Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Κανών (Κύριλλος ο Λούκαρις)


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ
ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Α᾿λεξανδρείας ὁ σοφὸς ἀρχιθύτης, Βασιλευούσης ὁ λαμπρὸς κυβερνήτης, Πατριαρχῶν ὦ Κύριλλε, ἡ θεία καλλονή, ἀρετῶν κοσμούμενος, μυστικῇ εὐκοσμίᾳ, τοῦ Χριστοῦ τοῖς στίγμασιν, ἱερῶς ἐλαμπρύνθης· ὃν ἐκδυσώπει Πάτερ ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χριστοῦ παραστάδος ἀξιωθείς, ὡς Ἱερομάρτυς, Πάτερ Κύριλλε εὐκλεής, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Θεὸν μεγαλύνας ἐπὶ τῆς γῆς, ταῖς ποιμαντικαῖς σου, Πάτερ Κύριλλε ἀρεταῖς, αὐτὸν μὴ ἐλλίπῃς ἱκετεύων, ἵνα ῥυσθῶμεν παθῶν τῆς χειρώσεως.

Τρυφῆς κοινωνήσας τῆς θεϊκῆς, ὡς ἐν πατριάρχαις, Μάρτυς Κύριλλε εὐκλεής, πρεσβεύων μὴ παύσῃ τοῦ δοθῆναι, παραπτωμάτων ἡμῖν τὴν συγχώρησιν.

Θεοτοκίον.

Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.

Ὠιδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ε᾿κκλησίας ἐδείχθης, Ἀρχιερεὺς πάνσοφος, καὶ περικλεὴς Ἀθλοφόρος, τοῦ Παντοκράτορος, στῦλος τῆς πίστεως, καὶ Ὀρθοδόξων προστάτης· διὰ τοῦτο πάντες σε, τιμῶμεν Κύριλλε.

Τὸν Χριστὸν ἀγαπήσας, ἀπὸ παιδὸς Κύριλλε, τοῦ Εὐαγγελίου τῷ λόγῳ, σαυτὸν ἐῤῥύθμισας· ὅθεν ἀξίωσον, ἔνθεον βίον ἀνύειν, τοὺς ἀνευφημοῦντάς σου, τὰ προτερήματα.

Οὐρανῶν βασιλείας, ἀξιωθεὶς Κύριλλε, οἷα μιμητὴς τοῦ Δεσπότου, θεομακάριστος, ἡμᾶς δεόμεθα, τοὺς ἐπὶ γῆς σε τιμῶντας, ἀπὸ πάσης λύτρωσαι, νόσου καὶ θλίψεως.

Θεοτοκίον.

Υ῾περύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.

Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.

Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Λαοῦ τοῦ πιστοῦ, ἀξίως προϊστάμενος, Μαρτύρων τιμῆς, καὶ δόξης κατηξίωσαι· διὰ τοῦτο πρέσβευε, τῷ Δεσπότῃ ἔνδοξε Κύριλλε, ἵνα ἐχθρῶν ῥυσθῶμεν ἀπειλῆς, οἱ ὕμνον κροτοῦντες σοὶ ἐπάξιον.

Ὠιδὴ δ’. Εἰσακήκοα Κύριε.

Τῆς σοφίας δεξάμενος, Κύριλλε τὴν ἔλλαμψιν ἐν καρδίᾳ σου, ὡς φωστὴρ ἐν στερεώματι, τῷ τῆς Ἐκκλησίας ἐξανέτειλας.

Εἰρηναῖον καὶ ἄλυπον, βίον ἐν σεμνότητι καταξίωσον, διανύειν ἡμᾶς Κύριλλε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Σηπεδόνας τοῦ σώματος, καὶ ψυχῆς νοσήματα τῶν τιμώντων σε, χειρουργίᾳ τῆς σῆς χάριτος, ἴασαι τελείως Πάτερ Κύριλλε.

Θεοτοκίον.

Ρ῾υπωθέντα τοῖς πταίσμασι, ῥείθροις με ἀπόπλυνον τῆς σῆς χάριτος, ἵνα Μῆτερ Ἀειπάρθενε, τόκον σου δοξάζω τὸν ἀμόλυντον.

Ὠιδὴ ε΄. Φώτισον ἡμᾶς.

Στῦλος ἀῤῥαγής, εὐσεβείας ἀναδέδειξαι, Πάτερ Κύριλλε ἐν βίῳ σου παντί, ὑπὲρ ταύτης σθεναρῶς ἀγωνισάμενος.

Φώτισον ἡμῶν, τῶν πιστῶν τρισμάκαρ Κύριλλε, τὰς καρδίας τῇ φαιδρᾷ μαρμαρυγῇ, τῆς δοθείσης σοι ὑψόθεν θείας χάριτος.

Νεῦσον συμπαθῶς, ταῖς λιταῖς τῶν προσιόντων σοι, Πάτερ Κύριλλε λυτρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.

Θεοτοκίον.

Ι῎δε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.

Ὠιδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Υ῾ψώμασιν ὀρθοδόξοις Κύριλλε, ὡς σοφὸς Ἀρχιερεὺς διαπρέπων, ἐν διδαχαῖς σου τρισμάκαρ καὶ ἔργοις, τῶν κακοδόξων καθεῖλες τὸ φρύαγμα, καὶ ἐστερέωσας τοῦ σοῦ, θεολέκτου ποιμνίου τὸ φρόνημα.

Ε᾿πάκουσον θεομάκαρ Κύριλλε, τῆς δεήσεως ἡμῶν Πάτερ ταύτης, καὶ τυραννίδος παθῶν ἀκαθέκτων, δεῦρο ἡμᾶς ἀπαλλάττων βοῶντάς σοι· Πατριαρχῶν χαίροις κανών, καὶ Μαρτύρων τερπνὸν ἐγκαλλώπισμα.

Προστρέχομεν, εὐσεβῶς σοι Κύριλλε, καὶ βοῶμέν σοι ἐκ βάθους καρδίας· Ἱερομάρτυς Χριστοῦ βακτηρίᾳ, τῆς ἀληθῶς κραταιᾶς προστασίας σου, πρὸς σωτηρίου τὴν νομήν, τοὺς εἰς σὲ ἀφορῶντας ὁδήγησον.

Θεοτοκίον.

Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς χάριτος τὸ φῶς, τῇ ζοφώδῃ ψυχῇ μου ἀνάτειλον.

Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.

Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ι῾εραρχίας κοσμήσας τὸ ἔνδυμα, τοῦ μαρτυρίου σου Πάτερ τοῖς στίγμασι, Χριστὸς ὁ Θεός σε ἐδόξασεν, ὃν παῤῥησίᾳ ἱκέτευε Κύριλλε, σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Προκείμενον. Ἦχος δ΄.

Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι’ 16)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

῾Ο Ν΄. Δόξα. Ταῖς τοῦ ῾Ιεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον οὐρανόφρονα, δι̉ ἀρετῆς κεκτημένος, Ἱεράρχης γέγονας, Ἐκκλησίας ὅσιος, παμμακάριστε· ὡς δὲ χρηστότατος, ποιμὴν Ὀρθοδόξων, τοῦ ποιμνίου προϊστάμενος, πρὸς τὸ μαρτύριον, ἐν ἀγαλλιάσει ἐχώρησας, καὶ φρύαγμα ἐπάτησας, τῶν ἐχθρῶν τῆς πίστεως Κύριλλε. Ὅθεν τοὺς ὑμνοῦντας, τοὺς ἄθλους καὶ ἀγῶνάς σου πιστῶς, τῆς προστασίας σου πάντοτε, δίδου τὰ γνωρίσματα.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠιδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Μαρτυρίου τὸν δρόμον, διανύσας προθύμως, ὁ θεοφόρος ποιμήν, τὴν μάνδραν ἐν ὑψίστοις, ἐπέβης τῶν Μαρτύρων, ἔνθα νῦν ἀγαλλόμενος, μὴ διαλλίπῃς ἡμῶν, Κύριλλε μνημονεύων.

Ε῎χοντές σε ἐν βίῳ, ἀληθῆ παραστάτην, σπεύδομεν Πάτερ σοφέ, πρεσβείας σου ἁγίας, τῇ κραταιᾷ δυνάμει, ἱκετεύοντες Κύριλλε· Ἄνωθεν σκέπε ἡμᾶς, Ἅγιε καὶ εὐλόγει.

Ι῾ερῶν σου λειψάνων, τὴν μυρίπνοον θήκην, ὡς θησαυρὸν τιμαλφῆ, Μονὴ τῆς Ἀγκαράθου, ἐν κόλποις κεκτημένη, ἐπαγάλλεται Κύριλλε· αὐτὴν οὖν φρούρει ἀεί, καὶ φύλαττε εὐχαῖς σου.

Θεοτοκίον.

Λυτρωτὴν τοῖς ἀνθρώποις, ὑπὲρ φύσιν Παρθένε, ἀπογεννήσασα, παθῶν τῆς τυραννίδος, εὐσπλάγχνως λύτρωσαί με, ἵνα πίστει κραυγάζω σοι· Χαῖρε Μαρία Ἁγνή, Κυρία τῶν Ἀγγέλων.

Ὠιδὴ η΄. Τὸν Βασιλέα.

Τῆς Ἀγκαράθου, ἀγαλλιᾶται ἡ Μάνδρα, Πάτερ Κύριλλε κατέχουσα ἐν κόλποις, τῶν ἡγιασμένων, λειψάνων σου τὴν θήκην.

Θεῖος προστάτης, γενοῦ καὶ ἄγρυπνος φύλαξ, τοῖς προστρέχουσι τῇ θείᾳ σου πρεσβείᾳ, Κύριλλε παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσιν.

Ε᾿πίνευσόν μου, ὡς εὐμενὴς τῇ δεήσει, Πάτερ Κύριλλε Χριστοῦ Ἱερομάρτυς, εἰρήνην παρέχων, τελείᾳ τῇ ψυχῇ μου.

Θεοτοκίον.

Ο῞λον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου, ἀπελαύνουσα τὸ σκότος τῶν κακῶν μου, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.

Ὠιδὴ θ΄. Κυρίως Θεοτόκον.

Ποιμάνας τὸν λαόν σου, Κύριλλε ἀξίως, μαρτυρικῶς πρὸς Θεόν ἐξεδήμησας, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐφημούντων σε.

Βοήθει ἐν τοῦ βίου, ταῖς ταλαιπωρίαις, καὶ χαλεπαῖς περιστάσεσι Κύριλλε, τοὺς εὐλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου.

Ο῾ πάντων Ὀρθοδόξων, μέγιστος προστάτης, καὶ ἀντιλήπτωρ ταχύτατος Κύριλλε, τῆς ἀρωγῆς σου τὴν χάριν, ἡμῖν πρυτάνευσον.

Θεοτοκίον.

Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἁμαρτημάτων αἰσχρῶν ἀποκάθαρον, τοῦ μολυσμοῦ τὰς καρδίας, τῶν προστρεχόντων σοι.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Χαίροις Κρητονήσου ἄνθος τερπνόν, καὶ ᾿Αλεξανδρείας, Ποιμενάρχης περικλεής· Χαίροις Πατριάρχης, σοφὸς τῆς Κωνσταντίνου, καὶ Ἐκκλησίας στῦλος, ἔνδοξε Κύριλλε.

Θρόνῳ διαπρέψας ἐν ὑψηλῷ, δόξῃ μαρτυρίου, ἐλαμπρύνθης περιφανῶς, Κύριλλε καὶ ὤφθης, φωστὴρ τῆς Ἐκκλησίας, φωτίζων καὶ λαμπρύνων, τοὺς προσιόντας σοι.

Χαίροις τῶν Πατέρων ὁ ζηλωτής, καὶ Ὀρθοδοξίας, ὁ γενναῖος προασπιστής· χαίροις εὐσεβείας, διδάσκαλος θεόπνους, Πατριαρχῶν τὸ κλέος, Ὅσιε Κύριλλε.

Πρέσβευε Κυρίῳ διηνεκῶς, τῷ δοξάσαντί σε, ἐν ὑψίστοις ὑπὲρ ἡμῶν, τῶν ἀσπαζομένων, λειψάνων σου τὴν θήκην, ἐξ ἧς ἐκβλύζει ῥεῖθρον, χάριτος Κύριλλε.

Δεῦτε εὐσεβάστως οἱ εὐσεβεῖς, ᾄδοντες τὸν ὕμνον, τῷ Κυρίλλῳ τῷ εὐκλεεῖ, ὅτι ἐν καθέδρᾳ, Πατριαρχῶν ἐμπρέψας, Μαρτύρων ἀνεδείχθη, θεῖος ὁμότροπος.

Ε῎χων παῤῥησίαν πρὸς τὸν Θεόν, ὡς Ἱερομάρτυς, Πάτερ Κύριλλε θαυμαστός, προστάτευε πάντων, τῶν σὲ ὑμνολογούντων, κινδύνων ἐκ παντοίων, αὐτοὺς ῥυόμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δόκιμος ἐργάτης γεγονώς, σὺ τοῦ μυστικοῦ ἀμπελῶνος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης καλλιέρημα, Θεῷ εὐπρόσδεκτον, καὶ αὐτοῦ εἰσελήλυθας, ἐν τῇ βασιλείᾳ, διαλάμπων στίγμασι, τοῦ μαρτυρίου σου. Ὅθεν παῤῥησίαν ὡς ἔχων, Κύριλλε παμμάκαρ ἐξαίτει, ἔλεος καὶ χάριν τοῖς ὑμνοῦσί σε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι᾿ εὐχῶν τῶν ἁγίων...

Δίστιχον.
Κύριλλον προστρέχοντα τῇ ἀρωγῇ σου,
Κύριλλε περίσῳζε κακῶν παντοίων.

Share: