Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Ακολουθία (Παναγία Σκιαδενή)

ΣΕΠΤΕΜΒΡΙΟΥ Η΄
ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
ΚΑΙ Η ΣΥΝΑΞΙΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΑΥΤΗΣ ΕΙΚΟΝΟΣ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΣΚΙΑΔΕΝΗΣ»

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ι᾿ωακεὶμ καὶ ἡ Ἄννα, πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον· οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζοντες Παρθένον Ἁγνήν.

Ε᾿ξ Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνθρώπων· ἐξ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός, πᾶσαν λύμην ἀγαθότητι.

Καὶ τῆς Εἰκόνος. Ὅμοια.

Δεῦτε φιλέορτοι πάντες, πανηγυρίσωμεν, τῆς Σκιαδενῆς ἐκ πόθου, Παναχράντου Μαρίας, τιμῶντες τὴν Εἰκόνα τὴν εὐαγῆ, καὶ συμφώνως βοήσωμεν· Σκέπε Παρθένε καὶ φρούρει πάντας ἡμᾶς, τοὺς εἰς σὲ πιστῶς ἐλπίζοντας.

Δεῦτε προσδράμωμεν πάντες, τῇ Σκιαδίου Μονῇ, καὶ τῇ πανυπερτίμῳ, τῆς Παρθένου Εἰκόνι, προσπέσωμεν βοῶντες ἀπὸ ψυχῆς· Σκιαδενὴ χαῖρε Πάναγνε, τῶν εὐσεβῶν ἀπροσμάχητος βοηθός, καὶ τῆς Ῥόδου καταφύγιον.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, τοῦ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Γόνος Ἰωακείμ, καὶ Ἄννης ἡ Παρθένος, ἐφάνη τοῖς ἀνθρώποις, τῶν δεσμῶν ἀφιεῖσα, τῆς ἁμαρτίας ἅπαντας.

Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Ο῎ρος ὡς ἀληθῶς, κατάσκιον ἐδείχθη, ἡ στείρωσις τῆς Ἄννης, ἐξ οὗ ἡ σωτηρία, πᾶσι πιστοῖς δεδώρηται.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίρει ἡ σὴ Μονή, ὡς θησαυρὸν πλουτοῦσα, τὴν θείαν σου Εἰκόνα, ἐξ ἧς παρέχεις πᾶσιν, ὦ Σκιαδενὴ τὴν χάριν σου.

Δόξα. Καὶ νῦν. Ὅμοιον

Ι῎ωμεν οἱ πιστοί, δοξάζοντες τὴν Κόρην· ἐτέχθη γὰρ ἐκ στείρας, τὴν στειρωθεῖσαν φύσιν, ἡμῶν ἀνακαινίζουσα.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὰ Ἀπολυτίκια ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς δ΄ καὶ τῆς Ἁγίας Εἰκόνος δ΄.

Ἰδιόμελα τῆς Ἑορτῆς. Ἦχος πλ. β΄. Σεργίου.

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν· ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ. Ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Ὁ αὐτός.

Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀγόνου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τὸν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός· ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθὼν κεκλεισμένην διεφύλαξε· καὶ πάντα σαφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτός, πᾶσι τοῖς ἀνθρώποις, σωτηρίαν ἀπειργάσατο.

Ὁ αὐτός. Στεφάνου Ἁγιοπολίτου.

Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται, καὶ πύλη παρθενικὴ θεία προέρχεται. Σήμερον καρπογονεῖν ἡ χάρις ἀπάρχεται, ἐμφανίζουσα τῷ κόσμῳ Θεοῦ Μητέρα, δι᾿ ἧς τὰ ἐπίγεια τοῖς οὐρανοῖς συνάπτεται, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια· σήμερον ἔπνευσαν αὖραι, σωτηρίας προάγγελοι· ἡ τῆς φύσεως ἡμῶν διαλέλυται στείρωσις· ἡ γὰρ στεῖρα μήτηρ δείκνυται, τῆς παρθενευούσης μετὰ τόκον τοῦ κτίσαντος, δι᾿ ἧς τὸ ἀλλότριον οἰκειοῦται ὁ φύσει Θεός, καὶ τοῖς πλανηθεῖσι διὰ σαρκὸς σωτηρίαν ἀπεργάζεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ Λυτρωτὴς τῶν ψυχῶν ἡμῶν.

Τῆς Εἰκόνος. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Δεῦτε ἐν τῇ φαιδρᾷ ἑορτῇ, τοῦ Γενεσίου τῆς Παρθένου χορεύσωμεν, τιμῶντες ἐν εὐφροσύνῃ, καὶ τὴν Εἰκόνα αὐτῆς, τὴν θαυμάτων αἴγλῃ ἀπαστράπτουσαν, καὶ ταύτῃ προσπέσωμεν, μετὰ δέους κραυγάζοντες· Κόρη Ἁγία, Σκιαδενὴ Θεονύμφευτε, ἐγκαλλώπισμα, Ῥοδονήσου τὸ τίμιον, σκέπε ἀεὶ καὶ φύλαττε, ἐκ πάσης κακώσεως, καὶ πειρασμῶν καὶ κινδύνων, καὶ νοσημάτων καὶ θλίψεων, τὴν Μάνδραν σου ταύτην, καὶ τοὺς πίστει ἀνυμνοῦντας, σὴν θείαν γέννησιν.

Ο῎ντως φωτοειδὴς καὶ τερπνή, ἡ ἑορτὴ τοῦ θαυμαστοῦ Γενεσίου σου, ἐπέστη τῇ Ἐκκλησίᾳ, καὶ συνελθόντες ἡμεῖς, ἐν ἀγαλλιάσει ἑορτάζομεν· πιστῶς δὲ συνάπτοντες, ἐν αὐτῇ τῆς Εἰκόνος σου, τὴν θείαν χάριν, τὰ πολλὰ μεγαλεῖά σου, διηγούμεθα, Σκιαδενὴ ἀνακράζοντες· Χαῖρε Παρθένε Ἄχραντε, ἡ ἄπειρα θαύματα, ὑπὲρ ἡμῶν ἐνεργοῦσα, τῶν εὐλαβῶς προσιόντων σοι· Ἁγνὴ χαῖρε Κόρη, τῶν ἀνθρώπων προστασία, καὶ παραμύθιον.

Πάλαι τοὺς εὐλαβεῖς μοναστάς, ἐν τῇ εὑρέσει τῆς πανσέπτου Εἰκόνος σου, ἐπλήρωσας εὐφροσύνης, καὶ ἀνεκφράστου χαρᾶς, Σκιαδενὴ Παρθένε Παντευλόγητε. Νῦν δὲ ταύτῃ ἅπαντες, μετὰ δέους προσπίπτοντες, τῶν μητρικῶν σου, δωρεῶν τὰ χαρίσματα, κομιζόμεθα, καὶ πιστῶς ἐκβοῶμέν σοι· Χαῖρε Ἁγνὴ Θεόνυμφε, τῆς Ῥόδου τὸ στήριγμα, καὶ καταφύγιον πάντων, τῶν εὐσεβῶν καὶ διάσωσμα. Χριστὸν ἐκδυσώπει, ὡς Υἱόν σου ὑπὲρ πάντων, τῶν ἀνυμνούντων σε.

Ω῞σπερ πειρατικῆς ἀπειλῆς, ἔσωσας πάλαι παραδόξως τὴν Μάνδραν σου, δεόμεθα οὕτω σῷζε, καταδρομῆς τῶν παθῶν, Σκιαδενὴ Παρθένε τοὺς οἰκέτας σου, τοὺς πίστει προστρέχοντας, τῇ ἁγίᾳ Εἰκόνι σου, ἐξ ἧς ἀστράπτει, ἡ οὐράνιος χάρις σου, καταυγάζουσα τὰς ψυχὰς τῶν βοώντων σοι· Χαῖρε Μαρία Πάναγνε, Θεοῦ τὸ κειμήλιον· χαῖρε τῆς Ῥόδου ὁ πύργος, καὶ τῆς Μονῆς σου ἡ ἔπαλξις· Ἁγνὴ χαῖρε Μῆτερ, προμαχὼν καὶ σωτηρία, τῶν ἀνυμνούντων σε.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν· ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ. Ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Καὶ νῦν. Τῆς Ἁγίας Εἰκόνος. Ὁ αὐτός.

Σήμερον ἐν τῇ φαιδρᾷ ἑορτῇ, τοῦ ἐνδόξου Παρθένε Γενεσίου σου, ἐν τῇ ἁγίᾳ Μονῇ σου συνελθόντες, ἐν εὐφροσύνῃ τὸν ὕμνον σοι προσφέρομεν, καὶ τὴν τιμίαν Εἰκόνα σου τιμῶντες, ἐν ἀγαλλιάσει ἀνακράζομεν· Χαίροις Σκιαδενὴ Παναμώμητε, ἡ τῆς θαυμαστῆς ἐμφερείας σου τὸν τύπον, ὡς θησαυρὸν ἡμῖν δωρησαμένη, τῆς μητρικῆς σου ἀγαθότητος· χαίροις Θεομῆτορ Πανύμνητε, ἡ ἐξ αὐτοῦ ἀπαύστως πηγάζουσα, ὡς ἐκ πηγῆς ζωηφόρου, τῶν οἰκτιρμῶν σου τὰ νάματα· χαίροις τῶν Ὀρθοδόξων ἡ σκέπη, καὶ τῶν Ῥοδίων κλέος καὶ κραταίωμα. Ἀλλὰ μὴ παύσῃ ὡς ἀγαθή, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῶν εἰς σὲ τὴν ἐλπίδα θεμένων, καὶ ἀνυμνούντων τὴν θείαν σου γέννησιν.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄, 27-μδ΄, 4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄, 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄. Στεφάνου Ἁγιοπολίτου.

Η῾ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ προπάτωρ, καὶ ἡ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· Ἐτέχθη μοι γάρ φησι λύτρωσις, δι᾿ ἧς ἐκ τῶν δεσμῶν τοῦ Ἅιδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄. Ἀνατολίου.

Τίς ὁ ἦχος τῶν ἑορταζόντων γίνεται; Ἰωακεὶμ καὶ Ἄννα πανηγυρίζουσι μυστικῶς, Συγχάρητε ἡμῖν λέγοντες, Ἀδὰμ καὶ Εὔα σήμερον· ὅτι τοῖς πάλαι παραβάσει κλείσασι Παράδεισον, καρπὸς εὐκλεέστατος ἡμῖν ἐδόθη, ἡ θεόπαις Μαρία, ἀνοίγουσα τούτοις πᾶσι τὴν εἴσοδον.

Ὁ αὐτός.

Η῾ προορισθεῖσα Παντάνασσα, Θεοῦ κατοικητήριον, ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀιδίου οὐσίας τὸ θεῖον τέμενος· δι᾿ ἧς ἰταμὸς Ἅιδης καταπεπάτηται· καὶ παγγενῆ Εὔα ἐν ἀσφαλεῖ ζωῇ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· Μακαρία σὺ ἐν γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας σου εὐλογημένος.

Ἕτερα τῆς Ἁγίας Εἰκόνος. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ Σκιαδίου περίβλεπτος Μονή, καὶ τὴν Ῥοδόνησον πᾶσαν συγκάλεσον, πρὸς ἱερὰν πανήγυριν, τῆς Ἀειπαρθένου Θεοτόκου· ἰδοὺ γὰρ ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί, παραδόξως βλαστήσασα, καὶ Μήτηρ τῶν πάντων Δημιουργοῦ γενομένη, τὴν εὐαγῆ αὐτῆς Εἰκόνα, ὡς ζωηφόρον τῆς χάριτος πηγήν, καὶ σκεῦος νοητὸν ἁγιάσματος, πᾶσι σήμερον προβάλλεται, τοῖς εὐσεβῶς μελῳδοῦσι· Χαῖρε Κεχαριτωμένη, Σκιαδενὴ Παρθένε Θεονύμφευτε, ὁ Κύριος μετὰ σοῦ, ὁ διὰ σοῦ παρέχων ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Ἦχος β΄.

Δεῦτε ἀνυμνήσωμεν πιστοί, τὴν Μητέρα τῆς ζωῆς· δεῦτε ἀσπασώμεθα αὐτῆς, τὴν χαριτόβρυτον Εἰκόνα, ἀπαύστως βλυστάνουσαν ἡμῖν, τῶν ἰαμάτων τὰ νάματα, καὶ ὡς ἐξ ἑνὸς στόματος βοήσωμεν· Θεομῆτορ Σκιαδενὴ Παντευλόγητε, φύλαττε ἀεὶ τὴν Μονήν σου, ἐκ πάσης ἐπιβουλῆς καὶ θλίψεως, καὶ σῷζε τοὺς ἐλπίζοντας εἰς σέ, ταῖς μητρικαῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Ἦχος γ΄.

Θεοτόκε Πανύμνητε, ὡς ξύλον οὐράνιον ζωῆς, τὴν θεαυγῆ σου Εἰκόνα ἀνέδειξας, τῷ πλούτῳ τῆς πρὸς ἡμᾶς προνοίας σου· διὸ ἐν αὐτῇ καταφεύγοντες, ὑπὸ τὴν σκιὰν τῶν κλάδων τῆς χάριτός σου, πνευματικῆς ἀναψυχῆς ἀξιούμεθα, καὶ βοῶμέν σοι ἀπαύστῳ φωνῇ· Χαῖρε Κεχαριτωμένη Σκιαδενή, Κυρία Ἀειπάρθενε, ὁ Κύριος μετὰ σοῦ, ὁ ἐκ σοῦ ἐνανθρωπήσας Θεός, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν,

Δόξα. Ἦχος πλ. δ΄. Σεργίου Ἁγιοπολίτου.

Ε᾿ν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυῒδ σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς, τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις· τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριὴλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἁγίας Εἰκόνος. Ὁ αὐτός.

Δεῦτε σήμερον πιστοί, ἐν Σκιαδίου τῇ περιβλέπτῳ Μονῇ, μετ᾿ εὐφροσύνης δράμωμεν· ἐν ταύτῃ γὰρ ἡ τῆς Θεομήτορος Εἰκών, ὡς ἐν θρόνῳ ἁγίῳ ἐνιδρυμένη, πεποικιλμένη τοῖς πᾶσι καθορᾶται, τῇ αἴγλῃ τῆς ἐν αὐτῇ ἐνοικούσης, πλουσίας τῆς Μητρὸς ἡμῶν χάριτος· καὶ ταύτῃ εὐσεβῶς τὴν τιμήν, ὡς ὁ οὐρανοφάντωρ ἔφη Βασίλειος, μετὰ δέους ἀπονέμοντες, ὡς ἐξ ἑνὸς στόματος εἴπωμεν· Χαῖρε Κεχαριτωμένη Σκιαδενή, ἡ τῇ ἁγίᾳ γεννήσει σου, χαρᾶς τὴν οἰκουμένην πληρώσασα, καὶ ἡμῖν ὡς ἀγαθὴ αἰτουμένη, ἱλασμὸν ἁμαρτιῶν καὶ μέγα ἔλεος.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος δ΄.

Η῾ παγκόσμιος χαρά, ἐκ τῶν Δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ Πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατ᾿ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Δι᾿ Ἀγγέλου προῤῥήσεως, γόνος πάνσεπτος, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης τῶν Δικαίων, σήμερον προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε· κατάρας ἀναίρεσις, εὐλογίας ἡ ἀντίδοσις. Διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Θεοτόκε Ἀειπάρθενε, τῆς ὑπὲρ λόγον καὶ ἔννοιαν δόξης σου, ταῖς θείαις ἐπισκιαζομένη ἐκφάνσεσιν, ἡ σεβασμία Εἰκών σου, τῆς μητρικῆς σου εὐσπλαχνίας τὰ δωρήματα, καὶ τὸν πλοῦτον τῶν μητρικῶν οἰκτιρμῶν σου, διανέμει τοῖς εὐλαβῶς προσπελάζουσιν. Ὅθεν ταύτην σήμερον τιμῶντες, τοῦ Ἀρχαγγέλου σοι τὸν ἀσπασμόν, συμφώνως μελῳδοῦμεν καὶ λέγομεν· Χαῖρε Κεχαριτωμένη Παρθένε, Σκιαδενὴ Ὑπερύμνητε, ὁ Κύριος μετὰ σοῦ, ὁ ἐκ σοῦ ἐνανθρωπήσας Θεός, ὁ παρέχων διὰ σοῦ, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄. Σεργίου Ἁγιοπολίτου.

Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σὺν αὐτῇ ἀνακαινίζεται. Τίκτεται καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται. Ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς Θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικὸς θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.

Καὶ νῦν. Τῆς Ἁγίας Εἰκόνος. Ὁ αὐτός.

Δεῦτε σήμερον πιστοί, τῆς Θεοτόκου τὴν πανένδοξον γέννησιν, ἐν ἀγαλλιάσει ἑορτάσωμεν· σήμερον γὰρ γεννᾶται, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης τῶν Δικαίων, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ διὰ σπλάγχνα οἰκτιρμῶν, τὴν πάντιμον αὐτῆς Εἰκόνα, τοῖς θαύμασι μεγαλύνασα, καὶ κιβωτὸν ἁγιάσματος, ταύτην τῇ Ῥόδῳ ἀναδείξασα. Διὸ καὶ πρὸς αὐτὴν, εὐλαβῶς ἐκβοήσωμεν· Μῆτερ Πανάχραντε Σκιαδενή, τὴν βοήθειάν σου δίδου ἡμῖν, καὶ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.

Τῆς Ἑορτῆς. Ἦχος δ΄.

Η῾ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Τῆς Ἁγίας Εἰκόνος. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

Εἰκών σου ἡ πάντιμος, Μῆτερ Ἁγνὴ Σκιαδενή, τῇ θείᾳ σου χάριτι, ἀρδευομένη ἀεί, πηγὴ ὡς ἀκένωτος, βλύζει τῶν δωρεῶν σου, τὰ σωτήρια ῥεῖθρα, πᾶσι τοῖς προσιοῦσι, καὶ πιστῶς ἐκβοῶσι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Πάλιν τὸ τῆς Ἑορτῆς καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Α᾿ναβόησον Δαυῒδ, τὶ ὤμοσέ σοι ὁ Θεός; ῝Α μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη Βασιλεὺς ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Δεῦτε σήμερον πιστοί, τοῦ Σκιαδίου ἐν Μονῇ, προσελθόντες εὐλαβῶς, τῆς Θεοτόκου Μαριάμ, ἐν κατανύξει προσπέσωμεν τῇ Εἰκόνι· ταύτην γὰρ σεπτόν, ἱλαστήριον, καὶ ἁγιασμοῦ, σκεῦος ἔχομεν, καὶ μυστικὴν τῆς χάριτος λυχνίαν, πάντας φωτίζουσαν ψάλλοντας· Χαῖρε Παρθένε, Ἁγνὴ Μαρία, Ὀρθοδόξων ἡ σκέπη.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ε᾿κ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυῒδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν. Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Σκιαδίου ἡ Μονή, οἷα παράδεισος τερπνός, καθορᾶται ἀληθῶς, ὡς ξύλον ἔχουσα ζωῆς, τὴν σεβασμίαν Εἰκόνα σου Θεοτόκε· ὅθεν ἐν αὐτῇ, καταφεύγοντες, Μῆτερ Σκιαδενή, τῆς γλυκύτητος, τῶν μυστικῶν καρπῶν τῆς χάριτός σου, οἱ εὐσεβεῖς ἀπολαύωμεν, χαῖρε βοῶντες, Ἁγνὴ Παρθένε, προστασία τοῦ κόσμου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.

Α᾿γαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ, ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυῒδ. Ὄντως θαῦμα παράδοξον!

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Η῾ παναγία σου Εἰκών, θαυμαστωθεῖσα, ἐπισκιάσει Σκιαδενή, τῆς χάριτος σου, ἀναδέδεικται σκεῦος τῶν δωρεῶν σου· διό σε ὑμνολογοῦμεν ἀπὸ ψυχῆς, Ναῷ σου συναθροισθέντες ἐν τῷ σεπτῷ, καὶ ἐκ πόθου βοῶμέν σοι· Παρθένε Μῆτερ ἡμᾶς, ἐκ θλίψεων διάσῳζε, πειρασμῶν καὶ κακώσεων.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον, τὸ τῆς Ἑορτῆς.

Ὁ Ν΄. Δόξα.Ταῖς τῆς Θεοτόκου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ἡ στεῖρα Ἄννα, τίκτει Θεόπαιδα, τὴν ἐκ πασῶν τῶν γενεῶν προεκλεχθεῖσαν, εἰς κατοίκησιν τῷ Παμβασιλεῖ, καὶ Κτίστῃ Χριστῷ τῷ Θεῷ, εἰς ἐκπλήρωσιν τῆς θείας οἰκονομίας· δι᾿ ἧς ἀνεπλάσθημεν οἱ γηγενεῖς, καὶ ἀνεκαινίσθημεν ἐκ τῆς φθορᾶς, πρὸς ζωὴν τὴν ἄλληκτον.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα· οἱ Κανόνες τῆς Ἑορτῆς, τοῦ κυρίου Ἰωάννου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, τοῦ κυρίου Ἀνδρέου εἰς στ΄, καὶ τῆς Ἁγίας Εἰκόνος εἰς δ΄.

Ὁ κανὼν τοῦ κυρίου Ἰωάννου.
Ὠιδὴ α΄. Ἦχος β΄. Ὁ Εἱρμός.

Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

Τροπάρια.

Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, Ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν.

Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν.

Η῾ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι᾿ ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως, τῆς εἰς Ἅιδου εὑρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσι.

Ὁ Κανὼν τοῦ κυρίου Ἀνδρέου.
Ἦχος πλ. δ΄. Ὁ Εἰρμός.

Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς Λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.

Τροπάρια.

Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυῒδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ σπέρματος αὐτοῦ, προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ Λυτρωτὴν τοῦ παντός.

Η῾ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ, βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου· πάντες οὖν πιστῶς συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς.

Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ᾿ οὐκ ἄτεκνος Θεῷ· ἤδη γὰρ προώριστο, ἐκ γενεῶν Ἁγνῆς Παρθένου μήτηρ· ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε, Κτίστης ἐν δούλου μορφῇ.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ, μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν, πάντες ἐκ τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν.

Τριαδικόν.

Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναῒδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρί, Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.

Θεοτοκίον.

Τίς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ Ἁγνή.

Ὁ Κανὼν τῆς Ἁγίας Εἰκόνος φέρων Ἀκροστιχίδα ἐν τῷ δ΄ Τροπαρίῳ ἑκάστης ᾠδῆς· «Κυρίλλου».

Ὁ αὐτός. Ἁρματηλάτην Φαραώ.

Η῾ σωματώσασα Πατρὸς τὸν Ἅγιον, Λόγον Παρθένε Ἁγνή, τῷ ἐναγεῖ δίδου, λόγον μοι τοῖς χείλεσιν, ὡς ἂν ἀξίως μέλψω σου, τὴν ἁγίαν Εἰκόνα, ἐξ ἧς θαυμάτων τὰ νάματα, βλύζεις Σκιαδενὴ ὑπὲρ ἔννοιαν.

Α῾γιασθεῖσα θαυμαστῶς Θεόνυμφε, ἡ εὐαγής σου Εἰκών, τῇ ἐπισκιάσει, τῆς ἁγίας δόξης σου, τῶν πίστει προσιόντων σοι, τὰς ψυχὰς ἁγιάζει· διὸ ὑμνοῦμέν σου σήμερον, χάριν Σκιαδενὴ τὴν οὐράνιον.

Ω῞σπερ παράδεισος τερπνὸς καὶ εὔχαρις, ἡ ἱερά σου Μονή, ἀληθῶς ὑπάρχει, Σκιαδενὴ Πανάχραντε, ἐν ᾧ ὡς ῥόδον εὔοσμον, ἡ Εἰκών σου ὁρᾶται, τῇ εὐωδίᾳ τῆς χάριτος, πάντας τοὺς πιστοὺς κατευφραίνουσα.

Κόρη Ἁγία Σκιαδενὴ Μητρόθεε, ἐκ τῆς Εἰκόνος τῆς σῆς, ἀγαθότητός σου, δωρεὰς καρπούμενοι, ᾠδὴν εὐχαριστήριον, ᾄδομέν σοι συμφώνως, χαῖρε βοῶντες Πανύμνητε, πάντων εὐσεβῶν ἡ ἀντίληψις.

Ὠιδὴ γ΄. Ὁ Εἱρμός.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

Τροπάρια.

Α᾿μέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

Ο῾ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον.

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν.

Εἱρμὸς ἄλλος.

Ε᾿στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου.

Τροπάρια.

Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, τεκοῦσαν καὶ Λυτρωτὴν Ἰησοῦν.

Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον, τὸ ἄνθος Χριστὸν βλαστήσασαν.

Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε, δεικνύων Ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ πάντας εὐφραίνει σήμερον.

Α᾿νατραφεῖσα εἰς τὰ Ἅγια τῶν Ἁγίων, Παρθένε Ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην σαρκὶ κυήσασα.

Τριαδικόν.

Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναῒδιον σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν.

Θεοτοκίον.

Τὸν φωτοδότην καὶ ἀρχίζωον τῶν ἀνθρώπων, τεκοῦσα Ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ πύλη τοῦ ἀπροσίτου φωτός.

Τῆς Ἁγίας Εἰκόνος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Τῇ εὐδοκίᾳ σου Ἁγνή, ὥσπερ οὐράνιον δῶρον, ἡ περίφημος ἐκτήσατο Ῥόδος, Σκιαδενὴ Μῆτερ Θεοῦ, τὴν ἱερὰν Εἰκόνα σου, ἐξ ἧς βραβεύεις πᾶσι, τὴν μητρικήν σου συμπάθειαν.

Τῶν πολλαπλῶν σου δωρεῶν, τὰς ὑπὲρ νοῦν διαδόσεις, ἐξ Εἰκόνος σου δεχόμενοι Μῆτερ, Σκιαδενὴ οἱ εὐσεβεῖς, χρεωστικῶς κραυγάζομεν· Χαῖρε Ἁγνὴ ὁ οἶκος, τοῦ μυστικοῦ ἁγιάσματος.

Ω῾ς θαυμαστή σου πρὸς ἡμᾶς, ἡ πρόνοια Θεοτόκε! τὴν Εἰκόνα σου γὰρ πύργον ἰσχύος, ἐδωρήσω Σκιαδενή, ἡμῖν τοῖς ἀγαπῶσί σε, καὶ ἐπικαλουμένων, τὴν κραταιὰν συμμαχίαν σου.

Υ῾πὲρ ἡλίου τὰς αὐγάς, ἡ χάρις σου ἀνατέλλει, Σκιαδενὴ ἐκ τῆς σεπτῆς σου Εἰκόνος, καὶ φωτίζει τὰς ψυχάς, τῶν ἐκ ψυχῆς βοώντων σοι· Χαῖρε τὸ φῶς τοῦ κόσμου, Χριστὸν ἀσπόρως κυήσασα.

Ἡ Ὑπακοή. Ἦχος β΄.

Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε· δι᾿ αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Ὠιδὴ δ΄. Ὁ Εἱρμός.

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

Τροπάρια.

Α᾿νυμνοῦμέν σε Κύριε, τὸν τοῖς πιστοῖς σωτήριον λιμένα, παρασχόντα πᾶσι, τὴν δὲ κυήσασαν.

Σὲ Θεόνυμφε καύχημα, πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος, τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.

Α᾿πειρόγαμε Δέσποινα, ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων, εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Εἱρμὸς ἄλλος.

Α᾿κήκοα Κύριε, τὴν ἀκοὴν σου καὶ ἐφοβήθην· ὅτι ἀῤῥήτῳ βουλῇ, Θεὸς ὢν ἀίδιος, ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς. Δόξα τῇ δόξῃ σου Χριστέ· δόξα τῇ δυνάμει σου.

Τροπάρια.

Τὴν πάνσεπτον γέννησιν τῆς Θεοτόκου, ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦντες πσιτοί, τὸν ἄψευστον, τὸν τῷ Δαυῒδ προομόσαντα καρπόν, ἐκ τῆς ὀσφύος παρασχεῖν, πίστει προσκυνήσωμεν.

Διήνοιξας Κύριε τὴν μήτραν Σάῤῥας, καρπὸν ἐν γήρᾳ, τὸν Ἰσαὰκ παρασχών· ὁ αὐτὸς καὶ σήμερον, τῇ εὐσεβεῖ Ἄννῃ δέδωκας Σωτήρ, ἐκ μήτρας γόνιμον καρπόν, ἄσπιλον Μητέρα τὴν σήν.

Ε᾿πήκουσας Κύριε τῆς προσευχῆς μου, λεγέτω Ἄννα, ἐπαγγελίας καρπὸν, παρασχών μοι σήμερον, τὴν ἐκ πασῶν γενεῶν καὶ γυναικῶν προορισθεῖσαν, εἰς Ἁγνὴν Ἄχραντον Μητέρα σου.

Συγχαίρει σοι σήμερον θεόφρον Ἄννα, ἡ οἰκουμένη· τοῦ Λυτρωτοῦ γὰρ αὐτῆς, τὴν Μητέρα ἤνθησας, τὴν ἐκ ῥίζης βλαστήσασαν Δαυῒδ, δυνάμεως ῥάβδον ἡμῖν, φέρουσαν· τὸ ἄνθος Χριστόν.

Τριαδικόν.

Δοξάζω σε ἄναρχε Τριάς, ἀμέριστε τῇ οὐσίᾳ, χερουβικῶς ἐκβοῶν, τῇ πηλίνῃ γλώσσῃ μου· Ἅγιος, Ἅγιος, Ἅγιος, ὁ ὢν καὶ διαμένων εἰς ἀεί, εἷς Θεὸς ἀΐδιος.

Θεοτοκίον.

Πεπλήρωται Ἄχραντε, τῶν θεηγόρων αἱ προφητεῖαι, ἐν τῇ γεννήσει τῇ σῇ, τῶν πιστῶς καλούντων σε, σκηνὴν καὶ πύλην καὶ ὄρος νοητόν, βάτον καὶ ῥάβδον Ἀαρών, φυεῖσαν ἐκ ῤίζης Δαυΐδ.

Τῆς Ἁγίας Εἰκόνος. Σύ μου ἰσχύς.

Πειρατικῆς, ἐπιβουλῆς πάλαι ἔσωσας, τὴν Μονήν σου, ξενοτρόπως Δέσποινα, ἥτις θαυμάτων σου τῶν φρικτῶν, καθ᾿ ἑκάστην πεῖραν, τῇ χάριτί σου λαμβάνουσα, τὸ κλέος σου κηρύττει, ἀνακράζουσα χαῖρε, ἡ λαμπρά μου προστάτις καὶ ἔφορος.

Α῾γιασμῷ, ἀναφαιρέτῳ ἡγίασας, τῆς σῆς δόξης, τὴν σεπτὴν Εἰκόνα σου, καὶ θαυμαστὴν ταύτην Σκιαδενή, ἐν φρικτοῖς σημείοις, καὶ θαύμασι ἐναπέδειξας, εἰς ἅπασαν τὴν Ῥόδον, ἣν φύλαττε καὶ σκέπε, τῇ στεῤῥᾷ προστασίᾳ σου Ἄχραντε.

Τοῦ Σιλωάμ, ἄλλη πηγὴ ἀναδέδεικται, ἡ Μονή σου, ἔνθα ἐναπόκειται, τῇ εὐδοκίᾳ σου Σκιαδενή, ἡ σεπτὴ Εἰκών σου, ἀρδευομένη σῇ χάριτι, καὶ βλύζουσα ἰάσεις, τοῖς πιστῶς προσιοῦσι, καὶ ὑμνοῦσί σε Κόρη Πανύμνητε.

Ρ῾ῶσιν ἀεί, νέμει καὶ δύναμιν Ἄχραντε, ἡ Εἰκών σου, τοῖς πιστῶς προστρέχουσι, καὶ πρυτανεύει τὰ ἀγαθά, τοῖς ἀναφωνοῦσι, τὸ ὄνομά σου τὸ ἅγιον· αὐτὴν γὰρ σοῦ ἡ χάρις, Σκιαδενὴ Θεομῆτορ, εἰς τερπνὸν ἐξελέξατο σκήνωμα.

Ὠιδὴ ε΄. Ὁ Εἱρμός.

Ο῾ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας, καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας, διὰ τῆς Θεόπαιδος, καταυγάσας τὰς καρδίας, καὶ ἡμᾶς τῷ φωτί σου Χριστὲ καθοδήγησον.

Τροπάρια.

Α᾿νυμνήσωμεν λαοί, τὴν τῶν πάντων αἰτίαν, τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον· ἧς τὸν τύπον ἔχαιρον, ἀξιούμενοι Προφῆται, ἐναργῆ σωτηρίαν ταύτης καρπούμενοι.

Τῆς ἀνίκμου ὁ βλαστός, ῥάβδου τοῦ Ἱερέως, τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν· καὶ νῦν τὴν λαμπρότητα τῶν φυσάντων παραδόξως, δᾳδουχεῖ τὸ ἐκ στείρας πανένδοξον κύημα.

Εἱρμὸς ἄλλος.

Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.

Τροπάρια.

Α῎χραντός σου ἡ γέννησις, Παρθένε Ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄῤῥητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα, Χριστὸν τὸν μόνον Λυτρωτὴν τοῦ Ἀδάμ.

Σήμερον Εὔα λέλυται τῆς καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν Ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.

Δόξα σοι τῷ δοξάσαντι τὴν στείραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.

Τριαδικὸν.

Α῎ναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε, ἄκτιστον, συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί.

Θεοτοκίον.

Γέγονεν ἡ κοιλία σου ἁγία Τράπεζα· ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος, ὡς ἐκ παστοῦ ὤφθη ἐκ σοῦ.

Τῆς Ἁγίας Εἰκόνος. Ἵνα τί με ἀπώσω.

Οἷα εὔσπλαγχνος Μήτηρ, καὶ φιλόστοργος σκέπε ἡμᾶς τὰ τέκνα σου, οἷά περ νοσσία, Σκιαδενὴ Θεοτόκε προστρέχοντας, ὑπὸ τῶν πτερύγων, τῆς προστασίας σου τὴν σκέπην, καὶ τιμῶντας τὴν θείαν Εἰκόνα σου.

Πλήξας πάλαι μαχαίρᾳ, τὴν θείαν Εἰκόνα σου, ἐχθρὸς ὁ βέβηλος, ἔφριξεν ἐκ ταύτης, αἷμα ζῶν κατιδὼν ἐκχεόμενον, καὶ ἀνύμνησέ σου, τὴν ζῶσαν χάριν μετὰ δέους, μεταγνοὺς Σκιαδενὴ Ἀειπάρθενε.

Ε᾿ναργέστερον Κόρη, τῆς κηδεμονίας σου ἡμῖν τὸ μέγεθος, Σκιαδενὴ δεικνύεις· καὶ γὰρ λάμπει πολλάκις σὸν πρόσωπον, ἐν τῇ σῇ Εἰκόνι, ὑπὲρ ἡλίου τὰς ἀκτίνας· ὢ τῶν ξένων Ἁγνὴ μυστηρίων σου!

Ι῾λαστήριον θεῖον, καὶ τῆς προστασίας σου λαμπρὸν τεκμήριον, Σκιαδενὴ ἡ Ῥόδος, τὴν ἁγίαν Εἰκόνα σου ἔχουσα, χαίρει χαρὰν σφόδρα, καὶ τὴν θερμήν σου εὐδοκίᾳ, μεγαλύνει Παρθένε χορεύουσα.

Ὠιδὴ στ΄. Ὁ Εἱρμός.

Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος Ἅιδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.

Τροπάρια.

Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, καὶ ταύτην γενεαῖς γενεῶν ἐκύησαν, εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.

Ε᾿δέξαντο οὐράνιον δῶρον ἀξιόθεον, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, αὐτῶν τῶν Χερουβὶμ ὑπέρφερον ὄχημα, τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Εἱρμὸς ἄλλος.

Ω῾ς ὕδατα θαλάσσης Φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με· ἀλλ᾿ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε.

Τροπάρια.

Υ῾μνοῦμεν τὴν ἁγίαν σου γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε· σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί.

Α῾γίαν τῶν Ἁγίων ὑπάρχουσαν, οἱ σὠφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.

Αἱ στεῖραι καὶ μητέρες χορεύσατε· θαρσεῖτε καὶ σκιρτήσατε ἄγονοι· ἡ ἄτεκνος γὰρ στεῖρα, τὴν Θεοτόκον βλαστάνει· ἥτις λύσει τῶν ὠδίνων τὴν Εὔαν, καὶ τῆς ἀρᾶς τὸν Ἀδάμ.

Α᾿κούω τοῦ Δαυῒδ μελῳδοῦντός σοι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀχθήσονται εἰς ναὸν Βασιλέως· καὶ σὺν αὐτῷ σε κἀγώ, θυγατέρα τοῦ Βασιλέως ὑμνῶ.

Τριαδικόν.

Ε᾿ν σοὶ τὸ τῆς Τριάδος μυστήριον, ὑμνεῖται καὶ δοξάζεται Ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε.Θεοτοκίον.

 

Χρυσοῦν θυμιατήριον γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ Ἁγνή.

Τῆς Ἁγίας Εἰκόνος. Ἱλάσθητί μοι Σωτήρ.

Δοξάζομεν Σκιαδενή, τὴν πρὸς ἡμᾶς σου συμπάθειαν· καὶ γὰρ σου τὴν εὐαγῆ, Εἰκόνα ἀνέδειξας, τῇ σῇ ἀγαθότητι, ζωηφόρον κρήνην, ἰαμάτων Ἀειπάρθενε.

Διὰ φωτὸς Σκιαδενή, τοῖς μονασταῖς ἀπεκάλυψας, Εἰκόνα σου τὴν σεπτήν, ἣν περιπτυσσόμενοι, σὺν δέει οἱ δοῦλοί σου, ἀναπέμπομέν σοι, χαριστήριον τὴν αἴνεσιν.

Προστάτιν σε κραταιάν, καὶ καθηγήτειρα ἔχει σε, ἡ Σκιαδίου Μονή, ἐν ᾗ τεθησαύρισται, Εἰκών σου ἡ πάντιμος, ἐκλάμπουσα πᾶσι, τῷ φωτὶ τῶν θαυμασίων σου.

Λαός σου ὁ εὐσεβής, ὁ ἐν τῇ Ῥόδῳ δοξάζει σε, Πανάχραντε Σκιαδενή· καὶ γὰρ τὴν Εἰκόνα σου, κειμήλιον εὕρατο, δωρεῶν τῶν θείων, τῆς ἀμέτρου εὐσπλαγχνίας σου.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Θησαυρὸν πολύτιμον, τὴν εὐαγῆ σου Εἰκόνα, κεκτημένοι Δέσποινα, χρεωστικῶς σε ὑμνοῦμεν· βρύει γὰρ τῶν ἰαμάτων ἀεὶ τὰ ῥεῖθρα, χάριτος τὰς σωτηρίους δόσεις παρέχει, Σκιαδενὴ Εὐλογημένη, τοῖς προσιοῦσι μετ᾿ εὐλαβείας αὐτῇ.

Ἕτερον τῆς Ἑορτῆς. Ἦχος δ΄. Αὐτόμελον.

Ι᾿ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ὁ Οἶκος.

Η῾ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως, Ἰωακεὶμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαρᾶς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μηνολόγιον.

Τῇ Η΄ τοῦ αὐτοῦ μηνός (Σεπτεμβρίου) τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Στίχοι.
Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας,
Μήτηρ ἕως ἂν σὺ γένηται θυγάτηρ.
Ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα.

Συναξάριον.

Η῟ς ὁ πατὴρ Ἰωακεὶμ ἐκ βασιλικῆς φυλῆς εἷλκε τὸ γένος. Οὗτος, εἰ καὶ διπλᾶ τὰ δῶρα αὑτοῦ τῷ Θεῷ προσέφερεν ὡς φιλόθεος καὶ πλούσιος, ἀλλὰ τὴν ἀπαιδίαν ὠνειδίζετο. Ἐπὶ τούτῳ δηχθεὶς τὴν καρδίαν, αὐτὸς μὲν ἐν τῷ ὄρει, ἡ δὲ τούτου σύνευνος Ἄννα ἐν τῷ παραδείσῳ, δάκρυσι τὸν Θεὸν ἱκέτευον. ῝Ος καὶ παρέσχεν αὐτοῖς καρπὸν κοιλίας ἅγιον, τὴν Ὑπεραγίαν Θεοτόκον. Ἵνα δὲ καὶ τῆς Ἄννης ἐξ ἑκατέρων τῶν μερῶν ἴδωμεν τὰ γνωρίσματα, τὸ ἀκριβὲς διηγήσομαι.

Εἰκοστὸς τρίτος ἀπὸ γένους Δαυῒδ καὶ Σολομῶντος εὑρίσκεται ὁ Ματθάν, ὃς ἔγημε Μαρίαν ἐκ τῆς Ἰούδα φυλῆς, καὶ ἐγέννησεν Ἰακώβ, τὸν πατέρα Ἰωσὴφ τοῦ τέκτονος, καὶ θυγατέρες τρεῖς, Μαρίαν, Σωβὴν καὶ Ἄνναν. Καὶ ἡ μὲν Μαρία γεννᾷ Σαλώμην τὴν μαῖαν· ἡ δὲ Σωβὴ γεννᾷ τὴν Ἐλισάβετ· ἡ δὲ γεννᾷ τὴν Θεοτόκον· ὡς εἶναι τὴν Θεοτόκον ἐγγόνην Ματθὰν καὶ Μαρίας τῆς γυναικὸς αὐτοῦ· τὴν δὲ Ἐλισάβετ καὶ τὴν Σαλώμην, ἀνεψιὰς μὲν τῆς Ἄννης, ἐξαδέλφης δὲ τῆς Θεοτόκου.

Τῇ αὐτῇ ἡμέρα ἡ Σύναξις τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Σκιαδενῆς», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ ἐν Ῥόδῳ φερωνύμῳ Μονῇ.

Στίχοι.
Ἐκ σῆς Εἰκόνος προϊοῦσα ἡ χάρις,
Ψυχὰς σκιάζει τῶν ὑμνούντων σε Κόρη.

Αὕτη ἡ σεβασμία καὶ πανυπέρτιμος Εἰκών τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας ἀπεκαλύφθη τρισὶν ἐναρέτοις Μοναχοῖς, οἵτινες τὸν ἀσκητικὸν μετερχόμενοι βίον ἐν τόπῳ καλουμένῳ «Ἀσκηταγρῷ», ἑώρων ἐν νυκτὶ φῶς ἄνωθεν κατερχόμενον καὶ ἱστάμενον ἐν τῷ τόπῳ ἔνθα νῦν εὕρηται ἡ τοῦ Σκιαδίου ἁγία Μονή, ἐν ᾧ ἐλθόντες εὗρον τὴν τιμίαν ταύτην τῆς Θεομήτορος Εἰκόνα, ἣν καὶ κρατήσαντες μετὰ χαρᾶς καὶ πνευματικῆς ἀγαλλιάσεως μετέφερον καὶ κατέθεσαν ἐν τῷ ἀσκητηρίῳ αὐτῶν. Ἀλλὰ τὴν ἐπιοῦσαν ἡ ἁγία Εἰκὼν ἐπέστρεψε πάλιν παραδόξως ἐν τῷ τόπῳ ἔνθα εὑρέθη, ὅπερ τρισσάκις ἐπανελήφθη, διὸ καὶ οἱ εὐλαβεῖς οὗτοι μονάζοντες οἰκοδομήσαντες ἐκεῖ ναὸν ἐνίδρυσαν ἐν αὐτῷ τὴν ἀποκαλυφθεῖσαν αὐτοῖς θαυμασίαν αὐτῆς Εἰκόνα, ἐν ᾧ ὑπάρχει ἄχρι τῆς σήμερον θαύματα ἐκβλύζουσα τοῖς μετὰ πίστεως προσερχομένοις καὶ μεγάλως, οὐχὶ μόνον ἐκ τῶν γηγενῶν, ἀλλὰ καὶ τῶν κατοίκων τῶν πέριξ νήσων τιμωμένη. Καλεῖται δὲ Σκιαδενὴ ἐκ τοῦ ὀνόματος τῆς Ἱερᾶς Μονῆς, ἥτις Σκιάδιον παρὰ τῶν ἐντοπίων ὀνομάζεται ὡς τόπος τυγχάνων σκιερός λόγῳ τῆς κλιτύος τοῦ ἄνωθεν αὐτῆς κειμένου ὄρους, ὅπερ κεῖται κατ᾿ ἀνατολάς ἢ κατ᾿ ἄλλους, ἐκ τοῦ σχήματος τῆς κορυφῆς τοῦ ὄρους, ὁμοιάζοντος σκιαδίῳ τοῖς ὀφθαλμοῖς τῶν ὁρώντων.

Ταύτην οὖν τὴν σεβασμίαν Εἰκόνα, εἰσελθὼν ποτὲ ἀσεβής τις Ὀθωμανὸς προπετῶς ἐν τῷ ναῷ, ἔπληξεν διὰ μαχαίρας, ἐμπήξας αὐτὴν ἐν τῷ προσώπω τῆς Θεομήτορος, καὶ εὐθὺς ἔῤῥευσεν ἐκ τῆς σχηματισθείσης οὕτω πληγῆς αἷμα ζῶν, ὅπερ θαυμάσιον ἰδὼν ὁ ἀλλόθρησκος ἐκεῖνος ἀνὴρ καὶ ἔντρομος γενόμενος, μεταμεληθείς, ἠσπάσατο μετὰ δέους τὴν ἱερὰν Εἰκόνα καὶ ἐδωρήσατο κτήματα πολλὰ τῇ Ἱερᾷ Μονῇ εἰς ἔνδειξιν μετανοίας καὶ εὐλαβείας πρὸς τὴν Ὑπεραγίαν Θεοτόκον.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι αὐτάδελφοι Ῥοῦφος καὶ Ῥουφιανός, ξίφει τελειοῦνται.

Στίχοι.
Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει,
Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Σεβῆρος ξίφει τελειοῦται.

Στίχοι.
Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος,
Σεβῆρος εἶπε· καὶ πρὸς με τὸ ξίφος;

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀρτεμίδωρος πυρὶ τελειοῦται.

Στίχοι.
Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει,
Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει.

Ταῖς τῆς Παναχράντου σου Μητρὸς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ΄. Ὁ Εἱρμός.

Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφη σε Θεόνυμφε· τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρὶ πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τροπάρια.

Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν, ὁ νομοθέτης εἴργετο κατανοεῖν, τὸ μέγα Πάνσεμνε μυστήριον, μὴ φρονεῖν χαμαίζηλα, συμβολικῶς παιδευόμενός ποτε· διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ο῎ρος καὶ πύλην οὐράνιον, καὶ νοητήν σε κλίμακα θεοπρεπῶς, χορὸς ὁ θεῖος προηγόρευσε· ἐκ σοῦ γὰρ λίθος τέτμηται, οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην, δι᾿ ἧς διῆλθε Κύριος, τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εἱρμὸς ἄλλος.

Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων.

Τροπάρια.

Ε῾ορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας· δι᾿ ἧς ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη· Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι᾿ ἧς τὸ κατάκριμα, τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.

Ο῾ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει, καὶ βοῶσιν ἐν Πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.

Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.

Τριαδικόν.

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν μονάδι Θεότητος, Τριάδα Παναγίαν, ἀχώριστον, ἄκτιστον, καὶ συναῒδιον καὶ ὁμοούσιον.

Θεοτοκίον.

Σὺ Θεὸν μόνη ἔτεκες, Παρθένε μετὰ τόκον· σὺ τὴν φύσιν ἐκαίνισας, τῷ τόκῳ σου Μαρία· σὺ τὴν Εὔαν ἔλυσας, τῆς πρωτογόνου ἀρᾶς, Θεογεννῆτορ Ἁγνή.

Τῆς Ἁγίας Εἰκόνος. Παῖδες Ἑβραίων.

Πᾶσα πνοή σε μακαρίζει, Σκιαδενὴ Εὐλογημένη Θεοτόκε· ἐξ Εἰκόνος τῆς σῆς, ἀφθόνως γὰρ ἐκβλύζεις, τὰ ῥεῖθρα τῶν ἰάσεων, εὐσεβῶν εἰς σωτηρίαν.

Ρ῾όδον καθάπερ πανευῶδες, εὐωδίᾳ τῶν μεγίστων δωρεῶν σου, Σκιαδενὴ τὰς ψυχάς, τῶν πόθῳ προσιόντων, Εἰκών σου ἡ πανσέβαστος, μυστικῶς ἀρωματίζει.

Ταύτην Παρθένε τὴν Μονήν σου, τῇ Εἰκόνι σου ἐνθέως καυχωμένη, ἐκ παντοίας ἐχθρῶν, ἐπιβουλῆς καὶ βλάβης, καὶ πειρασμῶν διάσῳζε, τῇ θερμῇ σου προστασίᾳ σου.

Λύτρωσαι πάντας Θεοτόκε, τοὺς προστρέχοντας Μονῇ σου τῇ ἁγίᾳ, καὶ τιμῶντας τὴν σήν, ὑπέρτιμον Εἰκόνα, ἐξ ἀδοκήτων θλίψεων, καὶ κινδύνων πολυτρόπων.

Ὠιδὴ η΄. Ὁ Εἱρμός.

Ε᾿ν τῇ καμίνῳ τῇ τῶν Παίδων, προαπεικόνισας ποτέ, τὴν σὴν Μητέρα Κύριε· ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο, ἀφλέκτως ἐμβατεύοντος· ἣν ὑμνοῦμεν ἐμφανισθεῖσαν, διὰ σοῦ τοῖς πέρασι σήμερον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς, ἡ προορισθεῖσα σκηνή, τοῦ εἶναι νῦν ἀπάρχεται, τεξομένη Λόγον ἡμῖν παχύτητι, σαρκὸς ἐμφανιζόμενον· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Η῾ τῆς στειρώσεως μεταβολή, τὴν κοσμικὴν τῶν ἀγαθῶν, διέλυσε στείρωσιν, καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε, βροτοῖς ἐπιδημήσαντα· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος.

Ο῾ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Ο῾ ποιήσας παράδοξα, τῇ στειρωθείσῃ γαστρί, ὁ ἀνοίξας Ἄννης ἄγονον μήτραν, καὶ ακρπὸν αὐτῇ δούς, σὺ Θεὸς ἅγιος, σὺ Υἱὸς τῆς Παρθένου, σὺ ἐκ ταύτης σάρκα προσελάβου, τῆς ἀειθαλοῦς Παρθένου καὶ Θεοτόκου.

Ο῾ σφραγίζων τὴν ἄβυσσον, καὶ ἐξανοίγων αὐτήν, ὁ ἀνάγων ὕδωρ ἐν ταῖς νεφέλαις, καὶ διδοὺς ὑετόν, σὺ ὁ δοὺς Κύριε, ῥίζης ἐκ τῆς ἀκάρπου ἐξανθῆσαι, Ἄννης τῆς Ἁγίας, ἄχραντον καρπόν, τὴν ῥάβδον τὴν Θεοτόκον.

Σὺ ὁ λύσας τὰ ἄλυτα, τῆς ἀπαιδίας δεσμά· σὺ ὁ δοὺς τῇ στεῖρα γόνιμον τόκον, καὶ καρπὸν εὐκλεῆ, ἧς Υἱὸς γέγονας, καὶ βλαστὸς ἀνεφύης· ἣν Μητέρα ἔσχες κατὰ σάρκα, ἐν τῇ πρὸς ἡμᾶς Οἰκτίρμον ἐπιδημίᾳ.

Γεωργὲ τῶν φρενῶν ἡμῶν, καὶ φυτουργὲ τῶν ψυχῶν, σὺ ὁ ἄκαρπον γῆν, εὔκαρπον δείξας· σὺ τὴν πάλαι ξηράν, γόνιμον εὔσταχυν, ἄρουραν καρποφόρον ἀπειργάσω, Ἄννα τὴν Ἁγίαν, ἄχραντον καρπὸν ἀνθῆσαι τὴν Θεοτόκον.

Τριαδικόν.

Ω῍ Τριὰς ὑπερούσιε, μονὰς συνάναρχε, σὲ ὑμνεῖ καὶ τρέμει, πληθὺς Ἀγγέλων, οὐρανὸς καὶ ἡ γῆ, ἄβυσσοι φρίττουσιν, ἄνθρωποι εὐλογοῦσι, πῦρ δουλεύει, πάντα ὑπακούει, σοὶ Τριὰς Ἁγία, φόβῳ τὰ ἐν τῇ κτίσει.

Θεοτοκίον.

Ω῍ καινότατον ἄκουσμα! Θεὸς Υἱὸς γυναικός, καὶ ἀσπόρου τόκου, ἄνανδρος Μήτηρ, καὶ Θεὸς τὸ τεχθέν· ὢ φρικτὸν θέαμα! ὢ συλλήψεως ξένης, τῆς Παρθένου! ὢ ἀφράστου τόκου· ὄντως ὑπὲρ νοῦν τὰ πάντα καὶ θεωρίαν.

Τῆς Ἁγίας Εἰκόνος. Τὸν ἄναρχον Βασιλέα.

Τὴν πάντιμον τῆς Παρθένου Εἰκόνα, τιμήσωμεν οἱ πιστοὶ ἐκβοῶντες· Παρθένε Σκιαδενή, ὑπὲρ ἡμῶν μὴ παύσῃ, Χριστὸν ἐκδυσωποῦσα.

Κειμήλιον ὡς εὐῶδες πλουτοῦσα, Εἰκόνα σου τὴν σεπτὴν ἡ Μονή σου, Μαρία Σκιαδενή, τὸ Χαῖρε μετὰ δέους, βοᾷ σοι ἀσιγήτως.

Νοσοῦσι τὴν θεραπείαν παρέχει, ἡ χάρις σου Σκιαδενὴ Θεομῆτορ, Εἰκόνος ἐκ τῆς σῆς, πηγῆς ὡς ἐξ ἁγίας, ἀφθόνως προϊοῦσα.

Ο῾δήγησον πρὸς ὁδὸν σωτηρίας, προνοίας σου κραταιᾷ βακτηρίᾳ, ἡμᾶς ὦ Σκιαδενή, τοὺς περιπτυσσομένους, τὴν θείαν σου Εἰκόνα.

Ὠιδὴ θ΄. Ὁ Εἱρμός.

Η῾ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, Εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.

Τροπάρια.

Ο῾ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσιν χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ Ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν.

Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεόν, αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Εἱρμός ἄλλος.

Α᾿λλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιῒα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.

Τροπάρια.

Ε᾿πάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.

Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία· φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυῒδ, ἐν σοὶ Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ.

Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα, καρπὸν τῇ πρῴην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος.

Ε᾿βλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ᾿ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος· διό σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.

Τριαδικόν.

Α᾿λλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτοῦ.

Θεοτοκίον.

Ε᾿χώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω Θρόνοι· αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῆς Ἁγίας Εἰκόνος. Ἐξέστη ἐπὶ τούτῳ.

Τιμῶντες τῆς Μορφῆς σου τῆς θεαυγοῦς, Σκιαδενὴ χαρακτῆρα τὸν τίμιον, οἱ εὐσεβεῖς, καὶ ἀνευφημοῦντες χρεωστικῶς, τὰ πλήθη τῶν σημείων σου, κράζομεν Παρθένε ἱκετικῶς· Μὴ παύσῃ τῷ Υἱῷ σου, προσάγουσα δεήσεις, ὑπὲρ ἡμῶν τῶν ἀγαπώντων σε.

Ε᾿κλάμπουσα ἡλίου δίκην ἀεί, μυστικῶς ἐκ τῆς θείας Εἰκόνος σου, ἡ φωταυγής, χάρις τῶν θαυμάτων σου Σκιαδενή, φαιδρύνει τοὺς οἰκέτας σου, τοὺς ἀναβοῶντάς σοι ἐκ ψυχῆς· Ἁγνὴ Παρθένε χαῖρε, ἀνθρώπων σωτηρία, καὶ τῶν Ἀγγέλων ἀγαλλίαμα.

Η῾ ὄψις σου γλυκεῖα καὶ ἱλαρά, καθορᾶται τῇ θείᾳ Εἰκόνι σου, πνευματικῆς, εὐφροσύνης Πάναγνε Σκιαδενή, πληροῦσα τοὺς οἰκέτας σου, τοὺς προσερχομένους τῇ σῇ Μονῇ· οἷς δίδου σωτηρίαν, πρεσβείαις μητρικαῖς σου, πρὸς τὸν ἐκ σοῦ ἐνανθρωπήσαντα.

Υ῾πέραγνε Παρθένε Μῆτερ Θεοῦ, Σκιαδενὴ Θεοτόκε Πανύμνητε, ὡς εὐμενής, δέχου τῶν ἀθλίων σου οἰκετῶν, τὰ ἐξ ἀγάπης ᾄσματα, καὶ τὴν ὑμνῳδίαν τὴν ταπεινὴν, αὐτοῖς δωροφοροῦσα, τῆς ἀντιλήψεως σου, δι᾿ εὐσπλαγχνίαν τὰ χαρίσματα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Α᾿γάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία· ἐν ᾗ καὶ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.

Ἕτερον τῆς Ἑορτῆς. Ὅμοιον.

Α᾿δὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι· Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις· κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.

Ἕτερον τῆς Ἁγίας Εἰκόνος. Ὅμοιον.

Ο᾿χύρωμα ἀκλόνητον, καὶ τεῖχος ἀπροσμάχητον, γαλήνης θεῖον λιμένα, καὶ κιβωτὸν σωτηρίας, τὴν ἱερὰν Εἰκόνα σου, ὦ Σκιαδενὴ κατέχοντες, χαρᾶς πολλῆς πληρούμεθα, καὶ ᾄδομεν ἐκ καρδίας, τῇ θείᾳ δόξῃ σου αἶνον.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄ καὶ τῆς Ἁγίας Εἰκόνος γ΄, τὰ κάτωθι.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται· ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος· οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὄρος, διὰ σοῦ ἡμῖν δεδώρηται.

Ω῍ τοῦ παραδόξου θαύματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ Παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσιν, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Ἕτερα τῆς Ἁγίας Εἰκόνος. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις οἱ χοϊκοὶ στόμασιν, ἀσπασώμεθά σου τὴν Εἰκόνα; ταύτην γὰρ πλουσίως ἡ χάρις σου, πλούτῳ Σκιαδενὴ ἐπεσκίασε, τῆς περὶ ἡμᾶς σου εὐσπλαγχνίας, καὶ κρήνην, τοῖς προσιοῦσι μετὰ πίστεως, Παρθένε, τῶν δωρεῶν σου ἀπειργάσατο, ἐξ ἧς ἀεὶ ἀπαντλοῦντες, ὕδωρ ζωηφόρον, εὐφραινόμεθα μυστικῶς, καὶ πόθῳ ὑμνοῦμέν σε, ὡς Θεοῦ Μητέρα ἄχραντον.

Ποίοις οἱ ἐναγεῖς χείλεσιν, προσπτυξώμεθά σου τὴν Εἰκόνα; ταύτην γὰρ ἐχέγγυον δέδωκας, καὶ στηλογραφίαν οὐράνιον, τῆς περὶ ἡμᾶς σου προμηθείας· διό περ, ἐν τῇ Μονῇ σου καταφεύγοντες, ᾠδαῖς σε χαριστηρίοις μακαρίζομεν, χαῖρε ἐκ πόθου βοῶντες, Ἄχραντε Παρθένε, Ὑπερύμνητε Σκιαδενή, τῆς Ῥόδου τὸ καύχημα, καὶ πιστῶν θερμὴ ἀντίληψις.

Ποίοις οἱ εὐτελεῖς ὄμμασιν, ἐποψώμεθά σου τὴν Εἰκόνα; ὅτι τῆς λαμπρᾶς προστασίας σου, ἐξ αὐτῆς τὸ φῶς τὸ ἀνέσπερον, Σκιαδενὴ Παρθένε ἀνατέλλεις, τὸ σκότος, τῶν πειρασμῶν ἀποδιώκουσα, καὶ νύκτα, τῶν δυσχερῶν διασκεδάζουσα, καὶ καταυγάζουσα πάντας, τοὺς τὰ θαύματά σου, ἀνυμνοῦντας χρεωστικῶς, δι᾿ ὧν ἀεὶ δείκνυσαι, εὐεργέτις τῶν καλούντων σε.

Δόξα. Ἦχος πλ. β΄.

Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ Μεγάλου· μόνη, καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἁγίας Εἰκόνος. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Θεοτόκε Παρθένε; τίς μὴ θαυμάσει καὶ δοξάσει, τὰ μεγαλεῖα τῆς Εἰκόνος σου; ἐκ αὐτῆς γὰρ ὡς ἐκ πηγῆς, τῆς χάριτός σου τὰ ῥεῖθρα ἀναβλύζουσα, εὐεργετεῖς πολυειδῶς καὶ πολυτρόπως, τοὺς ἐπικαλουμένους ἐκ ψυχῆς, τὴν μητρικήν σου ἀντίληψιν. Διὸ ἐν τῇ Μονῇ σου συνελθόντες, εὐχαρίστως σε ἀνυμνοῦμεν, καὶ ἐκ πόθου ἱκετεύομεν· Μῆτερ Κυρία Σκιαδενή, τὴν σὴν βοήθειαν δίδου ἡμῖν, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τά συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Ἑορτῆς.

Κοινωνικόν.

Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Μεγαλυνάρια.

Χαίροις Θεονύμφευτε Σκιαδενή, καύχημα τῆς Ῥόδου, καὶ προπύργιον κραταιόν· χαίροις προστασία, τῶν ἐπικαλουμένων, τὴν θαυμαστήν σου χάριν, ἐν περιστάσεσι.

Σκέπε τὴν Μονήν σου τὴν ἱεράν, ἀπὸ δυσπραγίας, καὶ κινδύνων ἐπιβουλῆς, καὶ δίδου ἀπαύστως, τῆς μητρικῆς στοργῆς σου, ὦ Σκιαδενὴ τὴν χάριν, τοῖς προσιοῦσί σοι.

Στίχοι.
Κύριλλος τῆς σῆς σεβασμίας Εἰκόνος,
Ἄιδει Σκιαδενή, τὴν οὐράνιον χάριν.

 

 

Share: