήμεντα. Ὡς δὲ καὶ οὗτος εἰσῆλθε, καὶ προσπεσόντα τὸν Ἀγαθάγγελον τοῖς ποσὶν αὐτοῦ εἶδεν, ἐχάρη, καὶ τὴν αὐτοῦ μεταμέλειαν καὶ ἐπιστροφήν, ὡς ἀγαθοῦ παρουσίαν, ἐνόμισε. Καὶ ἦν συναθλῶν αὐτῷ ἄχρις ἄν, φθάσαντες εἰς Ἄγκυραν, πρὸς Λούκιον παρεγένοντο. Κἀκεῖσε τὴν κάραν ἀποτμηθεὶς, προστάξει τοῦ Λουκίου, μετὰ τῶν λοιπῶν σὺν αὐτῷ ἀνδρῶν τε καὶ γυναικῶν καὶ παιδίων τῷ Χριστῷ προσελθόντων, πρὸς τὰς οὐρανίους ἀπέπτη μονάς.

Τὰ δὲ εἴδη τῶν βασάνων εἰσὶ ταῦτα. Ὁ μὲν μακάριος Κλήμης ἰδίως πέπονθε ταῦτα· ξύλῳ ἀναρτᾶται, καὶ ξέεται· λίθοις κατὰ τοῦ στόματος καὶ τῶν παρειῶν τύπτεται· εἱρκτῇ βάλλεται· τροχῷ δεσμεῖται· βάκλοις τύπτεται· μαχαίραις κατατέμνεται· σιδηροῖς στύλοις τὸ στόμα τύπτεται· τὰς σιαγόνας συντρίβεται· ὀδόντων ἀποστερεῖται· σιδήροις πεδεῖται, καὶ εἱρκτῇ ἐναποῤῥίπτεται. Ταῦτα ὁ θεῖος Κλήμης ἰδίως.

Ἅμα δὲ Ἀγαθαγγέλῳ, βουνεύροις ξηροῖς τύπτονται· ξύλῳ ἀναρτῶνται· λαμπάσι πυρὸς τὰς πλευρὰς καίονται· θηρίοις ἐκδίδονται· σούβλας πεπυρωμένας διὰ τῶν μεσοδακτύλων τῶν χειρῶν δέχονται· ἐν ἀσβέστῳ βληθέντες, δυσὶν ἡμέραις προσεκαρτέρησαν· λώρους τῆς δορᾶς τοῦ σώματος τῶν ὤμων ἀφαιροῦνται· βάκλοις αὖθις τύπτονται· ἐπὶ κραββάτων σιδηρῶν πυρωθέντων ἀνακλίνονται· εἰς κάμινον πυρὸς νυχθήμερον ἐμβάλλονται· κατὰ τῶν ψοῶν σφοδρῶς ξέονται· ὀβελίσκοις ὀξέσι, κατὰ γῆς ἐμπαρεῖσιν, ἄνω τὰς εὐθείας ἔχουσιν, ἐπακοντίζονται, οἳ δεινῶς αὐτοὺς κατεκέντησαν, καὶ κατέτρωσαν· μόλυβδον λυθέντα κατὰ κεφαλῆς μόνος ὁ Ἅγιος Ἀγαθάγγελος ἐπιχέεται· λίθοις μυλίταις τοῖς τραχήλοις ἐξαρτῶνται ἀμφότεροι, καὶ διὰ τῆς πόλεως ἑλκόμενοι, λίθοις βάλλονται.

Ἰδίως πάλιν ὁ Ἅγιος Κλήμης, περόνας σιδηρᾶς πεπυρωμένους εἰς τὰς ἀκοὰς δέχεται· λαμπάσι πυρὸς αὖθις προσομιλεῖ· λίθῳ μεγάλῳ προσδεθεὶς, βάκλοις κατὰ τοῦ προσώπου καὶ τῆς κεφαλῆς τύπτεται· καὶ ἐφ᾿ ἑκάστης ἡμέρας πεντήκοντα πληγὰς λαμβάνων ἐκαρτέρει. Τὸ δὲ τελευταῖον, καρατομοῦνται τὰς κεφαλὰς ἀμφότεροι ἐν Ἀγκύρᾳ τῆς Γαλατίας. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρίῳ, τῷ ὄντι πέραν ἐν τοῖς Εὐδοξίου, ἐπέκεινα Ἀνάπλου, καὶ ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῆς Ἁγίας Εἰρήνης τῆς παλαιᾶς καὶ Νέας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.

Στίχοι.
Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,
Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.

Στίχοι.
Γλώσσαις λαλὼν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,
Γλώσσαις λαλεῖ νῦν Ἀγγέλων πρὸς Ἀγγέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.

Στίχοι.
Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,
Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ, λάκκῳ ἐμβληθέντες, τελειοῦνται.

Στίχοι.
Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω,
Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Διονυσίου, τοῦ ἐν Ὀλύμπῳ.

Στίχοι.
Ἐν σαρκὶ ὡς ἄσαρκος ἔζησας Πάτερ,
Καὶ τοῖς ἀσάρκοις νῦν συνευφραίνῃ Νόοις.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἱερομάρτυρος. Ὠιδὴ ζ΄. Οἱ Παῖδες ἐν Βαβυλῶνι.

Τῇ αἴγλῃ τοῦ μαρτυρίου, τὴν οἰκουμένην ἐφαίδρυνας, ἀναμέλπων Χριστῷ, διανοίας καὶ ψυχῆς καθαρότητι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Η῾ τῶν σῶν κατορθωμάτων, ἱερωτάτη πανήγυρις, οὐρανίῳ φωτὶ λαμπομένη, καταυγάζει τοὺς κράζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Σοφίας τῆς ὑπερσόφου, Παρθένε Μῆτερ γεγένησαι, τῆς τὰ πάντα σοφῶς κυβερνώσης, φυσικῇ ἀγαθότητι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Τοῦ Μάρτυρος. Μὴ παραδώῃς ἡμᾶς.

Ω῞σπερ οἱ δύο ἀεὶ φωστῆρες, φαιδρῶς τὴν Ἐκκλησίαν, φωτίζουσι πλουσίως ἄθλων λαμπρότητι, σὺν Αγαθαγγέλῳ ὁ μέγας Κλήμης σκοτασμόν, λύοντες πονηρῶν ἀπιστίας ἐχθρῶν· οὓς εὐφημήσωμεν μεγαλοφώνως.

Νεανικῶς τοὺς ξεσμοὺς ὑπέστης, καὶ πάσας τρικυμίας, τῶν ἀνυποίστων πόνων σαρκός σου τραύμασιν, ἐχθροὺς τραυματίζων τοὺς ἀοράτους, Ἀθλητὰ ἔνδοξε, τῶν παθῶν τοῦ Χριστοῦ κοινωνέ, Ἀγγέλων σύσκηνε Μαρτύρων κλέος.

Χαίρων ὑπέστης σοφέ, μολύβδου βαρείας πυρακτώσεις, κατὰ τῆς θείας κάρας ἐπενεχθείσας σου, καὶ καταφλεγούσας ταύτην διόλου, ὥσπερ τις ἄσαρκος, Ἀγαθάγγελε στρατιῶτα Χριστοῦ· ὅθεν πίστει σε δοξολογοῦμεν.

Θεοτοκίον.

Α᾿νερμηνεύτου λόγῳ, μετέσχες Παρθένε μυστηρίου· Θεὸν γὰρ τὸν ἐν πᾶσιν ὄντα ἀχώρητον, ἀστενοχωρήτως χωρεῖς καὶ τίκτεις, καὶ μαζοῖς ἔθρεψας, βουληθέντα οἰκτειρῆσαι ἡμᾶς, τοὺς Θεοτόκον σε ὁμολογοῦντας.

Τοῦ Ἱερομάρτυρος. Ὠιδὴ η΄. Νόμον πατρῴων.

Α᾿ναφανέντες φαεινότατοι, ἐπὶ τῆς γῆς φωστῆρες κατελαμπρύνατε, τὸ στερέωμα πανόλβιοι, τῆς σεπτῆς Ἐκκλησίας· ἐν οὐρανοῖς δέ, φέγγει τῆς ἀθλήσεως ὑμῶν, πρωτοτόκων πανήγυριν εὐφραίνετε βοῶντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μετ᾿ εὐφροσύνης τὴν χαρμόσυνον, τῶν σῶν ἀγώνων μνήμην νῦν ἑορτάζομεν· ὡς γὰρ ἄσαρκος ὑπέμεινας, αἰκισμῶν τρικυμίας· ἀλλ᾿ ἀντὶ τούτων, τὴν διαιωνίζουσαν τρυφήν, ἐπαξίως ἀπείληφας, ἀντίδοσιν πλουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πεποικιλμένην καὶ ὑπέρλαμπρον, καταστολὴν σὺ δόξης ἀμφιασάμενος, ἀντὶ πνεύματος πανόλβιε, χαλεπῆς ἀκηδίας, ἀντὶ βασάνων, τὴν ἀγγελικὴν διαγωγήν, ἀντηλλάξω λαβόμενος, ζωῆς τῆς ἀϊδίου· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ε᾿ξ ἀϊδίου τῷ Γεννήτορι, ὁ συνυπάρχων Λόγος καὶ συννοούμενος, ἐπὶ τέλει τῶν αἰώνων δέ, σαρκωθεὶς ἐκ Παρθένου, τὴν τῶν ἀνθρώπων, πᾶσαν ἐθεούργησε μορφήν, ἑαυτῷ καθ᾿ ὑπόστασιν, ἀσυγχύτως ἑνώσας· Τὸν Κύριον ὑμνεῖτε βοώντων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος. Τὰ σύμπαντα Δέσποτα.

Ρ῾ανίσιν αἱμάτων σου, πῦρ ἀποσβέσας ἀθεΐας, ἤρδευσας πανεύφημε, Χριστοῦ τὴν Ἐκκλησίαν, πίστει ἀναθάλλουσαν, καὶ εὐφημοῦσαν ἀξίως, τοὺς μεγίστους σου πόνους, τὰ παλαίσματα, τὰς λαμπρὰς ἀριστείας, ἀπαύστως σοφὲ Ἀγαθάγγελε.

Ι῎σους ἐκομίσαντο, τῆς νίκης τοὺς στεφάνους, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος· ὅθεν, ἐν ὑψίστοις τῷ πάντων βασιλεύοντι παρεστῶτες, προστάται καὶ ῥύσται ἡμῶν χρηματίζουσιν, εὐλογοῦντες ὑμνοῦντες ἀπαύστως τὸν Κύριον.

Νέους ἐκμιμούμενος, τοὺς κατασβέσαντας τὴν φλόγα, τὸ πῦρ ὥσπερ ἄσαρκος ὑπῆλθες Ἀθλοφόρε, ζήλῳ πυρακτούμενος, τῆς τοῦ Κυρίου ἀγάπης, καὶ θερμῶς ἀνεβόας Ἀγαθάγγελε· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Θεοτοκίον.

Ι᾿σχυρὰν παράκλησιν, καὶ ἀκαταίσχυντον ἐλπίδα, τεῖχος ἀπροσμάχητον, καὶ θείαν προστασίαν, ὁ λαὸς σου ἔχει σε, ὁ σὲ δοξάζων Παρθένε· καὶ σῳζόμενος κράζει ἐμμελέστατα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Τοῦ Ἱερομάρτυρος. Ὠιδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.

Λουτρῷ τοῦ φωτοειδοῦς βαπτίσματος, τελειωθείς, καὶ τῆς ἱερωσύνης τῷ χρίσματι, καὶ Μαρτύρων αἵματι λουσάμενος, ὅλος πεφωτισμένος, χαίρων ἀνέδραμες, πρὸς τὰς οὐρανίους στρατιὰς θεομακάριστε.

Ο῾ τῶν Ἁγίων Μαρτύρων στέφανος, Λόγος Θεοῦ, στεφάνῳ τῶν χαρίτων ἐκόσμησε, σὴν ἁγίαν κορυφὴν θεσπέσιε, ὁ τῆς δικαιοσύνης, ἄδυτος Ἥλιος, δι᾿ ὃν τοὺς ἀγῶνας τοὺς μακρούς, χαίρων ὑπέμεινας.

Θεοτοκίον.

Υἱὸς καὶ Λόγος Θεοῦ ὁ ἄναρχος, σωματωθείς, υἱὸς καὶ τῆς Παρθένου γεγένηται, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ Πνεύματος, Θείου τῇ συνεργείᾳ· ὅθεν ἀνέπλασε, τὴν καταφθαρεῖσάν μου μορφήν, ὡς παντοδύναμος.

Τοῦ Μάρτυρος. Ἐποίησε κράτος.

Ω῾ς ζεῦγος ὡραῖον, Ἀγαθάγγελος ὁμοῦ, ὁ ἔνδοξος καὶ Κλήμης ὁ γενναῖος, φανέντες μαρτυρικαῖς, ἐλαμπρύνθησαν στολαῖς· καὶ νῦν στεφανηφόροι τῷ Θεῷ, καὶ Βασιλεῖ τῶν ὅλων, εὐκλεῶς παρίστανται, σὺν τοῖς Ἀσωμάτοις.

Σαρκὸς οὐκ ἐφείσω, ὁμιλούσης χαλεποῖς, ἐν πλείοσι καιροῖς κολαστηρίοις, ἐφέσει τῶν ἀγαθῶν, ὧν ἡτοίμασε Θεός, τοῖς θείοις θεράπουσιν αὐτοῦ· μεθ᾿ ὧν περιπολεύεις, Μάρτυς Ἀγαθάγγελε, χαίρων εἰς αἰῶνας.

Η῾ γῆ ἑορτάζει, καὶ χορεύει οὐρανός· ἀγάλλονται χοροὶ τῶν Ἀσωμάτων, καὶ καρδίαι τῶν πιστῶν, εὐσεβῶς δοξάζουσι, τὴν μνήμην σου σήμερον σοφέ· ἐν ᾗ τοὺς σὲ τιμῶντας, σῷζε ταῖς πρεσβείαις σου, πάσης ἐπηρείας.

Θεοτοκίον.

Φωτίζεις τὸν κόσμον, ἀνατείλασα τὸ φῶς, Πανάμωμε τὸ λάμψαν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ὑπὲρ νοῦν· διὰ τοῦτό σοι βοῶ· τὸ σκότος ἀπέλασον Ἁγνή, ἐκ τῆς ἐμῆς καρδίας, τῶν ἀτάκτων λογισμῶν, ὅπως ἀνυμνῶ σε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τὸν Ἱεράρχην Κλήμεντα, σὺν τῷ Ἀγαθαγγέλῳ, ἀξιοχρέως σήμερον, εὐφημήσωμεν πάντες, ὅτι βασάνων ποικίλων, ὑπομείναντες εἴδη, τὰς κάρας ἀπετμήθησαν, ἀπηνῶς διὰ ξίφους, καὶ τῆς ζωῆς, ἐν Ἐδὲμ ἐγένοντο κληρονόμοι, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῷ Θεῷ παῤῥησίᾳ.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Ω῾ς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον Ἀθλοφόρον

Θεοτοκίον.

Ω῾ς οὖσα καθαρώτατον, δοχεῖον Θεονύμφευτε, τῆς τῶν παθῶν με ἀχλύος, δεῖξον ἐλεύθερον Κόρη· βρυγμοῦ ὀδόντων σκώληκος, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Δέσποινα, ὅπως ἐν πίστει ὑμνῶ σε, εὐλογημένη Μαρία.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, Κλήμη γενναιότατε, καὶ θαυμαστὲ Ἀγαθάγγελε, καταφρονήσαντες, τῶν πικρῶν βασάνων, ἀνδρικῶς ἠθλήσατε, καὶ δόξης θεϊκῆς ἠξιώθητε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, Κλήμη παμμακάριστε, καὶ ἱερὲ Ἀγαθάγγελε, ἀποκρουσάμενοι, ἀπειλὰς τυράννων, ἐν σαρκίνοις σώμασιν, ὡς ἄσαρκοι Θεὸν ἐδοξάσατε· διὸ πρεσβεύετε δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, Κλήμη παναοίδιμε, καὶ κραταιὲ Ἀγαθάγγελε, βασάνων στίγμασι, καθωραϊσθέντες, κεφαλὰς ἐτμήθητε, καὶ νίκης τὰ βραβεῖα ἐδέξασθε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, Κλήμη θεοδόξαστε, καὶ Ἀγαθάγγελε πάντιμε, ὡς γεωργήσαντες, μαρτυρίας βότρυν, τῆς ἀθανασίας νῦν, τῷ οἴνῳ ἐν ὑψίστοις εὐφραίνεσθε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνη, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, πίστεως τῷ συνδέσμῳ συνδεόμενοι, καὶ Πνεύματος τῇ ῥώμῃ δυναμούμενοι, ἐν τῇ ὁμολογίᾳ χαίροντες, μίαν γνώμην ἐπεδείξατε, καὶ μαρτυρίου τὸ στάδιον, ἀδελφὰ συμφρονοῦντες ὑπήλθετε, Κλήμη ἱερὲ καὶ Ἀγαθάγγελε· διὸ δοκιμασθέντες ταῖς μάστιξι, καὶ ταῖς πολυχρονίοις κολάσεσι, διὰ ξίφους πρὸς τὴν ζωὴν διεβιβάσθητε, καὶ τῷ οἴνῳ τῆς ἀθανασίας ἐμεθύσθητε. Ὅθεν πρεσβεύετε ὑπὲρ ἡμῶν, τῶν εὐλαβῶς ἐκτελούντων, τὸ ἱερὸν ὑμῶν μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου Κλήμεντος ἡ γ΄ Ὠιδή, ἐκ δὲ τοῦ Ἁγίου Ἀγαθαγγέλου ἡ στ΄. Ἀπόστολον ζήτει τῇ β΄ Σεπτεμβρίου καὶ Εὐαγγέλιον τῇ κστ΄ Ὀκτωβρίου, ἐν τῇ μνήμῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.

Κλήμην εὐφημήσωμεν τὸν σοφόν, σὺν Ἀγαθαγγέλῳ, τῷ συνάθλῳ οἱ εὐσεβεῖς, ὡς τῆς εὐσεβείας, ἐνδόξους στεφανίτας, καὶ θείους ἡμῶν πρέσβεις, πρὸς τὸν Φιλάνθρωπον.

Ἕτερον τοῦ Ἁγίου Κλήμεντος.

Κλῆμα τῆς ἀμπέλου τῆς μυστικῆς, πολύφορον Κλήμη, ἀναδείχθης μαρτυρικῶς. Ὅθεν χάριτός σου, τῷ οὐρανίῳ οἴνῳ, εὔφρανον τὰς καρδίας, τῶν εὐφημούντων σε.

Ἕτερον τοῦ Ἁγίου Ἀγαθαγγέλου.

Α῎γγελος τῇ κλήσει ὡς ἀληθῶς, ὤφθης καὶ τῇ πράξει, Ἀγαθάγγελε θαυμαστέ. Ὅθεν νῦν Ἀγγέλων, συνὼν χοροστασίαις, ὑπὲρ ἡμῶν δυσώπει, Χριστὸν τὸν Κύριον.

Στίχοι.
Κλήμεντι ὕμνοις σὺν τῷ Ἀγαθαγγέλῳ,
Κύριλλος πίστει ἐξύφανεν ὁ Ῥόδου.

 

 

Share: