Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Χαιρετισμοί (Άγιος Μαλαχίας)

 

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ
ΜΑΛΑΧΙΑΝ ΤΟΝ ΛΙΝΔΙΟΝ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Α᾿κολουθήσας τῷ Χριστῷ ἀπὸ νεότητος,
ἀσκητικῆς σου βιοτῆς τοῖς ἀγωνίσμασι,
μαρτυρίου τῷ ἀγῶνι καθηγιάσθης.
Ἀλλ᾿ ὡς ἔχων μετ᾿ Ἁγίων τὸ πολίτευμα,
ὑπὲρ πάντων Μαλαχία Θεῷ πρέσβευε,
τῶν βοώντων σοι· Χαίροις ἄνερ οὐράνιε.

Οἱ Οἶκοι.

Α῎γγελος Μαλαχία, ἐπὶ γῆς ἀνεδείχθης, τῷ ἀγγελομιμήτῳ σου βίῳ (ἐκ γ΄) καὶ εὐκλεῶς ἐν οὐρανοῖς, τοῖς τῶν Ἀγγέλων χοροῖς συνηρίθμησαι, ἀθλήσας μέχρις αἵματος· διὸ νῦν παρ᾿ ἡμῶν ἀκούεις·
Χαῖρε, τὸ ἄνθος τῆς εὐλαβείας·
χαῖρε, τὸ σκεῦος τῆς εὐσεβείας.
Χαῖρε, ὁ τῶν πάλαι Ὁσίων ὁμότροπος·
χαῖρε, ὁ τῶν νέων Μαρτύρων συνόμιλος.
Χαῖρε, δοῦλος γνησιώτατος τοῦ Παντάνακτος Θεοῦ·
χαῖρε, φίλος ἀληθέστατος τοῦ παθόντος Λυτρωτοῦ.
Χαῖρε, ὅτι ὑπῆλθες μοναζόντων τὸν βίον·
χαῖρε, ὅτι Μαρτύρων ἐμιμήσω τὸν τρόπον.
Χαῖρε, τῆς Λίνδου ῥόδον μυρίπνοον·
χαῖρε, τῆς Ῥόδου κλέος πολύφημον.
Χαῖρε, δι᾿ οὗ οἱ τῆς Ἄγαρ τροποῦνται·
χαῖρε, δι᾿ οὗ οἱ πιστοὶ δᾳδουχοῦνται.
Χαίροις, ἄνερ οὐράνιε.

Βλάστημα θεῖον ἔφυς, εὐσεβοῦς ῥιζουχίας, προνοίας θεϊκῆς γεωργίᾳ, καὶ τῆς εὐσεβείας τοὺς καρπούς, εἰς ἑκατὸν Μαλαχία ἐξήνεγκας, κατὰ τὸ θεῖον λόγιον, δι᾿ ὧν εὐφραίνεις τοὺς βοῶντας· Ἀλληλούϊα.

Γεηρῶν καταλείψας, Μαλαχία τὴν τύρβην, ὡς πλήρης φωτισμοῦ οὐρανίου, ἐπὶ τῶν ὤμων σου τὸν Σταυρόν, τοῦ Λυτρωτοῦ σου προθύμως ἀνέλαβες, καὶ τούτῳ ἠκολούθησας· διὸ σοι πόθῳ ἐκβοῶμεν·
Χαῖρε, τὸ κῦδος τῶν μοναζόντων·
χαῖρε, τὸ κλέος τῶν Ἀθλοφόρων.
Χαῖρε, ὁ εὐθύτητι τρόπων λαμπόμενος·
χαῖρε, ὁ λαμπρότητι λόγων κοσμούμενος.
Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀρχέκακον ἐχθρόν·
χαῖρε, ὅτι ἐμεγάλυνας τὸν φιλάνθρωπον Χριστόν.
Χαῖρε, ὁ τῶν ἐν κόσμῳ νουνεχῶς ἀλογήσας·
χαῖρε, ὁ τῶν βασάνων ἀνδρικῶς ἀφειδήσας.
Χαῖρε, ἀγάπης οἶκος οὐράνιος·
χαῖρε, ἀπάτης ξίφος ὀξύτατον.
Χαῖρε, σεμνῶν Ἀσκητῶν κοσμιότης·
χαῖρε, Μαρτύρων Ἁγίων λαμπρότης.
Χαίροις, ἄνερ οὐράνιε.

Διαθέσει ἐνθέῳ, τοῖς ἐν κόσμῳ ἀπεῖπας, παμμάκαρ Μαλαχία τὸ Χαῖρε, καὶ ἐξεζήτησας τὸν Χριστόν, ἀσκητικῆς πολιτείας τοῖς σκάμμασιν, ᾧ καὶ ἐν βίῳ σου παντί, καρδίας πόθῳ ἐμελῴδεις· Ἀλληλούϊα.

Ε῎χων ἐπτερωμένας, πρὸς Χριστὸν Μαλαχία, ψυχῆς σου εὐσεβῶς τὰς αἰσθήσεις, ἐπελάθου γονέων στοργῆς, καὶ τῶν οἰκείων τὰς σχέσεις διέῤῥηξας, καὶ ὤφθης θεῖος μοναστής· διό σοι οἱ πιστοὶ βοῶμεν·
Χαῖρε, ὁ δόναξ τῆς ἀληθείας·
χαῖρε, ἡ πτῶσις τῆς ἀσεβείας.
Χαῖρε, βασιλεῦ τῆς σαρκὸς θεοδόξαστε·
χαῖρε, ἀριστεῦ τοῦ Χριστοῦ γενναιότατε.
Χαῖρε, ὁ τὸν νοῦν ἀκέραιος καὶ οὐράνιος ὀφθείς·
χαῖρε, ὁ τοῖς ἔργοις ἔνθεος καὶ ἐνάρετος δειχθείς.
Χαῖρε, ὅτι τοῦ κόσμου τὴν ἀπάτην ἀπώσω·
χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ ἐθεάσω.
Χαῖρε, λαμπὰς ὁσίας ἀσκήσεως·
χαῖρε, φωστὴρ ἁγίας ἀθλήσεως.
Χαῖρε, Χριστοῦ τῆς Θεότητος κῆρυξ·
χαῖρε, αὐτοῦ τῆς Ἐγέρσεως μῦστα.
Χαίροις, ἄνερ οὐράνιε.

Ζήλου ἐπουρανίου, ἔμπλεως ὡς ὑπάρχων, τὸν θεῖον Ἀβραὰμ ἐμιμήσω, καὶ γῆς τῆς πατρῴας ἐξελθών, τόπους πολλοὺς Μαλαχία διήμειψας, ταῖς ἀρεταῖς ἀσκούμενος, καὶ πόθῳ τῷ Δεσπότῃ ψάλλων· Ἀλληλούϊα.

Η῏λθες ἐν τῷ Σιναίῳ, ἔνθα θεοφανείας, Μωσῆς κατηξιώθη ὁ μέγας, καὶ ἐν αὐτῷ τοῖς ἀσκητικοῖς, ὦ Μαλαχία ἀγῶσιν ἐξήστραψας, ὡς ἥλιος τῶν ἀρετῶν, φωτίζων τοὺς πιστῶς βοῶντας·
Χαῖρε, τὸ σέλας τῆς ἐγκρατείας·
χαῖρε, τὸ ἄστρον τῆς ἀπαθείας.
Χαῖρε, τὸν Σταυρὸν τοῦ Δεσπότου ἀράμενος·
χαῖρε, τῶν ἐχθρῶν τὰς βουλὰς τροπωσάμενος.
Χαῖρε, κόποις τῆς ἀσκήσεως διαπρέψας εὐσεβῶς·
χαῖρε, δρόμον τῆς ἀθλήσεως διανύσας ἀνδρικῶς.
Χαῖρε, τῆς ἡσυχίας φαεινότατος λύχνος·
χαῖρε, τῆς ἀφθαρσίας χαριέστατος κῆπος.
Χαῖρε, Χριστοῦ πληρώσας τὰ λόγια·
χαῖρε, πιστῶν ὑψώσας τὸ φρόνημα.
Χαῖρε, καλῶς ἐν τῷ κόσμῳ βιώσας·
χαῖρε, ψυχὴν πρὸς Θεὸν ἀνυψώσας.
Χαίροις, ἄνερ οὐράνιε.

Θείου πόθου τῷ κέντρῳ, Μαλαχία θεόφρον, νυττόμενος σφοδρῶς τὴν καρδίαν, πρὸς τὴν Ἁγίαν ἔδραμες Γῆν, ἔνθα οἱ θεῖοι Χριστοῦ πόδες ἔστησαν, καὶ ταύτης ἐξιστάμενος, τῇ θεωρίᾳ ἀνεβόας· Ἀλληλούϊα.

Ι᾿θυνόμενος θείῳ, ἔρωτι τοὺς σοὺς πόδας, τοὺς τόπους τοὺς Ἁγίους διῆλθες, Θεὸν δοξάζων τὸν ἐν αὐτοῖς, ἐπιφανέντα σαρκὶ καὶ λυτρώσαντα, κατάρας τὸ ἀνθρώπινον· διό σοι κράζομεν τοιαῦτα·
Χαῖρε, κυπάρισσος τῆς ἁγνείας·
χαῖρε, κινάμωμον τῆς ἀνδρείας.
Χαῖρε, ἐν Σιναίῳ ἀσκήσας ὡς ἄσαρκος·
χαῖρε, ἐν Σιὼν βιοτεύσας ὡς Ἄγγελος.
Χαῖρε, βότρυς ὁ γλυκύτατος τῆς ἀμπέλου τῆς ζωῆς·
χαῖρε, θρέμμα τὸ οὐράνιον Παραδείσου τῆς αὐλῆς.
Χαῖρε, ὅτι τοῦ κόσμου τῶν ἡδέων ἀπέστης·
χαῖρε, ὅτι τοῦ πλάνου τῇ μανίᾳ ἀντέστης.
Χαῖρε, Χριστοῦ τὸ θεῖον ἐκλόγιον·
χαῖρε, αὐτοῦ τὸ ἄμωμον σφάγιον.
Χαῖρε, Θεὸν τῇ ἀσκήσει δοξάσας·
χαῖρε, Σατὰν τῇ ἀθλήσει νικήσας.
Χαίροις, ἄνερ οὐράνιε.

Κόσμου ἔξω ὑπάρχων, τῇ ὁσίᾳ ἀσκήσει, ἀνὴρ ὡς ἀγαθὸς Μαλαχία, τῆς Ἀναστάσεως ἐν τῷ Ναῷ, διακονίαν τὴν σὴν ἐξεπλήρωσας, τῇ προσευχῇ προσκαρτερῶν καὶ ἔνθους ψάλλων τῷ Κυρίῳ· Ἀλληλούϊα.

Λάμπων ταῖς ἀρεταῖς σου, ὑπ᾿ ἀνδρῶν συνελήφθης, παμμάκαρ Μαλαχία ἀνόμων, κατὰ σοῦ λαλούντων ἀσεβῶς, καὶ πειρωμένων Χριστοῦ ἀποστῆσαί σε, τὸν τῇ ἀσκήσει ἔνθεον, πρὸς ὃν οἱ εὐσεβεῖς βοῶμεν·
Χαῖρε, τὸ καύχημα τῶν Λινδίων·
χαῖρε, τὸ σέμνωμα τῶν Ῥοδίων.
Χαῖρε, ὁ γονέων στοργὴν ἀπωσάμενος·
χαῖρε, ὁ τρυφὴν γεηρὰν βδελυξάμενος.
Χαῖρε, ὅτι ἐγεώργησας ἀφθαρσίας τοὺς βλαστούς·
χαῖρε, ὅτι ἀνεβλάστησας μαρτυρίου τοὺς καρπούς.
Χαῖρε, τῶν μοναζόντων ὁ φαιδρὸς λαμπαδοῦχος·
χαῖρε, τῶν Ἀθλοφόρων ὁ τερπνὸς τροπαιοῦχος.
Χαῖρε, ζωῆς ἐνθέου διδάσκαλος·
χαῖρε, Θεοῦ θεόφρον διάκονος.
Χαῖρε, Χριστοῦ ὁ τὸν λόγον τηρήσας·
χαῖρε, αὐτὸν ἐν τοῖς ἄθλοις δοξάσας.
Χαίροις, ἄνερ οὐράνιε.

Μέγας τοῦ Ἀναστάντος, ὡς ὑπάρχων τῇ πίστει, οὐκ ἔπτηξας ἐχθρῶν τὴν μανίαν, καὶ αὐτῶν ἐν μέσῳ ὡς ἀμνός, ἄμωμος ἔστης βαστάζων ἐν χείλεσι, τὴν κλῆσιν τὴν χριστώνυμον, ὦ Μαλαχία καὶ κραυγάζων· Ἀλληλούϊα.

Νέκρωσιν περιφέρων, τῇ σαρκὶ ζωηφόρον, ὑπέστης τὸν θυμὸν τῶν τυράννων, κατὰ σοῦ ἐπελθόντων δεινῶς, καὶ ἐναντίον αὐτῶν ἀνεκήρυξας, πάντων Σωτῆρα τὸν Χριστόν· διό σοι λέγομεν ἐκ πόθου·
Χαῖρε, ὁ κράτιστος τῇ ἀσκήσει·
χαῖρε, ὁ μέγιστος τῇ ἀθλήσει.
Χαῖρε, ψυχικῆς καρτερίας ἀνάκτορον·
χαῖρε, ῥωμαλέου φρονήματος τέμενος.
Χαῖρε, ἅγιον θησαύρισμα ἀρετῶν ἀσκητικῶν·
χαῖρε, τίμιον ἀπάνθισμα δωρεῶν μαρτυρικῶν.
Χαῖρε, ὅτι ὑπῆλθες μοναζόντων τὸν δρόμον·
χαῖρε, ὅτι εἰσῆλθες Παραδείσου εἰς δόμον.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατήργηται·
χαῖρε, δι᾿ οὗ ἡ πίστις δεδόξασται.
Χαῖρε, παθῶν τὰς κινήσεις νεκρώσας·
χαῖρε, ἐχθρῶν τὴν ὀφρὺν ταπεινώσας.
Χαίροις, ἄνερ οὐράνιε.

Ξένος ὢν τοῖς παροῦσι, τῶν πικρῶν ἀλγηδόνων, οὐκ ἔπτηξας τὴν ἔφοδον Πάτερ, ἀλλ᾿ ὡς πάσχοντος ἄλλου τινός, πάντα ὑπέμεινας ἐνδυναμούμενος, Χριστοῦ τῇ θείᾳ χάριτι, ᾧ καὶ ἐβόας γηθοσύνως· Ἀλληλούϊα.

Ο῾λικῶς τῷ Κυρίῳ, τῆς ζωῆς προσανέχων, βασάνων τὰς ὀδύνας ἐδέξω, τὸν ἐν εἱρκτῇ ζοφερᾷ ἐγκλεισμόν, τὴν ἀσιτίαν, τὴν δίψαν, τὰς μάστιγας, καὶ πᾶσαν ἄλλην κάκωσιν· διό σοι οἱ πιστοὶ βοῶμεν·
Χαῖρε, τὸ ἔσοπτρον τῆς ἀγάπης·
χαῖρε, τὸ δρέπανον τῆς ἀπάτης.
Χαῖρε, κοινωνὸς τῶν Ὁσίων τρισένδοξος·
χαῖρε, μιμητὴς τῶν Μαρτύρων περίδοξος.
Χαῖρε, γέρας τὸ νεόσδοτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς κακίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ἐδείχθης στήλη τῆς παῤῥησίας·
χαῖρε, ὅτι ὑπάρχεις κρίνον τῆς εὐψυχίας.
Χαῖρε, κρουνὸς θαυμάτων ἀείῤῥυτος·
χαῖρε, λειμὼν χαρίτων μυρίπνοος.
Χαῖρε, Σιὼν ἐν τῇ κάτῳ ἀθλήσας·
χαῖρε, Σιὼν ἐν τῇ ἄνῳ σκηνώσας.
Χαίροις, ἄνερ οὐράνιε.

Πόνους πλείστους ὑπέστης, καὶ πληγὰς Μαλαχία, ἐμμένων τοῦ Χριστοῦ τῇ ἀγάπῃ· ἀστραγάλους δὲ διαπαρείς, ἵππῳ τῷ σῶμα ἀγρίῳ προσδέδεσαι, καὶ ἐν ταῖς ῥύμαις καὶ ὁδοῖς, ἐσύρθης τῆς Σιὼν κραυγάζων· Ἀλληλούϊα.

Ρ῾είθροις τοῦ αἵματος σου, τῶν Ἱεροσολύμων, φοινίξας Μαλαχία τὴν χθόνα, καὶ ἀπαράτρεπτον ἀληθῶς, ἐν τοῖς βασάνοις τηρήσας τὸ φρόνημα, θανάτου ψῆφον ἔλαβες· διὸ συμφώνως σοι βοῶμεν·
Χαῖρε, σταγὼν θεϊκῆς γαλήνης·
χαῖρε, ψεκὰς ἀληθοῦς εἰρήνης.
Χαῖρε, ἐκλιπόντων πνοὴ οὐρανόφοιτος·
χαῖρε, θλιβομένων στοργὴ θεοδώρητος.
Χαῖρε, ῥεῖθρον χρυσαυγέστατον δωρημάτων θεϊκῶν·
χαῖρε, φρέαρ ἀνεξάντλητον χαρισμάτων μυστικῶν.
Χαῖρε, ὅτι ἐτρώθης τῆς ἀγάπης τῷ βέλει·
χαῖρε, ὅτι ἐστέφθης ἀφθαρσίας τῷ στέφει.
Χαῖρε, τρυφῆς τῆς θείας συνέστιε·
χαῖρε, χαρᾶς τῆς ἄνω συμμέτοχε.
Χαῖρε, καλῶν δαψιλὴς χορηγία·
χαῖρε, ψυχῶν ἀληθὴς θυμηδία.
Χαίροις, ἄνερ οὐράνιε.

Σῶμα καθῃμαγμένον, ἔχων διὰ βασάνων, καὶ φέρων τοῦ πασσάλου τὸ ξύλον, ἐπὶ τῶν ὤμων σου ἀνδρικῶς, ὡς τὸν Σταυρὸν Μαλαχία ὁ Κύριος, πρὸς μαρτυρίου ἔδραμες, τὸν τόπον ἔνθους ἀνακράζων· Ἀλληλούϊα.

Τῷ πασσάλῳ ὑψώθης, ὡς Σταυροῦ ἐν τῷ ξύλῳ, Χριστὸς ὁ Λυτρωτὴς Μαλαχία, καὶ αὐτὸν ὡς κλίμακα εὑρών, πρὸς οὐρανὸν εὐκλεῶς ἀνελήλυθας, ἔνθα τοῦ ξύλου τῆς ζωῆς, ἐγεύσω· ὅθεν λέγομέν σοι.
Χαῖρε, ἁπλότητος ἐκμαγεῖον·
χαῖρε, σοφίας τὸ πρυτανεῖον.
Χαῖρε, ὁ ζηλώσας Ὁσίων τὴν ἄσκησιν·
χαῖρε, ὁ πατήσας τυράννων τὴν ἔπαρσιν.
Χαῖρε, χάριν κομισάμενος φωταυγείας θεϊκῆς·
χαῖρε, αἴγλην εἰσδεξάμενος εὐκληρίας μυστικῆς.
Χαῖρε, τῆς Ῥοδονήσου ἐγκαλλώπισμα νέον·
χαῖρε, τῶν Ὀρθοδόξων καταφύγιον θεῖον.
Χαῖρε, πιστοῦ λαοῦ τὸ ἐντρύφημα·
χαῖρε, ψυχῶν ἡμῶν τὸ διάσωσμα.
Χαῖρε, χαρᾶς κοινωνὸς ἀκηράτου·
χαῖρε, σκηνῆς οἰκιστὴς οὐρανίου.
Χαίροις, ἄνερ οὐράνιε.

Υ῾πομείνας πασσάλου, Μαλαχία προθύμως, τὸ ὄνειδος ὡς πλήρης ἀνδρείας, τῆς Ἀναστάσεως τοῦ φωτός, ἐν μετοχῇ κατ᾿ ἀξίαν γεγένησαι, Μαρτύρων θείων τῷ χορῷ, συναριθμούμενος καὶ ψάλλων· Ἀλληλούϊα.

Φαιδροτάτῳ προσώπῳ, Γερμανὸς Μαλαχία, Σιὼν ὁ εὐλαβὴς Πατριάρχης, τοῖς τυράννοις ἀργύρια δούς, τὸ θεῖον σῶμά σου χαίρων παρέλαβε, καὶ ἐναγκαλισάμενος, αὐτὸ σὺν δάκρυσιν ἐβόα·
Χαῖρε, θεράπων τοῦ Ζωοδότου·
χαῖρε, ὁπλίτα τοῦ Ἀθλοθέτου.
Χαῖρε, ὑπεράνω τοῦ κόσμου γενόμενος·
χαῖρε, τὰ καλὰ τῆς ζωῆς κληρωσάμενος.
Χαῖρε, ὅτι καθυπέμεινας τὰς αἰκίας καρτερῶς·
χαῖρε, ὅτι κατεφρόνησας τοῦ θανάτου ἀνδρικῶς.
Χαῖρε, ὁ διατρήσεις ὑποστὰς τῶν ποδῶν σου·
χαῖρε, ὁ μαστιγώσεις ἐνεγκὼν τῆς σαρκός σου.
Χαῖρε, δι᾿ οὗ πιστοὶ ἐπαγάλλονται
χαῖρε, δι᾿ οὗ ἐχθροὶ καταβάλλονται.
Χαῖρε, θερμὸς γηγενῶν ἀντιλήπτωρ·
χαῖρε, σεπτὸς εὐσεβῶν παρακλήτωρ.
Χαίροις, ἄνερ οὐράνιε.

Χαίρων τῇ σῇ ἀθλήσει, τοῦ κλεινοῦ Θεαδέλφου, διάδοχος ὁ θεῖος παμμάκαρ, ἐν τοῦ Κεραμέως τοῦ Ἀγρῷ, μύροις συστείλας τερπνοῖς καὶ ἀρώμασι, τὸ σῶμά σου ἐκήδευσε, σὺν τῷ πιστῷ λαῷ κραυγάζων· Ἀλληλούϊα.

Ψάλλοντές σου τὴν δόξαν, εὐλαβῶς σε ὑμνοῦμεν, οἱ δῆμοι τῶν πιστῶν Μαλαχία, ὡς Ὁσιομάρτυρα κλεινόν, καὶ ἐκ καρδίας θερμῆς ἐκδεχόμενοι, τὴν θείαν προστασίαν σου, ἐν κατανύξει κράζομέν σοι·
Χαῖρε, τῆς χάριτος ἀριστοῦχος·
χαῖρε, τῆς Λίνδου ὁ πολιοῦχος.
Χαῖρε, πειρασμῶν τὰς ἐφόδους τροπούμενος·
χαῖρε, συμφορῶν τοὺς πιστοὺς ἐξαιρούμενος.
Χαῖρε, σκέπη καὶ προπύργιον τῶν τιμώντων σε λαμπρῶς·
χαῖρε, ῥύστης καὶ ὑπέρμαχος τῶν ὑμνούντων σε πιστῶς
Χαῖρε, ὅτι ἐκβλύζεις τῶν θαυμάτων τὴν χάριν·
χαῖρε, ὅτι βλυστάνεις χαρισμάτων τὰ ῥεῖθρα.
Χαῖρε, κινδύνων πάντας ῥυόμενος·
χαῖρε, ἡμᾶς ἐκ νόσων λυτρούμενος.
Χαῖρε, ψυχῶν θεραπεύων κακώσεις·
χαῖρε, σαρκὸς ἀπελαύνων ὀδύνας.
Χαίροις, ἄνερ οὐράνιε.

Ω῏ κλεινὲ Μαλαχία, θεῖε Ὁσιομάρτυς, Ὁσίων καὶ Μαρτύρων ἀκρότης (ἐκ γ΄) ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ, μετ᾿ Ἀσωμάτων φαιδρῶς παριστάμενος, μνημόνευε ὡς συμπαθής, πάντων ἡμῶν τῶν ἐκβοώντων· Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον.

Δίστιχον.
Ῥόδου ὁ Ἐπίσκοπος Κύριλλος χαῖρε,
Μαλαχία κράζει σοι καρδίας πόθῳ.

Share: